προσέχων, εἰ διὰ τὸ πάνυ εὐτόνως βιοῦν καὶ ἐλέγχειν τοὺς ἁμαρτάνοντας μισοῖτο καὶ ἐπι βουλεύοιτο, ὡς διωκόμενος καὶ ὀνειδιζόμενος «ἕνεκεν δικαιοσύνης» οὐ μόνον οὐ λυπηθήσεται, ἀλλὰ καὶ χαρήσεται καὶ ἀγαλλιάσεται, πειθόμενος διὰ ταῦτα μισθὸν ἔχειν πολὺν «ἐν τοῖς οὐρανοῖς» ἀπὸ τοῦ ὁμοιώσαντος αὐτὸν τοῖς προφήταις ἐκ τοῦ ταὐτὰ πεπονθέναι. Ἀτιμάζεσθαι τοίνυν ἐν τῷ κόσμῳ καὶ παρὰ τοῖς ἁμαρτάνουσι, βαρουμένοις τῷ βίῳ τοῦ δικαίου, χρὴ τὸν ζηλοῦντα βίον προφητικὸν καὶ χωρήσαντα τὸ ἐν ἐκείνοις πνεῦμα. 10.19 Ἑξῆς ἔστιν ἰδεῖν τὸ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν. ∆ιὰ τούτων δὲ διδασκόμεθα ὅτι αἱ δυνάμεις ἐν τοῖς πιστεύουσιν ἐγίνοντο, ἐπεὶ «παντὶ τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται», ἐν ἀπίστοις δὲ οὐ μόνον οὐκ ἐνήργουν αἱ δυνάμεις, ἀλλ' ὡς ὁ Μᾶρκος ἀνέγραψεν, οὐδὲ ἐδύναντο ἐνεργεῖν. Πρόσχες γὰρ τῷ «οὐκ ἠδύνατο ἐκεῖ οὐδεμίαν ποιῆσαι δύναμιν»· οὐ γὰρ εἶπεν «οὐκ ἤθελεν», ἀλλ' «οὐκ ἠδύνατο», ὡς ἐρχομένης μὲν ἐπὶ τὴν ἐνεργοῦσαν δύναμιν συμπράξεως ὑπὸ πίστεως ἐκείνου εἰς ὃν ἐνήργει ἡ δύναμις, κωλυομένης δὲ ἐνεργεῖν ὑπὸ τῆς ἀπιστίας. Ὅρα οὖν ὅτι πρὸς τοὺς εἰπόντας· «∆ιὰ τί οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;» εἶπε· «∆ιὰ τὴν ὀλιγοπιστίαν ὑμῶν», καὶ πρὸς τὸν ἀρξάμενον καταποντίζεσθαι Πέτρον λέλεκται· «Ὀλιγόπιστε, εἰς τί ἐδίστασας;» Ἀλλὰ καὶ ἡ αἱμορροοῦσα, μὴ ἀξιώσασα περὶ τῆς θεραπείας, ἀλλὰ μόνον λογισαμένη, εἰ ἅψαιτο «τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ», ὅτι ἰαθήσεται, «ἰάθη παραχρῆμα», καὶ ὁμολογεῖ τῷ τρόπῳ τῆς ἰάσεως ὁ σωτὴρ λέγων· «Τίς μου ἥψατο; Ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ' ἐμοῦ.» Καὶ τάχα ὥσπερ ἐπὶ τῶν σωμάτων ἐστί τισι πρός τινα φυσικὴ ὁλκή, ὡς τῇ μαγνησίᾳ λίθῳ πρὸς σίδηρον καὶ τῷ καλουμένῳ νάφθᾳ πρὸς πῦρ, οὕτως τῇ τοιᾷδε πίστει πρὸς θείαν δύναμιν· καθὸ εἴρηται καὶ τὸ «ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· μετάβηθι ἔνθεν ἐκεῖ, καὶ μετα βήσεται». Ἀκριβῶς δὲ δοκοῦσί μοι ὁ Ματθαῖος καὶ ὁ Μᾶρκος τὸ ὑπερέχον τῆς θείας