1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

14

κόσμον τῶν μαργαριτῶν μανία πομπὴ σατανική ἐστι. Χρυσίον γὰρ ἔλαβες, οὐχ ἵνα τὸ σῶμα καταδήσῃς, ἀλλ' ἵνα τοὺς πένητας λύσῃς καὶ διαθρέψῃς. Λέγε τοίνυν συνεχῶς· Ἀποτάσσομαί σοι, Σατανᾶ· οὐδὲν ταύτης ἀσφαλέστερον τῆς φωνῆς, εἰ διὰ τῶν ἔργων αὐτὴν ἐπιδειξόμεθα.

εʹ. Ταύτην καὶ ὑμᾶς τοὺς μυσταγωγεῖσθαι μέλλοντας μαθεῖν ἀξιῶ· αὕτη γὰρ ἡ φωνὴ συνθήκη πρὸς τὸν ∆εσπότην ἐστί. Καὶ καθάπερ ἡμεῖς οἰκέτας ἀγοράζοντες, αὐτοὺς τοὺς πωλουμένους πρότερον ἐρωτῶμεν, εἰ βούλονται ἡμῖν δουλεῦσαι, οὕτω καὶ ὁ Χριστὸς ποιεῖ· ἐπειδὴ μέλλει σε εἰς δουλείαν λαμβάνειν, πρότερον ἐρωτᾷ, εἰ βούλει τὸν τύραννον ἐκεῖνον ἀφεῖναι τὸν ὠμὸν καὶ ἀπηνῆ, καὶ συνθήκας δέχεται παρὰ σοῦ· οὐ γὰρ κατηναγκασμένη αὐτοῦ ἡ δεσποτεία ἐστί. Καὶ σκόπει Θεοῦ φιλανθρωπίαν. Ἡμεῖς μὲν γὰρ πρὶν ἢ τὴν τιμὴν καταβαλεῖν, ἐρωτῶμεν τοὺς πωλουμένους, καὶ ἐπειδὰν μάθωμεν, ὅτι βούλονται, τότε τὴν τιμὴν καταβάλλομεν· ὁ δὲ Χριστὸς οὐχ οὕτως, ἀλλὰ καὶ τὴν τιμὴν κατέβαλεν ὑπὲρ ἁπάντων ἡμῶν, τὸ τίμιον αὐτοῦ αἷμα· Τιμῆς γὰρ, φησὶν, ἠγοράσθητε· καὶ ὅμως οὐδὲ οὕτως ἀναγκάζει μὴ βουλομένους αὐτῷ δουλεῦσαι, ἀλλ' εἰ μὴ χάριν ἔχεις, φησὶ, καὶ παρὰ σαυτοῦ καὶ ἑκὼν θέλεις ἐπιγράψασθαι τὴν δεσποτείαν, οὐκ ἀναγκάζω οὐδὲ βιάζομαι. Καὶ ἡμεῖς μὲν οὐκ ἂν ἑλοίμεθα πονηροὺς οἰκέτας πρίασθαι· εἰ δὲ καὶ ἑλοίμεθά ποτε, αἱρέσει κακῇ τούτους ἀγοράζομεν, καὶ τοιαύτην καταβάλλομεν τιμήν· ὁ δὲ Χριστὸς ἀγνώμονας οἰκέτας ἀγοράζων καὶ παρανόμους, πρωτείου δούλου τιμὴν κατέβαλε, μᾶλλον δὲ πολλῷ μείζονα, καὶ τοσούτῳ μείζονα, ὡς μηδὲ λόγον μηδὲ ἔννοιαν αὐτῆς παραστῆσαι τὸ μέγεθος· οὐ γὰρ οὐρανὸν καὶ γῆν καὶ θάλασσαν δοὺς, ἀλλὰ τὸ πάντων τούτων τιμιώτερον, τὸ ἑαυτοῦ αἷμα καταθεὶς, οὕτως ἡμᾶς ἐξηγόρασε· καὶ μετὰ ταῦτα πάντα οὐ μάρτυρας ἡμᾶς, οὐκ ἔγγραφα ἀπαιτεῖ, ἀλλ' ἀρκεῖται ψιλῇ τῇ φωνῇ, κἂν εἴπῃς ἀπὸ διανοίας· Ἀποτάσσομαί σοι, Σατανᾶ, καὶ τῇ πομπῇ σου, τὸ πᾶν ἀπείληφε. Τοῦτο τοίνυν