ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΒΑΣΙΛΕΙΟΝ ΕΠΙΣΚΟΠΟΝ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΠΠΑΔΟΚΙΑΣ ΕΠΙΤΑΦΙΟΣ

 Ἔμελλεν ἄρα πολλὰς ἡμῖν ὑποθέσεις τῶν λόγων ἀεὶ προθεὶς ὁ μέγας Βασίλειος, καὶ γὰρ ἐφιλοτιμεῖτο τοῖς ἐμοῖς λόγοις ὡς οὔπω τοῖς ἑαυτοῦ τῶν πάντων οὐδεί

 Ἃ μὲν οὖν πεποίηκέ μοι τὸν λόγον καὶ δι' ἃ τὸν ἀγῶνα τοῦτον ἐνεστησάμην, ταῦτά ἐστιν. Εἰ δὲ τοσοῦτον ἀπήντηκα τοῦ καιροῦ δεύτερος καὶ μετὰ τοσούτους ἐ

 Εἰ μὲν οὖν ἑώρων αὐτὸν γένει καὶ τοῖς ἐκ γένους φιλοτιμούμενον, ἤ τινι τῶν μικρῶν ὅλως καὶ οἷς οἱ χαμαὶ βλέποντες, ἄλλος ἂν ἡρώων ὤφθη κατάλογος. Ὅσα

 Ἐπειδὴ δὲ ὑπὲρ ἀνδρὸς ἡμῖν ὁ λόγος κατ' ἄνδρα κρίνεσθαι τὴν εὐγένειαν ἀξιοῦντος, καὶ μὴ τὰς μὲν μορφὰς καὶ τὰς χρόας ἐξ ἑαυτῶν δοκιμάζεσθαι καὶ τῶν ἵπ

 Διωγμὸς ἦν, καὶ διωγμῶν ὁ φρικωδέστατος καὶ βαρύτατος: εἰδόσι λέγω τὸν Μαξιμίνου, ὃς πολλοῖς τοῖς ἐγγύθεν γενομένοις ἐπιφυεὶς πάντας φιλανθρώπους ἀπέδ

 Ἐπεὶ δὲ νόμιμον αὐτοῖς ἔδει καὶ τὸν ἀγῶνα γενέσθαι: νόμος δὲ μαρτυρίας μήτε ἐθελοντὰς πρὸς τὸν ἀγῶνα χωρεῖν, φειδοῖ τῶν διωκόντων καὶ τῶν ἀσθενεστέρων

 Ἐπόθουν τι καὶ τῶν πρὸς ἡδονὴν οἱ γεννάδαι, τῷ χρόνῳ κάμνοντες καὶ τῶν ἀναγκαίων ὄντες διακορεῖς: καὶ τὰ μὲν τοῦ Ἰσραὴλ οὐκ ἐφθέγξαντο: οὐ γὰρ ἦσαν γο

 Ὦ τοῦ θαύματος! αὐτοὶ τοῦ θηράματος ἦσαν ταμίαι. Ὅσον φίλον εἴχετο θελήμασι μόνον: ὅσον περιττὸν ἀπεπέμφθη ταῖς λόχμαις εἰς δευτέραν τράπεζαν. Οἱ ὀψοπ

 Τῆς δὲ τῶν πατέρων συζυγίας οὐχ ἧττον κατὰ τὸ τῆς ἀρετῆς ὁμότιμον ἢ καὶ τὰ σώματα, πολλὰ μὲν καὶ ἄλλα γνωρίσματα, πτωχοτροφίαι, ξενοδοχίαι, ψυχῆς κάθα

 Τίς οὐκ οἶδε τὸν τούτου πατέρα, Βασίλειον, τὸ μέγα παρὰ πᾶσιν ὄνομα, ὃς πατρικῆς εὐχῆς ἔτυχεν, ἵνα μὴ λέγω μόνος, εἴπερ τις ἀνθρώπων Παντὸς γὰρ κρατῶ

 Οἶμαι δὲ πᾶσιν ἀνωμολογῆσθαι τὸν νοῦν ἐχόντων, παίδευσιν τῶν παρ' ἡμῖν ἀγαθῶν εἶναι τὸ πρῶτον: οὐ ταύτην μόνην τὴν εὐγενεστέραν καὶ ἡμετέραν, ἣ πᾶν τὸ

 Τὰ μὲν δὴ πρῶτα τῆς ἡλικίας ὑπὸ τῷ μεγάλῳ πατρί, ὃν κοινὸν παιδευτὴν ἀρετῆς ὁ Πόντος τηνικαῦτα προὐβάλλετο, σπαργανοῦται καὶ διαπλάττεται πλάσιν τὴν ἀ

 Ἐπεὶ δὲ ἱκανῶς εἶχε τῆς ἐνταῦθα παιδεύσεως, ἔδει δ' αὐτὸν μηδὲν τῶν καλῶν διαφυγεῖν, μηδὲ τῷ φιλοπόνῳ τῆς μελίσσης ἀπολειφθῆναι συλλεγούσης ἐκ παντὸς

 Ἐντεῦθεν ἐπὶ τὸ Βυζάντιον, τὴν προκαθεζομένην τῆς Ἑῴας πόλιν: καὶ γὰρ ηὐδοκίμει σοφιστῶν τε καὶ φιλοσόφων τοῖς τελεωτάτοις, ὧν ἐν βραχεῖ χρόνῳ τὰ κράτ

 Εἶχον ἡμᾶς Ἀθῆναι, καθάπερ τι ῥεῦμα ποτάμιον, ἀπὸ μιᾶς σχισθέντας πηγῆς τῆς πατρίδος εἰς διάφορον ὑπερορίαν κατ' ἔρωτα τῆς παιδεύσεως καὶ πάλιν εἰς τὸ

 Ἐπειδὰν οὖν τις ἐπιστῇ τῶν νέων καὶ ἐν χερσὶ γένηται τῶν ἑλόντων, γίνεται δὲ ἢ βιασθεὶς ἢ ἑκών, νόμος οὗτός ἐστιν αὐτοῖς Ἀττικὸς καὶ παιδιὰ σπουδῇ σύμ

 Τοῦτο ἡμῖν τῆς φιλίας προοίμιον: ἐντεῦθεν ὁ τῆς συναφείας σπινθήρ: οὕτως ἐπ' ἀλλήλοις ἐτρώθημεν. Ἔπειτα συνηνέχθη τι καὶ τοιοῦτον: οὐδὲ γὰρ τοῦτο παρα

 Οἱ μὲν οὖν οὕτως ἀπῆλθον ἄπρακτοι, πολλὰ μὲν τῆς προπετείας ἑαυτοῖς καταμεμψάμενοι, πολλὰ δὲ τῆς ἐπιβουλῆς ἐμοὶ δυσχεράναντες, ὡς καὶ φανερὰν ἔχθραν ὁ

 Ὡς δὲ προϊόντος τοῦ χρόνου τὸν πόθον ἀλλήλοις καθωμολογήσαμεν, καὶ φιλοσοφίαν εἶναι τὸ σπουδαζόμενον, τηνικαῦτα ἤδη τὰ πάντα ἦμεν ἀλλήλοις, ὁμόστεγοι,

 Οὕτω δὴ τὰ πρὸς ἀλλήλους ἔχοντες, καὶ τοιαύτας ὑποστήσαντες εὐτειχεῖ θαλάμῳ χρυσέας κίονας, ὅ φησι Πίνδαρος, οὕτως ᾔειμεν εἰς τὸ πρόσω, Θεῷ καὶ πόθῳ σ

 Δύο μὲν ἐγνωρίζοντο ἡμῖν ὁδοί: ἡ μὲν πρώτη καὶ τιμιωτέρα, ἡ δὲ δευτέρα καὶ οὐ τοῦ ἴσου λόγου: ἥ τε πρὸς τοὺς ἱεροὺς ἡμῶν οἴκους καὶ τοὺς ἐκεῖσε διδασκ

 Καὶ τὸ κάλλιστον, ὅτι καὶ φρατρία τις περὶ ἡμᾶς οὐκ ἀγεννὴς ἦν, ὑπ' ἐκείνῳ καθηγεμόνι παιδευομένη καὶ ἀγομένη καὶ τοῖς αὐτοῖς χαίρουσα: εἰ καὶ πεζοὶ π

 Τίς μὲν οὕτω πολιὸς ἦν τὴν σύνεσιν καὶ πρὸ τῆς πολιᾶς ἐπειδὴ τούτῳ καὶ Σολομῶν τὸ γῆρας ὁρίζεται. Τίς δὲ οὕτως αἰδέσιμος ἢ παλαιοῖς ἢ νέοις, μὴ ὅτι τ

 Εἶχε μὲν οὖν οὕτω ταῦτα, καὶ πλήρης παιδεύσεως ἡ φορτίς, ὡς γοῦν ἐφικτὸν ἀνθρωπίνῃ φύσει: τὸ γὰρ ἐπέκεινα Γαδείρων οὐ περατόν: ἔδει δὲ λοιπὸν ἐπανόδου

