14
φονευτάς. [Ὕστερ]ον γὰρ ἐξέχεον αἷμα Χριστοῦ λέγοντες· "Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς." Καὶ πρὸ τούτου τοὺς προφήτας ἀπέκτειναν. "Ἱερουσαλὴμ, γὰρ φησὶν, Ἱερουσαλὴμ ἡ ἀποκτείνουσα τοὺς προφήτας." "Τίνα γὰρ τῶν προφητῶν οὐκ ἀπέκτειναν οἱ πατέρες ὑμῶν;" ὁ Στέφανος Ἰουδαίους ἐπωνείδισεν. Ἁρμόσει δὲ μᾶλλον ἐπὶ τοῦ τῆς ἐπιδημίας ὁ λόγος καιροῦ· διὸ καὶ ὁ Σωτὴρ γενεὰν πονηρὰν καὶ μοιχαλίδα τοὺς αὐτοὺς τούτους καλεῖ. Τοιγαροῦν ὁ προφήτης οὐκ εἰδωλολατρείαν νῦν ἀλλὰ μιαιφονίαν αὐτοῖς ἐγκαλεῖ. Καὶ ἐπειδὴ μετὰ τὸ τοσοῦτον κατὰ τοῦ ∆εσπότου τόλμημα, θεοσεβείας εἶναι προσεποιοῦντο διδάσκαλοι, ταῖς τε Γραφικαῖς ἑρμηνείαις δευτερώσεις μυθικὰς ἐπεισέφερον· εἰκότως αὐτῶν ἀδόκιμον καλεῖ τὸ ἀργύριον. Καπηλεύοντας ὡς ἐξυδαροῦντας τὸν ἄκρατον καὶ ἐπιστρεπτικὸν τῶν Γραφῶν νοῦν, καὶ τὸν οἶνον τὸν εὐφραίνοντα καρδίας ἀνθρώπου, διὰ τῆς μυθώδους αὐτῶν παραδόσεως. Καὶ οἱ ἄρχοντές σου, φησὶν, ἀπειθεῖς. Καλοῦντι γὰρ οὐχ ὑπήκουσαν τῷ Χριστῷ. Καὶ Ἰούδα δὲ τοῦ κλέπτου γεγόνασι κοινωνοί. Συνῆσαν γὰρ αὐτῷ τῆς προδοσίας μετέχοντες. Προὐδίδοσαν δὲ καὶ δωροδοκοῦντες τὸ δίκαιον. Ἀνταπεδίδοσαν δὲ κακὸν, τὸν ὑπὲρ ὠφελείας ὑφαιροῦντες ἔλεγχον. Πεπιστευμένοι δὲ τῶν ἐνδεῶν τὴν ἐπισκοπὴν, ὀρφανοὺς καὶ χήρας παρέβλεπον· ἐν πᾶσί τε τούτων ἐκπεπορνευκότων, Θεοῦ ἡ πόλις ὠνόμασται πόρνη. Οὕτω τε ταύτην Ἱερεμίας καλεῖ λέγων· "Ἴδες ἃ ἐποίησέν μοι ἡ κατοικία τοῦ Ἰσραήλ. Ἐπορεύθησαν εἰς πᾶν ὄρος ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσαν ἐκεῖ." Καὶ πάλιν· "Καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσι πολλοῖς, καὶ ἀνέκαμπτες πρός με, λέγει Κύριος." Πλὴν ὅτι ὁ μὲν εἰδωλολατρείαν, [ὁ] δὲ πᾶσαν πονηρίαν κατηγορεῖ. Ἀπείη δὲ ταῦτα πάσης Ἐκκλη 1860 σίας ἀκοῦσαι, ὅταν ἀποβαλοῦσα τὸν λόγον τῆς πίστεως, ὃν ἐξαρχῆς οἱ Πατέρες παρέδοσαν οἱ παρθένον αὐτὴν ἁγνὴν παραστήσαντες τῷ Χριστῷ, πολλὰ καὶ ποικίλα λόγου παραδέχηται σπέρματα παρὰ τῶν τὴν σεμνότητα τῶν μυστηρίων ἐκπορνευσάντων, οἳ καὶ ψυχῶν εἰκότως λέγονται φονευταὶ, ἀπάτῃ καὶ δόλῳ τῶν ἁπλουστέρων τὴν ζωὴν ἀφαιρούμενοι, καθάπερ ξίφει, τῷ λόγῳ τῆς τοῦ κόσμου σοφίας· ὧν ὁ τῆς πίστεως λόγος παρατετυπωμένος, ἀργύριόν ἐστιν ἀδόκιμον, τὴν βασιλικὴν μὴ φέρον εἰκόνα, ἣν ἀπόστολοι καὶ προφῆται παρέδωκαν, ὃ ἐχθροὶ παρακόψαντες, καὶ πολεμίαν ἐμβαλόντες μορφὴν, τοῖς βασιλικοῖς θησαυροῖς ἐπεισάγουσιν, τὸν θεῖον διαφθείροντες πλοῦτον. Καὶ τὸν οἶνον τὸν ἐμποιοῦντα εὐφροσύνην αἰώνιον οἰνοχοοῦντος τοῦ Πνεύματος, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων ἐξυδαροῦντες, ἐλέγχονται τὸν ἑαυτῶν ἐγκαταμιγνύοντες νοῦν, καὶ ἀπειθοῦντες τῷ Πνεύματι, καὶ τοὺς ὑπηκόους μιμεῖσθαι παρασκευάζοντες. Ἐξομοιοῦσθαι γὰρ φιλοῦσι τοῖς ἄρχουσι. ∆ιὸ καὶ τὸ πιστὸν ἡ πόλις ἀποθεμένη, γέγονε πόρνη· τούτους καὶ κλεπτῶν κοινωνοὺς εἶναί φησιν, οὐ τῶν ἐπὶ κλέμμασιν ἑαλωκότων σμικροῖς, ἀλλ' ἐθνῶν ἢ πόλεων ἄρχοντες, τὰ κοινὰ πα... έγοντες προφάσει θεοσεβείας, ἐξ ὧν ἀδικοῦσι, προσφέρουσιν. Οἱ δὲ, δέον ἐλέγχειν καὶ διορθοῦσθαι, λαμβάνουσιν, ἔσθ' ὅτε καὶ μακαρίζοντες τοὺς παρέχοντας. ∆ιὸ καὶ ἀγαπῶντας δῶρα, φησὶ, διὰ τοῖς προσιοῦσι συγχωροῦσι τῶν ἀπηγορευμένων πολλὰ, καὶ διώκουσιν ἀνταπόδομα, ὅπερ παντὸς μᾶλλον ἀλλότριον ἄρχοντος, [δέον, ἢ, ὃν δεῖ] τοὺς λελυπηκότας κατὰ πάντα τρόπον ἀμύνεσθαι. Πῶς γὰρ ἂν καὶ διδάσκοι μὴ ἀποδιδόναι κακὸν ἀντὶ κακοῦ; Τὴν δὲ τούτων ἀλαζονείαν χείρω τῆς τοῦ κριτοῦ τῆς ἀδικίας ἐλέγχων ὑπάρχουσαν ἐπήνεγκε, Κρίσει χήρας οὐ προσέχοντες. Ἐκεῖνος γὰρ εἰ καὶ ἀσυμπαθὴς ἦν, διὰ τὸ τῆς προσιούσης χήρας καρτερικὸν προσέσχε τῇ κρίσει· οὗτοι δὲ καθόλου προσχεῖν οὐκ ἠνέσχοντο. κδʹλαʹ. 9∆ιὰ τοῦτο, τὰδε λέγει ὁ ∆εσπότης Κύριος Σαββαώθ· Οὐαὶ οἱ ἰσχύοντες Ἰσραήλ. Οὐ παύσεται γάρ μου ὁ θυμὸς ἐν τοῖς ὑπεναντίοις, καὶ κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω9, κ.τ.λ. Σαβαὼθ ἑρμηνεύεται Κύριος τῶν δυνάμεων, ἢ Κύριος στρατιῶν. Ἀναφέρεται δὲ ἐπὶ τὸν Σωτῆρα τὸν Υἱὸν τοῦ Θεοῦ. Ἐν τρίτῳ γὰρ καὶ εἰκοστῷ ψαλμῷ, περὶ τῆς ἀνόδου