κατέφαγον. 20. Ὁ δὲ τοῦ φιλοσόφου Λέοντος μαθητής, ὁ καὶ μηνυτὴς τῆς προδοσίας, ἠρωτήθη παρὰ τοῦ ἀμερμουμνῆ περὶ τῆς ἐπιστήμης αὐτοῦ καὶ εἶπεν μαθητὴς εἶναι τοῦ φιλοσόφου Λέοντος. ἐκεῖνος δὲ μαθὼν ὁποῖό ἐστιν ὁ Λέων, ἐπεθύμει τοῦτον ἰδεῖν, καὶ δούς τινι τῶν αἰχμαλώτων γράμματα πρὸς Λέοντα τὸν φιλόσοφον ἀπέστειλεν ἐν Κωνσταντινουπόλει, ὑποσχόμενος δεύτερον αὐτὸν εἶναι ἐν τιμῇ. ὁ δὲ Λέων τὰ γράμματα ἀπολαβὼν ἀνήγαγε ταῦτα Θεοφίλῳ τῷ βασιλεῖ. ὁ δὲ γνοὺς τὰ τῆς ἑαυτοῦ ἐπιστήμης, καὶ ὅτι τοιοῦτον σοφὸν ἄνδρα ἐν τῇ πόλει αὐτοῦ ἔχει, προσλαβόμενος αὐτὸν εἰς τὸ παλάτιον ἐν τῇ Μαγναύρᾳ ἔθετο, παραδοὺς αὐτῷ καὶ μαθητὰς διδάσκειν τοὺς εὐφυεστάτους νέων, παρέχων αὐτῷ πᾶσαν ἀπάθειαν. οὗτος καὶ μητροπολίτης μετὰ ταῦτα Θεσσαλονίκης γέγονεν, ὑπὸ τοῦ ἁγιωτάτου πατριάρχου Μεθοδίου χειροτονηθείς. 21. Τῷ ιαʹ αὐτοῦ ἔτει κτίζει ὁ βασιλεὺς ἐν τῷ παλατίῳ τὸ Τρίκογχον καὶ τὸ λεγόμενον Σίγμα καὶ τὰς ἀναβάθρας τῶν δήμων, ἵστησι δὲ καὶ τὴν φιάλην ἐν ᾗ γίνεται τὸ σαξιμοδέξιμον λεγόμενον, τῶν ἵππων ἀμφοτέρων τῶν μερῶν διερχομένων μετὰ χρυσῶν σαγισμάτων. ὑπὸ δὲ τὸ Τρίκογχον κάτωθεν διὰ μηχανῆς ἐποίησε τὸ λεγόμενον Μυστήριον, ἐν ᾧ, ἐν τῇ μιᾷ γωνίᾳ ὃ ἐὰν 641 εἴπῃ τις ἐν μυστηρίῳ προσκεκυφώς, ἐξακούεται ἐν τῇ ἑτέρᾳ φανερῶς. 22. Ἐν τούτοις μαθὼν Θεόφιλος ὁ βασιλεὺς ὅτι Θεοφάνης ὁ τῶν ἐκκλησιαστικῶν κανόνων καὶ ὕμνων ποιητὴς καὶ Θεόδωρος ὁ αὐτοῦ ἀδελφὸς καθ' ἑαυτοὺς ζῶντες τὴν ἀσέβειαν αὐτοῦ κωμῳδοῦσι καὶ διελέγχουσιν, ἤγαγεν αὐτοὺς πρὸς αὐτόν, καὶ φησί "πόθεν ἐστέ;" οἱ δὲ εἶπον "ἐκ Παλαιστίνης." καὶ ὁ Θεόφιλος "καὶ διὰ τί τὴν γῆν ὑμῶν ἀφέντες καὶ εἰς τὴν ἡμετέραν ἐλθόντες οὐ πειθαρχεῖτε τῇ βασιλείᾳ μου;" τῶν δὲ μηδὲν ἀποκριναμένων, τύπτεσθαι αὐτῶν τὰς ὄψεις προστάττει σφοδρῶς. εἶτα καὶ βουνευρήσας μέχρις αὐτοῦ θανάτου, μετὰ θυμοῦ πρὸς τὸν ὕπαρχον ἔφη "ἆρον αὐτοὺς εἰς τὸ πραιτώριον, καὶ ποιήσας στίχους ἔγγραψον αὐτοὺς κολάψας εἰς τὰ πρόσωπα αὐτῶν· καὶ ἂν οὐκ εἰσὶ καλοί, μή