τούτου δυνάμει τὰς ἀρετὰς ὁριζόμενος, καὶ τὴν ὑψηλοτέραν γεωμετρίαν ἀσκῶν. ἡ μὲν γάρ, ὡς καὶ Πρόκλος φησί, τὴν μέσην ἀπείληφε χώραν τῶν ἀμερίστων καὶ μεριστῶν καὶ ἔστι τι χρῆμα παράλογον καὶ σῶμά τι ἀσώματον. σὺ δὲ τὴν ἀσώματον ἐπετήδευες-κατὰ ψυχῆς γὰρ ἡ καταγραφή-καὶ γραμμὰς ῥητάς τε καὶ ἀλόγους ἐχάραττες. ἔστι γὰρ ἐν οἷς τῶν ἐπιτηδευμάτων οὐδὲ πρός τι ἐδέχου συγκριτικόν-τοῦτο γὰρ ἡ ἄλογος ὑπαινίττεται- βάσεις τε ὑπετίθεις, καὶ μεγέθη ἀνῳκοδόμεις ἀνάλογα, καὶ ταῖς κορυφαῖς εὐθείας τινὰς ἀπῃώρεις, ἵνα σοι στερρὸν τὸ δοκούμενον γίνεται. κἀντεῦθεν κινούμενος τοὺς ὁμοκέντρους καὶ ἑτεροκέντρους κύκλους ἠπίστασο, καὶ τὰς τῶν φωστήρων περιόδους ἠκριβολόγεις, εἴτε κατ' ἔκκεντρον εἴτε καθ' ὁμόκεντρον τὴν οἰκείαν ἀποτελοῦσι περιστροφήν, καὶ εἰ ἐπὶ τῶν κατεστηριγμένων ζωδίων κινοῖτο ὁ ἥλιος ἢ τοῦ ζωδιακοῦ κύκλου κατώτερον φέρεται, καὶ εἰ διαλλάττει τὴν κίνησιν, καὶ εἰ μὴ διαλλάττει, πῶς ἐνισοταχής ἐστιν. οὕτω σοι πάντα τῇ φύσει ἐσχεδιάζετο καθ' ὑψηλοτέρους μάλιστα λόγους καὶ κρείττονας· ὁμοκέντρους τε γὰρ κύκλους ὠνόμαζες οἷς ἡ αὐτὴ τοῦ καλοῦ καὶ πρώτη ἀφορμή· ἑτεροκέντρους δὲ τοὺς ἀπ' ἄλλης αἰτίας πράξεις ἑλίττοντας, καὶ φωστῆρας τοὺς καθ' ἡμᾶς ἐνεργητικοὺς λόγους νοῶν, ἑώρας ἰσοταχῶς μὲν κινουμένους, τὸ δὲ ἀνιὸν ταῖς παραχρήσεσιν ἔχοντας, καὶ ἐφ' ὕψους μὲν τοῦ νοὸς διατρέχοντας, ἔστι δ' ὅτε καὶ ὑποτρέχοντας, ὁπηνίκα τὰ ἄλογα τῆς ψυχῆς ὑπερνικῶσιν εἴδωλα. οὕτω πρακτικαῖς ἀλληγορίαις ἡρμήνευες τὰ νοήματα, καὶ ἥκιστα λόγου δεόμενος σκοπῶν ὑπανῆγες τοὺς τελουμένους πρὸς τὰ θειότερα. Τί οὖν ἐντεῦθεν; πάντες σοι προσεῖχον ὡς κρείττονι καὶ ἀπὸ σοῦ προεφήτευον. οὐ γὰρ μάτην ᾤοντο τοσαύτην σοι καταβεβλῆσθαι σύνεσιν, εἰ μή τι μεῖζον ὁ καταβαλλόμενος οἰκονομεῖν ἔμελλεν. ὅθεν ἐν τοῖς ἁπάντων ἔκεισο στόμασι, καὶ οὐδὲ ὑπνωττ<ώντ>ων ἀπῇς, ἀλλὰ κἀν τοῖς ὀνείρασι τούτοις παρίστασο ἢ ὑψιπετεῖ σκεπόμενος αἰετῷ ἢ στεφανηφορῶν ἢ λέουσι βασιλικώτατα φυλασσόμενος. Ἐπεὶ δὲ δεινὸς ὁ τηνικαῦτα τὰ σκῆπτρα διέπων Ῥωμαίων ὑποψίαν τε λαβεῖν καὶ τιμωρίαις εὐθὺς χρήσασθαι, πλανᾷ τοῦτον ὁ θεός, καὶ τὸν Ἰωσήφ σε ἀφεὶς τιμωρεῖται τὸν Ἰακὼβ τὴν χρυσῆν ἐκείνην καὶ θεοειδῆ ψυχήν. οὕτως σοῦ μᾶλλον ἢ τοῦ πατρὸς ἐφείδετο ὁ θεός, ἢ κἀκείνου μᾶλλον ἀρρήτοις τρόποις ἐκήδετο καὶ βασιλείαν ἡτοίμαζεν οὐρανῶν διὰ τῆς ἐνταῦθα κακώσεως. οὐκ ἔμελλες δὲ πάντῃ ἄβλητος τῷ φθόνῳ γενήσεσθαι, οὐδὲ τοὺς πάντων διαλαθεῖν ὀφθαλμούς, οὐδ' ἄνευ καμάτου καὶ πόνου τὸ τῆς βασιλείας γέρας λαβεῖν, ἵνα μὴ χάρις σοι τὸ πρᾶγμα δόξῃ, ἀλλὰ ἀντίδοσις. Ἐπεὶ γὰρ ὁ μὲν πατὴρ πρὸς τὸ θεῖον ἀπῆλθε βασίλειον, αὐτὸς δὲ οἷα νῦν φωστὴρ τοῖς συγκλητικοῖς διέλαμπες ἄστρασιν, ἡ δὲ βασιλεία Ῥωμαίων πρὸς φαύλους τινὰς μετέπεσεν ἄρχοντας, θείους μὲν ἀγνοοῦντας νόμους καὶ ὡς ἀμετάτρεπτα τῆς προνοίας τὰ δόγματα, ὑπερορίαν πρὸ τῶν ἄλλων καταδικάζῃ, καὶ νῆσός σε φαύλη, διά σε δὲ ὄλβιος Βαβυλὼν ἢ νέον Βυζάντιον, πολιοῦχον τάχα καὶ οἰκιστὴν δέχεται· καὶ γίνῃ κατάκριτος τῶν πάντων ὁ πρόκριτος, καὶ καρτερεῖς παροράσεις καὶ κακοπαθείας ἀνέχῃ, καὶ ὄρη τινὰ ἀνεπλάττου τοῖς λογισμοῖς ὑφ' οἷς κρυβήσῃ φυγών, καὶ σταθμὸν ἔσχατον ἐπεζήτεις, καὶ σχισμὰς πετρῶν ἐνενόεις, καὶ τὰς χρυσᾶς τέμνειν τρίχας προεθυμοῦ, καὶ τοῖς συμβόλοις ἐπεμέμφου, καὶ τῶν πλεονεκτημάτων κατεβόας τῶν σῶν. ἀλλ' ἄρα, ὦ θεία καὶ βασιλικὴ κεφαλή, τούτοις ἀλύων τοῖς λογισμοῖς ἔσχες τὸν θεραπεύοντα καὶ λόγοις παρηγοροῦντα τῆς ψυχῆς τὸ λυπούμενον, καὶ ἱστορίαις καὶ παραδείγμασι πρὸς τὸ εὔθυμον ἐπανάγοντα; ἢ καὶ τοῦτο μετὰ πάντων τὸ ἀπαραμύθητον ἐκαρτέρεις; αἴθε παρῆν ἐγὼ τῇ νήσῳ, αἴθε συμπαρεκαθήμην ὀδυνωμένῳ καὶ σκυθρωπάζοντι, καὶ τὸ δύσθυμον ἀπήλαυνον πρὸς τὸ εὔελπι, τὴν τοῦ Ἰωσὴφ καταλέγων αἰχμαλωσίαν, τὴν εἱρκτήν, τὰ δεσμά, καὶ ὡς ἐκ τῶν ἐναντίων τὸ τῆς