 Ὡς δ' οὖν ἐπανήκαμεν, μικρὰ τῷ κόσμῳ καὶ τῇ σκηνῇ χαρισάμενοι καὶ ὅσον τὸν τῶν πολλῶν πόθον ἀφοσιώσασθαι: οὐ γὰρ αὐτοί γε εἴχομεν θεατρικῶς οὐδ' ἐπιδε

 Οὐκ ἐπαινῶ γὰρ ἐγὼ τὴν παρ' ἡμῖν ἀταξίαν καὶ ἀκοσμίαν, ἔστιν ὅτε καὶ ἐφ' ὧν προεδρευόντων ἐν βήμασιν: οὐ γὰρ ἁπάντων τολμήσω κατηγορεῖν, οὐδὲ δίκαιον.

 Ἀλλ' οὐχ ὁ πολὺς οὕτω καὶ μέγας Βασίλειος: ἀλλ' ὥσπερ τῶν ἄλλων ἁπάντων, οὕτω καὶ τοῦ περὶ ταῦτα κόσμου τοῖς πολλοῖς τύπος καθίσταται. Τὰς γὰρ ἱερὰς π

 Ἐγένετό τις πρὸς τὸν ἄνδρα διαφορὰ τῷ πρὸ τούτου καθηγεμόνι τῆς Ἐκκλησίας: τὸ μὲν ὅθεν καὶ ὅπως σιωπᾶν ἄμεινον, πλὴν ἐγένετο: ἀνδρὶ τἆλλα μὲν οὐκ ἀγεν

 Τί οὖν ὁ γεννάδας ἐκεῖνος καὶ τοῦ εἰρηνικοῦ μαθητής Οὔτε γὰρ ἀντιτείνειν εἶχε πρὸς τοὺς ὑβριστὰς ἢ τοὺς σπουδαστάς, οὔτε πρὸς αὐτοῦ τὸ μάχεσθαι, ἢ δι

 Ἐν τούτοις ὄντων ἡμῶν, ἐξαίφνης ἐφίσταται νέφος χαλάζης πλῆρες καὶ τετριγὸς ὀλέθριον, πᾶσαν ἐκτρίψαν ἐκκλησίαν, καθ' ἧς ἐρράγη καὶ ὅσην ἐπέλαβε: βασιλ

 Ὁ μὲν οὖν οὕτω φρονῶν καὶ μετὰ τοιαύτης ἡμῖν ἐπιστρατεύει τῆς ἀσεβείας: οὐ γὰρ ἄλλο τι ἢ βαρβαρικὴν καταδρομὴν τοῦτο ὑποληπτέον, καθαιροῦσαν οὐ τείχη

 Ἆρ' οὖν προεθυμήθη μὲν οὕτως, ἠγώνισται δὲ τῆς προθυμίας ἔλαττον Ἢ διαγωνίζεται μὲν ἀνδρικῶς, οὐ συνετῶς δέ Ἢ πεπαιδευμένως μέν, ἀκινδύνως δέ Ἢ πάν

 Οἱ μὲν οὖν οὕτως ἀπῆλθον ἄπρακτοι, καὶ κακοὶ κακῶς τότε πρῶτον αἰσχυνθέντες καὶ ἡττηθέντες, καὶ μαθόντες μὴ ῥᾳδίως Καππαδοκῶν καταφρονεῖν, εἰ καὶ πάντ

 Τῆς δὲ περὶ τὴν Ἐκκλησίαν τοῦ ἀνδρὸς κηδεμονίας καὶ προστασίας, πολλὰ μὲν καὶ ἄλλα γνωρίσματα: παρρησία πρὸς ἄρχοντας τούς τε ἄλλους καὶ τοὺς δυνατωτά

 Ὁ δὲ ὕειν μὲν οὐκ εἶχεν ἄρτον ἐξ οὐρανοῦ δι' εὐχῆς, καὶ τρέφειν ἐν ἐρήμῳ λαὸν φυγάδα, οὐδὲ πυθμέσι πηγάζειν τροφὴν ἀδάπανον κενώσει πληρουμένοις, ὃ κα

 Τοιοῦτος ἦν ὁ νέος σιτοδότης ἡμῖν, καὶ δεύτερος Ἰωσήφ: πλὴν ὅτι καὶ πλέον τι λέγειν ἔχομεν. Ὁ μὲν γὰρ καταπραγματεύεται τοῦ λιμοῦ καὶ τὴν Αἴγυπτον ἐξω