σοι μελέτω." τοῦτο δὲ εἶπεν διὰ τὸ εἶναι τοὺς ὁσίους σοφωτάτους. οἱ δὲ ἅγιοι εἶπον "γράφε, γράφε, βασιλεῦ, τὸ δοκοῦν σοι, ὡς μέλλων τοῦ ἀναγνῶναι ταῦτα ἐνώπιον τοῦ δικαίου κριτοῦ." ὁ δὲ ὕπαρχος εἰς τὸ πραιτώριον τοὺς ἁγίους ἀγαγὼν γράφει οὐ μόνον ἐν τῷ προσώπῳ ἀλλὰ καὶ ἐν τοῖς στήθεσι τοὺς στίχους τούτους. πάντων ποθούντων προστρέχειν ἐν τῇ πόλει ὅπου πάναγνοι τοῦ θεοῦ λόγου πόδες ἔστησαν εἰς σύστασιν τῆς οἰκουμένης, ὤφθησαν οὗτοι τῷ σεβασμίῳ τόπῳ 642 σκεύη πονηρὰ δεισιδαίμονος πλάνης. ἐκεῖσε πολλὰ λοιπὸν ἐξ ἀπιστίας πράξαντες αἰσχρὰ δεινὰ δυσσεβοφρόνως, ἐκεῖθεν ἠλάθησαν ὡς ἀποστάται. πρὸς τὴν πόλιν δὲ τοῦ κράτους πεφευγότες οὐκ ἐξαφῆκαν τὰς ἀθέσμους μωρίας· ὅθεν γραφέντες ὡς κακοῦργοι τὰς ὄψεις κατακρίνονται καὶ διώκονται πάλιν. εἶτα γράψας ἐξορίζει. καὶ διερχομένων αὐτῶν μετὰ τῶν δημοσίων ἵππων, ἔτυχεν αὐτοὺς μεῖναι εἰς Κάρτα λιμήν. καὶ ἐπεὶ ὁ μέγας Μεθόδιος ὑπ' αὐτοῦ τοῦ θεοστυγοῦς Θεοφίλου ἐγκεκλεισμένος ἦν ἐν τῇ τοῦ Ἀντιγόνου νήσῳ ἐν μνήματι μετὰ δύο λῃστῶν, γράφουσιν αὐτῷ Θεόδωρος καὶ Θεοφάνης διά τινος πιστοτάτου ἁλιέως, ὃς καὶ ὑπούργει τῷ ὁσίῳ Μεθοδίῳ ἐν εὐτελέσι χρείαις. καὶ γὰρ κανδήλαν αὐτῷ διὰ τὸ σκοτεινὸν τοῦ τάφου ἀπενεγκὼν ἐκόμιζεν αὐτῷ ἑκάστῳ σαββάτῳ ἔλαιον φόλλης μιᾶς, ὅπερ καὶ ἤρκει ταῖς ἑπτὰ ἡμέραις φωτίζον τοὺς ἐγκεκλεισμένους. συνέβη δὲ ἐν μιᾷ ἀσθενῆσαι τὸν ἁλιέα καὶ μὴ ἀπενεγκεῖν τὸ κατὰ τύπον τοῦ σαββάτου· τῇ δὲ προσευχῇ τοῦ ὁσίου τὴν λεῖψιν αὐτοῦ ὁ θεὸς παρεμυθήσατο, καὶ ἡ ἀπειλοῦσα σβεσθῆναι μέχρι τοῦ ἑτέρου σαββάτου ἕως ἔλαιον διήρκεσε λάμπουσα. διὰ τούτου οὖν τοῦ ἁλιέως γράφουσιν 643 τῷ ζῶντι νεκρῷ καὶ νεκρῷ ζωηφόρῳ, οἰκοῦντι τὴν γῆν καὶ πολοῦντι τὸν πόλον, γραπτοὶ γράφουσι δέσμιοι τῷ δεσμίῳ. πρὸς οὓς πάλιν διὰ τοῦ αὐτοῦ ἁλιέως ὁ ὅσιος ἀντέγραψεν τοῖς ταῖς βίβλοισιν οὐρανῶν κλησιγράφοις καὶ πρὸς μέτωπα σωφρόνως ἐστιγμένοις προσεῖπεν ὁ ζώθαπτος ὡς συνδεσμίοις. (23) καὶ ἐν μὲν τῇ ἐξορίᾳ τελευτᾷ ὁ ἐν ἁγίοις