λέγωμεν. Ἀποτάσσομαί σοι, Σατανᾶ, ὡς ἐκεῖ μέλλοντες, κατὰ τὴν ἡμέραν ἐκείνην, ταύτην ἀπαιτεῖσθαι τὴν φωνὴν, καὶ φυλάξωμεν αὐτὴν, ἵνα σώαν τὴν παρακαταθήκην ταύτην ἀποδῶμεν τότε· πομπὴ δὲ σατανική ἐστι θέατρα καὶ ἱπποδρομίαι, καὶ πᾶσα ἁμαρτία καὶ παρατήρησις ἡμερῶν, καὶ κληδόνες καὶ σύμβολα. Καὶ τί ποτέ ἐστι σύμβολα; φησί. Πολλάκις ἐξελθών τις τὴν οἰκίαν τὴν ἑαυτοῦ, εἶδεν ἄνθρωπον ἑτερόφθαλμον ἢ χωλεύοντα, καὶ οἰωνίσατο. Τοῦτο πομπὴ σατανική· οὐ γὰρ ἡ ἀπάντησις τοῦ ἀνθρώπου πονηρὰν ποιεῖ τὴν ἡμέραν γενέσθαι, ἀλλὰ τὸ ἐν ἁμαρτίαις ζῇν. Ὅταν τοίνυν ἐξέλθῃς, ἓν μόνον φύλαξαι, μὴ ἁμαρτία σοι ἀπαντήσῃ· αὕτη γάρ ἐστιν ἡ ἡμᾶς ὑποσκελίζουσα, χωρὶς δὲ ταύτης οὐδὲν ὁ διάβολος ἡμᾶς βλάψαι δυνήσεται. Τί λέγεις; ἄνθρωπον ὁρᾷς, καὶ οἰωνίζῃ, καὶ οὐχ ὁρᾷς τὴν πάγην τὴν διαβολικὴν, πῶς ἐκπολεμοῖ σε τῷ μηδὲν 49.240 ἠδικηκότι; πῶς ἐχθρός σε καθίστησι τῷ ἀδελφῷ ἐξ οὐδεμιᾶς δικαίας προφάσεως; Καὶ ὁ μὲν Θεὸς καὶ τοὺς ἐχθροὺς φιλεῖν ἐκέλευσε, σὺ δὲ καὶ τὸν οὐδὲν ἠδικηκότα ἀποστρέφῃ μηδὲν ἔχων ἐγκαλεῖν, καὶ οὐκ ἐννοεῖς πόσος ὁ γέλως, πόση ἡ αἰσχύνη, μᾶλλον δὲ πόσος ὁ κίνδυνος; Εἴπω καὶ ἕτερον καταγελαστότερον; Αἰσχύνομαι μὲν καὶ ἐρυθριῶ, ἀναγκάζομαι δὲ ὅμως διὰ τὴν ὑμετέραν σωτηρίαν εἰπεῖν· Ἐὰν ἀπαντήσῃ παρθένος, φησὶν, ἄπρακτος ἡ ἡμέρα γίνεται· ἐὰν δὲ ἀπαντήσῃ πόρνη, δεξιὰ καὶ χρηστὴ καὶ πολλῆς ἐμπορίας γέμουσα. Ἐγκαλύπτεσθε, καὶ τὸ μέτωπον ἐκρούσατε, καὶ πρὸς τὴν γῆν κατεκύψατε; ἀλλὰ μὴ νῦν τῶν ῥημάτων λεγομένων, ἀλλὰ τῶν πραγμάτων γινομένων. Ὅρα γοῦν καὶ ἐνταῦθα, πῶς τὸν δόλον ἔκρυψεν ὁ διάβολος, ἵνα τὴν μὲν σώφρονα ἀποστρεφώμεθα, τὴν δὲ ἀκόλαστον ἀσπαζώμεθα καὶ φιλῶμεν. Ἐπειδὴ γὰρ ἤκουσε τοῦ Χριστοῦ λέγοντος, ὅτι Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν, καὶ εἶδε πολλοὺς περιγενομένους ἀκολασίας, βουλόμενος δι' ἑτέρας ὁδοῦ πάλιν ἐμβαλεῖν αὐτοὺς εἰς τὴν ἁμαρτίαν, διὰ ταύτης τῆς παρατηρήσεως, ἑταιρίσι γυναιξὶν ἡδέως προσέχειν ἀνέπεισε. Τί ἄν τις εἴποι περὶ τῶν ἐπῳδαῖς καὶ