 Ἐκ δὴ τούτων καὶ τῶν τοιούτων, _τί γὰρ δεῖ πάντα λέγοντα διατρίβειν _ἄρτι τοῦ φερωνύμου τῆς εὐσεβείας μετατεθέντος καὶ ταῖς ἐκείνου χερσὶν ἡδέως ἐναπ

 Οὕτω δὲ τῆς προεδρίας ἀξιωθείς, ὡς τοὺς τοιούτους μὲν γεγονότας, τοιαύτης δὲ χάριτος τετυχηκότας, οὕτω δὲ ὑπειλημμένους εἰκός, οὐ κατῄσχυνεν οὐδενὶ τῶ

 Πρῶτον μὲν ἐκεῖνο πᾶσι ποιεῖ φανερόν, ὡς οὐκ ἀνθρωπίνης χάριτος ἦν αὐτῷ ἔργον, ἀλλὰ Θεοῦ δῶρον τὸ δεδομένον: δηλώσει δὲ καὶ τὸ ἡμέτερον. Οἷα γάρ μοι φ

 Ἔπειτα τὸ στασιάζον πρὸς ἑαυτὸν μαλάσσει καὶ θεραπεύει λόγοις ἰατρικῆς μεγαλόφρονος: οὐ γὰρ θωπευτικῶς οὐδὲ ἀνελευθέρως τοῦτο ποιεῖ, ἀλλὰ καὶ λίαν νεα

 Ἐπεὶ δὲ τὰ οἴκοι κατὰ νοῦν εἶχεν αὐτῷ καὶ ὡς οὐκ ἄν τις ᾠήθη τῶν ἀπίστων κἀκεῖνον ἠγνοηκότων, περινοεῖ τι τῇ διανοίᾳ μεῖζον καὶ ὑψηλότερον. Τῶν γὰρ ἄλ

 Τί γὰρ εἶναι τῆς συμφορᾶς ταύτης ἀνιαρότερον, ὑπὲρ δὲ τοῦ κοινοῦ χρῆναι μᾶλλον σπουδάζειν τὸν ἄνω βλέποντα Ἑνὸς μὲν γὰρ εὖ πράττοντος ἢ κακῶς, οὐδὲν

 Ἓν μὲν οὖν ἐκεῖνο ἐπινοεῖ καὶ λίαν σωτήριον. Συναγαγὼν ἑαυτόν, ὡς οἷόν τε ἦν, καὶ συγκλείσας τῷ Πνεύματι, καὶ πάντας μὲν ἀνθρωπίνους λογισμοὺς κινήσας

 Τί τἆλλα χρὴ λέγειν Ἀλλ' ἧκεν αὖθις ἡμῖν ὁ χριστομάχος βασιλεὺς καὶ τῆς πίστεως τύραννος, μετὰ πλείονος τῆς ἀσεβείας καὶ θερμοτέρας τῆς παρατάξεως, ὡ

 Τὸν μὲν δὴ Περσῶν βασιλέα φασίν, ἐπειδή ποτε κατὰ τῆς Ἑλλάδος ἐστράτευε, πᾶν μὲν γένος ἀνθρώπων ἐπ' αὐτοὺς ἐλαύνων, παντὶ δὲ ζέων θυμῷ καὶ φρονήματι,

 Καὶ δὴ λαμπρὰ μὲν αὐτοῦ τὰ πρῶτα νεανιεύματα, λαμπρότερα δὲ τὰ τελευταῖα καθ' ἡμῶν ἀγωνίσματα. Τίνα δὴ λέγω τὰ πρῶτα Ἐξορίαι, φυγαί, δημεύσεις, ἐπιβο

 Ἐπεὶ δὲ πάντα διεξελθών, ἐπὶ τὴν ἄσειστον καὶ ἀνεπηρέαστον τήνδε τῶν ἐκκλησιῶν μητέρα ὡς δουλωσόμενος ὥρμησε, καὶ τὸν λειπόμενον ἔτι μόνον ζωτικὸν σπι

 Τίς οὐκ οἶδε τὸν τηνικαῦτα ὕπαρχον, πολλῷ μὲν τῷ οἰκείῳ θράσει καθ' ἡμῶν μάλιστα χρώμενον, ἐπειδὴ καὶ παρ' ἐκείνων ἦν τῷ βαπτίσματι τελεσθείς, ἢ συντε

