XIII. To sum up my discourse:—Glorify Him with the Cherubim, who unite the Three Holies into One Lord,16 Isai. vi. 3. and so far indicate the Primal Substance as their wings open to the diligent. With David be enlightened, who said to the Light, In Thy Light shall we see Light,17 Ps. xxxvi. 9. that is, in the Spirit we shall see the Son; and what can be of further reaching ray? With John thunder, sounding forth nothing that is low or earthly concerning God, but what is high and heavenly, Who is in the beginning, and is with God, and is God the Word,18 John i. 1. and true God of the true Father, and not a good fellow-servant honoured only with the title of Son; and the Other Comforter (other, that is, from the Speaker, Who was the Word of God). And when you read, I and the Father are One,19 Ib. x. 30. keep before your eyes the Unity of Substance; but when you see, “We will come to him, and make Our abode with him,”20 John xiv. 23. remember the distinction of Persons; and when you see the Names, Father, Son, and Holy Ghost, think of the Three Personalities.
ΙΓʹ. Κεφάλαιον δὲ τοῦ λόγου: Μετὰ τῶν χερουβὶμ δόξασον, συναγόντων τὰς τρεῖς ἁγιότητας εἰς μίαν κυριότητα, καὶ τοσοῦτον παραδεικνύντων τῆς πρώτης οὐσίας, ὅσον ὑπανοίγουσι τοῖς φιλοπόνοις αἱ πτέρυγες. Μετὰ Δαβὶδ φωτίσθητι, πρὸς τὸ φῶς λέγοντος: Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς, οἷον ὥσπερ ἐν τῷ Πνεύματι τὸν Υἱόν: οὗ τί ἂν γένοιτο τηλαυγέστερον; Μετὰ Ἰωάννου βρόντησον, τοῦ υἱοῦ τῆς βροντῆς, μηδὲν περὶ Θεοῦ ταπεινὸν ἠχῶν, μηδ' ἀπὸ γῆς, ἀλλ' ὑψηλὸν καὶ μετέωρον (τὸν ἐν ἀρχῇ τε ὄντα, καὶ πρὸς τὸν Θεὸν ὄντα, καὶ Θεὸν Λόγον, Θεὸν γινώσκων, καὶ Θεὸν ἀληθινὸν ἐξ ἀληθινοῦ Πατρὸς, ἀλλ' οὐ σύνδουλον ἀγαθὸν, υἱοῦ προσηγορίᾳ μόνῃ τετιμημένον: καὶ τὸν ἄλλον Παράκλητον, δηλαδὴ ἄλλον τοῦ λέγοντος: Θεοῦ δὲ ὁ Λόγος): καὶ ὅταν μὲν, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ἀναγινώσκῃς, τὸ συναφὲς τῆς οὐσίας ἐνοπτριζόμενος: ὅταν δὲ, Πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα, τὸ διῃρημένον τῶν ὑποστάσεων λογιζόμενος: ὅταν δὲ, τὸ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος ὄνομα, τὰς τρεῖς ἰδιότητας.