δυνάμεως παραστῆσαι βουλόμενοι ὅτι καὶ ἐν ἀπιστίᾳ δύναται, ἀλλ' οὐκ ἐπὶ πλεῖον δύναται, ὅσον δύναται ἐν πίστει τῇ τῶν εὐεργετουμένων, εἰρηκέναι οὐχ ὅτι οὐκ ἐποίησε δυνάμεις διὰ τὴν ἀπιστίαν αὐτῶν, ἀλλ' οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλάς. Καὶ ὁ Μᾶρκος δὲ οὐκ εἶπεν ὅτι «οὐκ ἐδύνατο ἐκεῖ οὐδεμίαν ποιῆσαι δύναμιν» καὶ ἔστη ἐπὶ τούτῳ, ἀλλὰ προσέθηκεν· «Εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσε», νικώσης τῆς ἐν αὐτῷ δυνάμεως καὶ οὕτως τὴν ἀπιστίαν. ∆οκεῖ δέ μοι ὅτι, ὥσπερ ἐπὶ τῶν σωματικῶν οὔτε αὐτάρκης γεωργία πρὸς συγκομιδὴν καρπῶν, ἐὰν μὴ τὸ περιεχόμενον εἰς τοῦτο συνεργῇ-μᾶλλον δὲ τὸ περιέχον-ποιότητι ὁποίᾳ βούλεται ὁ κοσμῶν καὶ ποιῶν αὐτὸ ὁποῖον θέλει, οὔτε τὸ περιέχον χωρὶς γεωργίας-μᾶλλον δὲ ὁ προνοῶν οὐ ποιήσαι ἂν ἀνατεῖλαι ἀπὸ τῆς γῆς τὰ ἀπὸ τῆς γῆς ἀνατέλ λοντα χωρὶς γεωργίας· ἅπαξ γὰρ τοῦτο πεποίηκεν ἐν τῷ «βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα»-, οὕτω δὴ οὔτε τὰ ἐνεργή ματα τῶν δυνάμεων χωρὶς πίστεως τῆς τῶν θεραπευομένων τὸ αὐτοτελὲς ἔργον ἐπιδείκνυται πρὸς ἴασιν οὔθ' ἡ πίστις, ὁποία ποτ' ἂν ᾖ, χωρὶς τῆς θείας δυνάμεως. Καὶ τὸ γεγραμ μένον δὲ περὶ σοφίας ἐφαρμόσεις καὶ τῇ πίστει καὶ ταῖς ἀρεταῖς κατ' εἶδος, ὥστε τοιοῦτον ποιῆσαι λόγον· «Κἂν γάρ τις ᾖ τέλειος» ἐν πίστει «ἐν υἱοῖς ἀνθρώπων, τῆς ἀπὸ σοῦ» δυνάμεως «ἀπούσης εἰς οὐδὲν λογισθήσεται», ἢ «τέλειος» τῇ σωφροσύνῃ, ὡς «ἐν υἱοῖς ἀνθρώπων, τῆς ἀπὸ σοῦ» σωφροσύνης «ἀπούσης, εἰς οὐδὲν λογισθήσεται», ἢ «τέλειος» ἐν δικαιοσύνῃ καὶ ταῖς λοιπαῖς ἀρεταῖς, «τῆς ἀπὸ σοῦ» δικαιοσύνης <ἀπούσης> καὶ τῶν ἀπὸ σοῦ λοιπῶν ἀρετῶν «εἰς οὐδὲν λογισθήσεται». Ὅθεν «μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, μηδὲ ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ»· τὸ γὰρ καυχήσεως ἄξιον οὐχ ἡμέτερον, ἀλλὰ δῶρόν ἐστι τοῦ θεοῦ ἡ ἀπ' αὐτοῦ σοφία καὶ ἡ ἀπ' αὐτοῦ ἰσχὺς καὶ οὕτω τὰ λοιπά. 10.20 Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρώδης ὁ τετράρχης τὴν ἀκοὴν Ἰησοῦ, καὶ εἶπε τοῖς παισὶν ἑαυτοῦ· οὗτός ἐστιν Ἰωάννης ὁ