 Τότε δὴ κινηθέντα τὸν ὕπαρχον ζέσαι τε πλέον τῷ θυμῷ καὶ τῆς καθέδρας ἐξαναστῆναι καὶ τραχυτέροις πρὸς αὐτὸν χρήσασθαι λόγοις. »Τί δαί Οὐ φοβεῖ τὴν ἐ

 Τούτοις καταπλαγέντα τὸν ὕπαρχον: »Οὐδείς, φάναι, μέχρι τοῦ νῦν οὕτως ἐμοὶ διείλεκται καὶ μετὰ τοσαύτης τῆς παρρησίας, τὸ ἑαυτοῦ προσθεὶς ὄνομα. _ Οὐδ

 Ἐπειδὴ ταῦτα εἰπεῖν καὶ ἀκοῦσαι τὸν ὕπαρχον, καὶ τὴν ἔνστασιν μαθεῖν τοῦ ἀνδρὸς οὕτως ἀκατάπληκτον καὶ ἀήττητον, τὸν μὲν ἔξω πέμψαι καὶ μεταστήσασθαι,

 Εἰς γὰρ τὸ ἱερὸν εἰσελθὼν μετὰ πάσης τῆς περὶ αὐτὸν δορυφορίας: ἦν δὲ ἡμέρα τῶν Ἐπιφανίων καὶ ἀθροίσιμος: καὶ τοῦ λαοῦ μέρος γενόμενος, οὕτως ἀφοσιοῦτ

 Ἃ δὲ αὐτῷ διείλεκται τῷ βασιλεῖ καὶ μεθ' ὅσης τῆς φιλοσοφίας, ἐπειδή γε αὖθις τρόπον τινὰ συνεκκλησιάσας ἡμῖν εἴσω τοῦ παραπετάσματος ἑαυτὸν ἐποιήσατο

 Ἕτερον δὲ τῶν εἰρημένων οὐκ ἔλαττον. Ἐνίκων οἱ πονηροί, καὶ κυροῦται κατὰ τοῦ ἀνδρὸς ἐξορία: καὶ οὐδὲν ἀπῆν τῶν εἰς τοῦτο φερόντων. Ἡ νὺξ παρῆν, ὁ δίφ

 Τὸ δὲ αὐτὸ καὶ τῷ ὑπάρχῳ μικρὸν ὕστερόν φασι συμβῆναι. Κάμπτει καὶ τοῦτον ταῖς τοῦ ἁγίου χερσὶ συμπεσοῦσά τις ἀρρωστία. Καὶ ὄντως πληγὴ τοῖς εὖ φρονοῦ

 Γυναῖκά τινα τῶν ἐπιφανῶν ἐξ ἀνδρὸς οὐ πρὸ πολλοῦ τὸν βίον ἀπολιπόντος ὁ τοῦ δικαστοῦ σύνεδρος ἐβιάζετο, πρὸς γάμον ἕλκων ἀπαξιοῦσαν. Ἡ δὲ οὐκ ἔχουσα

 Ἄθρει δὴ πάλην ἑτέραν ἀγωνιστοῦ καὶ διώκτου. Τὸ περιαυχένιον ῥάκος σφενδονᾶσθαι προσέταττεν. Ὁ δέ, »Προσαποδύσομαί σοι, φησίν, εἰ βούλει, καὶ τὸ χιτών

 Ὁ μὲν δὴ κοσμικὸς πόλεμος ἐνταῦθα ἐτελεύτησε, καὶ πέρας εἶχεν ἐκ Θεοῦ δεξιὸν καὶ τῆς ἐκείνου πίστεως ἄξιον. Ἄρχεται δὲ ὁ πόλεμος ἐνθένδε ἤδη τῶν ἐπισκ

 Οὐ μὴν ὁ ἅγιος τοῦ Θεοῦ καὶ τῆς ἄνω Ἱερουσαλὴμ ὄντως μητροπολίτης ἢ συναπήχθη τοῖς πταίουσιν, ἢ παριδεῖν ταῦτα ἠνέσχετο, ἢ μικρὰν τοῦ κακοῦ λύσιν ἐπεν

 Δέδοικα μὲν οὖν μὴ ῥᾳθυμίας ἔγκλημα φεύγων, παρὰ τοῖς τὰ ἐκείνου πάντα ἐπιζητοῦσιν, ἀπληστίας περιπέσω γραφῇ, παρὰ τοῖς ἐπαινοῦσι τὸ μέτριον, ὃ μηδὲ ἐ

 Θαυμαστὸν ἡ ἐγκράτεια καὶ ὀλιγάρκεια καὶ τὸ μὴ κρατεῖσθαι τῶν ἡδονῶν, μηδ' ὡς ὑπὸ πικρᾶς καὶ ἀνελευθέρου δεσποίνης, τῆς γαστρός, ἄγεσθαι. Τίς οὕτω μᾶλ

 Μέγα παρθενία καὶ ἀζυγία καὶ τὸ μετ' ἀγγέλων τετάχθαι καὶ τῆς μοναδικῆς φύσεως: ὀκνῶ γὰρ εἰπεῖν Χριστοῦ, ὃς καὶ γεννηθῆναι θελήσας διὰ τοὺς γεννητοὺς

 Τί ἔτι Καλὸν φιλανθρωπία καὶ πτωχοτροφία καὶ τὸ τῆς ἀνθρωπίνης ἀσθενείας βοήθημα. Μικρὸν ἀπὸ τῆς πόλεως πρόελθε, καὶ θέασαι τὴν καινὴν πόλιν, τὸ τῆς

 Πρὸς ταῦτα, τί φήσουσιν ἡμῖν οἱ τὸν τῦφον ἐγκαλοῦντες ἐκείνῳ καὶ τὴν ὀφρύν, οἱ πικροὶ τῶν τηλικούτων κριταί, καὶ τῷ κανόνι τοὺς οὐ κανόνας προσάγοντες

 Ἀλλὰ τί ταῦτα πρὸς τὴν ἐν λόγοις τοῦ ἀνδρὸς ἀρετὴν καὶ τὸ τῆς διδασκαλίας κράτος τὰ πέρατα οἰκειούμενον Ἔτι περὶ τοὺς πρόποδας τοῦ ὄρους στρεφόμεθα,

 Ἡλίου μὲν ἐπαινεῖται παρὰ τῷ Δαβὶδ κάλλος καὶ μέγεθος καὶ δρόμου τάχος καὶ δύναμις, λάμποντος ὡς νυμφίου, εὐμεγέθους ὡς γίγαντος, οὗ καὶ τὸ πολὺ διαβα

 Ἐγὼ τοῦτο μόνον αὐτοῦ διηγήσομαι. Ὅταν τὴν ἑξαήμερον αὐτοῦ μεταχειρίζωμαι καὶ διὰ γλώσσης φέρω, μετὰ τοῦ κτίστου γίνομαι, καὶ γινώσκω κτίσεως λόγους,

 Ἐπεὶ δὲ θεολογίας ἐμνήσθην, καὶ τῆς περὶ τοῦτο τοῦ ἀνδρὸς μάλιστα μεγαλοφωνίας, ἔτι κἀκεῖνο προσθήσω τοῖς εἰρημένοις: χρησιμώτατον γὰρ τοῖς πολλοῖς, τ

 Ἐπεὶ ὅτι γε παντὸς μᾶλλον ᾔδει τὸ Πνεῦμα Θεόν, δῆλον μὲν ἐξ ὧν καὶ δημοσίᾳ τοῦτο πολλάκις ἐκήρυξεν, εἴ ποτε καιρὸς ἦν καὶ ἰδίᾳ τοῖς ἐρωτῶσι προθύμως ἀ

 Φέρε δή, πολλῶν ἐν τοῖς πάλαι καὶ νῦν γεγονότων ἀνδρῶν ἐπ' εὐσεβείᾳ γνωρίμων, νομοθετῶν, στρατηγῶν, προφητῶν, διδασκάλων, τῶν ἀνδρικῶν μέχρις αἵματος,

 Μέγας ὁ Ἀβραὰμ καὶ πατριάρχης καὶ θύτης καινῆς θυσίας, τὸν ἐκ τῆς ἐπαγγελίας τῷ δεδωκότι προσαγαγών, ἱερεῖον ἕτοιμον καὶ πρὸς τὴν σφαγὴν ἐπειγόμενον:

 Ἰωσὴφ ἐγένετο σιτοδότης, ἀλλ' Αἰγύπτου μόνης καὶ οὐ πολλάκις καὶ σωματικῶς: ὁ δὲ πάντων καὶ ἀεὶ καὶ πνευματικῶς, ὅπερ ἐμοὶ τῆς σιτοδοσίας ἐκείνης αἰδε

 Καὶ ἵνα τοὺς Κριτὰς παραδράμωμεν, ἢ τῶν Κριτῶν τοὺς εὐδοκιμωτάτους, Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ, καὶ Θεῷ δοτὸς πρὸ γενέσεως, καὶ μετ

 Ἐπαινεῖς Ἡλίου τὴν πρὸς τοὺς τυράννους παρρησίαν, καὶ τὴν διὰ πυρὸς ἁρπαγήν Ἐλισσαίου τε τὴν καλὴν κληρονομίαν, τὴν μηλωτήν, ᾗ τὸ Ἡλίου πνεῦμα συνηκο

 Ἐπὶ δὲ τὴν νέαν μέτειμι διαθήκην, καὶ τοῖς ἐνταῦθα εὐδοκίμοις τὰ ἐκείνου παρεξετάσας, τιμήσω τὸν μαθητὴν ἐκ τῶν διδασκάλων. Τίς Ἰησοῦ πρόδρομος Ἰωάνν

 Ἐμιμήσατο Πέτρου τὸν ζῆλον, Παύλου τὸν τόνον, τῶν ὀνομαστῶν καὶ μετωνομασμένων ἀμφοτέρων τὴν πίστιν: τῶν υἱῶν Ζεβεδαίου τὸ μεγαλόφωνον: πάντων τῶν μαθ

 Τοσαύτη τοῦ ἀνδρὸς ἡ ἀρετὴ καὶ ἡ τῆς δόξης περιουσία, ὥστε πολλὰ καὶ τῶν ἐκείνου μικρῶν, ἤδη δὲ καὶ τῶν σωματικῶν ἐλαττωμάτων, ἑτέροις εἰς εὐδοξίαν ἐπ

 Ἐπεὶ δὲ τὸν δρόμον τελέσας καὶ τὴν πίστιν τηρήσας ἐπόθει τὴν ἀνάλυσιν, καὶ ὁ τῶν στεφάνων ἐνειστήκει καιρός, κἀκεῖνο μὲν οὐκ ἤκουσεν: »Εἰς τὸ ὄρος ἀνά

 Ἔκειτο μὲν ὁ ἀνὴρ τὰ τελευταῖα πνέων καὶ παρὰ τῆς ἄνω χοροστασίας ἐπιζητούμενος, πρὸς ἣν ἐκ πλείονος ἔβλεπεν. Ἐγχεῖτο δὲ περὶ αὐτὸν πᾶσα ἡ πόλις, τὴν

 Προεκομίζετο μὲν ὁ ἅγιος, χερσὶν ἁγίων ὑψούμενος: σπουδὴ δ' ἦν ἑκάστῳ τῷ μὲν κρασπέδου λαβέσθαι, τῷ δὲ σκιᾶς, τῷ δὲ τοῦ ἱεροφόρου σκίμποδος, καὶ ψαῦσα

 Δεῦρο δὴ περιστάντες με πᾶς ὁ ἐκείνου χορός, ὅσοι τοῦ βήματος καὶ ὅσοι τῶν κάτω, ὅσοι τῶν ἡμετέρων καὶ ὅσοι τῶν ἔξωθεν, τὴν εὐφημίαν μοι συνεργάζεσθε,

 Ταῦτά σοι παρ' ἡμῶν, ὦ Βασίλειε, τῆς ἡδίστης σοί ποτε γλώττης καὶ ὁμοτίμου καὶ ἥλικος. Εἰ μὲν τῆς ἀξίας ἐγγύς, σὴ τοῦτο χάρις: σοὶ γὰρ θαρρῶν, τὸν περ

13.  When sufficiently trained at home, as he ought to fall short in no form of excellence, and not be surpassed by the busy bee, which gathers what is most useful from every flower, he set out for the city of Cæsarea,19    Cæsarea, the Cappadocian city, as seems plain from the context.  Yet Tillemont and Billius incline to think Cæsarea in Palestine is meant. to take his place in the schools there, I mean this illustrious city of ours, for it was the guide and mistress of my studies, the metropolis of letters, no less than of the cities which she excels and reigns over:  and if any one were to deprive her of her literary power, he would rob her of her fairest and special distinction.  Other cities take pride in other ornaments, of ancient or of recent date, that they may have something to be described or to be seen.  Letters form our distinction here, and are our badge, as if upon the field of arms or on the stage.  His subsequent life let those detail who trained him, or enjoyed his training, as to what he was to his masters, what he was to his classmates, equalling the former, surpassing the latter in every form of culture, what renown he won in a short time from all, both of the common people, and of the leaders of the state; by showing both a culture beyond his years, and a steadfastness of character beyond his culture.  An orator among orators, even before the chair of the rhetoricians,20    Chair, etc., Before he had studied rhetoric and philosophy. a philosopher among philosophers, even before the doctrines of philosophers:  highest of all a priest among Christians even before the priesthood.  So much deference was paid to him in every respect by all.  Eloquence was his by-work, from which he culled enough to make it an assistance to him in Christian philosophy, since power of this kind is needed to set forth the objects of our contemplation.  For a mind which cannot express itself is like the motion of a man in a lethargy.  His pursuit was philosophy, and breaking from the world, and fellowship with God, by concerning himself, amid things below, with things above, and winning, where all is unstable and fluctuating, the things which are stable and remain.

Ἐπεὶ δὲ ἱκανῶς εἶχε τῆς ἐνταῦθα παιδεύσεως, ἔδει δ' αὐτὸν μηδὲν τῶν καλῶν διαφυγεῖν, μηδὲ τῷ φιλοπόνῳ τῆς μελίσσης ἀπολειφθῆναι συλλεγούσης ἐκ παντὸς ἄνθους τὰ χρησιμώτατα, ἐπὶ τὴν Καισαρέων πόλιν ἐπείγεται, τῶν τῇδε μεθέξων παιδευτηρίων: ταύτην δὲ λέγω τὴν περιφανῆ τε καὶ ἡμετέραν, ἐπεὶ καὶ τῶν ἐμῶν λόγων αὕτη καθηγεμὼν καὶ διδάσκαλος, τὴν οὐχ ἧττον λόγων μητρόπολιν ἢ τῶν πόλεων ὧν ὑπέρκειται καὶ καθ' ὧν ἔχει τὴν δυναστείαν: ἣν εἴ τις τοῦ ἐν λόγοις κράτους ἀποστερήσειεν, ἀφῃρηκὼς ἔσται αὐτὸ τὸ κάλλιστόν τε καὶ ἰδικώτατον. Ἄλλαι μὲν γὰρ τῶν πόλεων ἄλλοις ἀγάλλονται καλλωπίσμασιν ἢ παλαιοῖς ἢ νέοις, ὅπως ἂν οἶμαι τῶν διηγημάτων ἔχωσιν ἢ τῶν ὁρωμένων: τῇδε λόγοι τὸ γνώρισμα, ὥσπερ ἐν τοῖς ὅπλοις ἢ τοῖς δράμασι τὰ ἐπίσημα. Τὰ δὲ ἑξῆς αὐτοὶ διηγείσθωσαν, οἱ καὶ παιδεύσαντες τὸν ἄνδρα παρ' ἑαυτοῖς καὶ τῆς παιδεύσεως ἀπολαύσαντες: ὅσος μὲν ἦν διδασκάλοις, ὅσος δὲ ἥλιξι, τοῖς μὲν παρεκτεινόμενος, τοὺς δὲ ὑπεραίρων κατὰ πᾶν εἶδος παιδεύσεως: ὅσον κλέος ἐντὸς ὀλίγου χρόνου παρὰ πᾶσιν ἠνέγκατο, καὶ τοῖς ἐκ τοῦ δήμου καὶ τοῖς πρώτοις τῆς πόλεως, μείζω μὲν τῆς ἡλικίας τὴν παίδευσιν, μείζω δὲ τῆς παιδεύσεως τὴν τοῦ ἤθους πῆξιν ἐπιδεικνύμενος: ῥήτωρ ἐν ῥήτορσι καὶ πρὸ τῶν σοφιστικῶν θρόνων, φιλόσοφος ἐν φιλοσόφοις καὶ πρὸ τῶν ἐν φιλοσοφίᾳ δογμάτων: τὸ μέγιστον, ἱερεὺς Χριστιανοῖς καὶ πρὸ τῆς ἱερωσύνης: τοσοῦτον ἦν αὐτῷ τὸ παρὰ πάντων συγκεχωρηκὸς ἐν ἅπασιν! Τῷ δὲ λόγοι μὲν τὸ πάρεργον ἦσαν, τοσοῦτον ἐξ αὐτῶν δρεπομένῳ ὅσον εἰς τὴν καθ' ἡμᾶς φιλοσοφίαν συνεργοὺς ἔχειν, ἐπειδὴ δεῖ καὶ τῆς ἐν τούτοις δυνάμεως πρὸς τὴν τῶν νοουμένων δήλωσιν: κίνημα γὰρ ναρκώντων ἐστὶ νοῦς ἀνεκλάλητος. Φιλοσοφία δὲ ἡ σπουδή, καὶ τὸ ῥαγῆναι κόσμου καὶ μετὰ Θεοῦ γενέσθαι, τοῖς κάτω τὰ ἄνω πραγματευόμενον καὶ τοῖς ἀστάτοις καὶ ῥέουσι τὰ ἑστῶτα καὶ μένοντα κατακτώμενον.