τοῖς ἀκολουθοῦσι προ βάτοις, ὅπερ ἥρμοσεν αὐτῷ λέγειν καθὸ πηγάζει τὴν ζωήν. 83
ταραχὴν ἐκδύσης. ἐπειδὴ οὖν βέβαια καὶ ἀναφαίρετα τὰ τῆς ψυχῆς ἀγαθά, βέβαιος ἡ
100 Jο 14, 5-6 Ἀλήθειαν μὲν ἑαυτὸν λέγει διὰ τὸ τέλειον καὶ ἀκριβὲς τῆς ἀρετῆς, ζωὴν δὲ διὰ τὸ διαρκὲς καὶ αἰώνιον τῆς ὑπάρξεως, τοῦς δὲ ἐν ἀρετῇ βεβιω κότας καὶ ζωῆς αἰωνίου τυγχάνοντας τούτους δηλοῖ πορευομένους πρὸς θεὸν καὶ ταύτην εἶναι τὴν ὁδόν. ἑαυτὸν δὲ ἅμα καὶ πορευόμενον εἴρηκεν καὶ ὁδὸν ὄντα, πορευόμενον μὲν κατὰ τὴν ἐπὶ γῆς πολιτείαν, ἐν ᾗ πᾶσαν ἐπλήρωσεν ἀρετὴν καὶ τὴν ζωὴν ἐπήγαγεν ὡσπερεὶ στέφανον τῇ πολιτείᾳ, ὁδὸν δὲ ὄντα καθότι αὐτὸς ἡ ζῶσα ἀρετὴ καὶ ἡ αἰώνιος ζωὴ ὥστε οὐ κατὰ τὴν ἀσώματον θεότητα πορεία τις αὐτοῦ καὶ πρᾶξίς ἐστι πρὸς τὸν πατέρα συνάπτουσα, ἀλλὰ φύσις αὕτη καὶ οὐσία. προσείληφεν δὲ διὰ σαρκώσεως καὶ τὰς ἐπὶ γῆς ἐνεργείας τε καὶ πράξεις ἀγαθάς, δι' ὧν πᾶσιν ἐπὶ θεὸν καθηγεῖται καὶ πρὸς τὴν ἰδίαν θεότητα. 101 Jο 14, 12 Ἄρτι μὲν τὴν φυσικὴν ἑνότητα ἑαυτοῦ πρὸς τὸν πατέρα διεξῄει, ἐπιφέρει δὲ ἐφεξῆς καὶ τὴν κατὰ χάριν ἑαυτοῦ πρὸς τοὺς ἀποστόλους ἕνωσιν· τοῦτο γὰρ ὁμοίωμα ἐκείνου καὶ μίμησις τοῦ κατὰ φύσιν τὸ κατὰ χάριν· καὶ γὰρ διὰ πίστεως τοῦτο γίνεται, ἐκεῖνο δὲ οὐχὶ διὰ πίστεως, ἀλλὰ κατὰ δύναμιν φυσικήν· οὐ γὰρ πίστει τῇ εἰς πατέρα τὰ θαυμάσια Χριστὸς ἐργάζεται, πίστει δὲ τῇ εἰς υἱὸν ἐπιτελοῦσιν οἱ ἀπόστολοι τὰ υἱοῦ καὶ ἔστιν οὐκ ἴδια μὲν τῶν ἀποστόλων τὰ ἔργα, ἴδια δὲ τοῦ κυρίου καὶ τὰ διὰ τούτων πραττόμενα. διὸ καὶ σέβας μὲν υἱῷ προσάγεται, σέβας δὲ οὐδαμόθεν ἀποστόλοις ὀφείλεται, οὐδὲ ἂν μείζονα τοῦ κυρίου ποιήσωσιν. 102 Jο 14, 13 102 Ποιεῖ Χριστὸς ὅσα αἰτοῦσιν ἀπόστολοι· εἴρηκε γάρ, ὅτι ποιήσω ὃ ἐὰν αἰτήσητε ἐν τῷ ὀνόματί μου. ἴδιον δὲ αὐτοῦ τὸ ἔργον ἐνδείκνυται. ἐν τούτῳ δοξάζεσθαί φησιν ἐν ἑαυτῷ τὸν πατέρα αὐτοῦ μὲν ἐργαζομένου, τοῦ δὲ πατρὸς διὰ τῆς τοῦ υἱοῦ ἐνεργείας ἐκφαινομένου· οὐ γάρ ἐστιν ἑτέρα πρὸς πατέρα πρόσοδος ἢ δι' υἱοῦ οὔτε πάλαι οὔτε νῦν οὔτε αὖθις, ἀλλ' οἰκειότερον ἡ διὰ υἱοῦ πρόσοδος, ἔσχηκε δὲ νῦν, ὅτι
πλησιέστερον ἡμῖν κατέστη σαρκωθείς. 103 Jο 14, 15-16 Τὰ μὲν ὀφείλεται τῷ κυρίῳ παρ' ἡμῶν, περὶ ὧν καὶ παραγγέλλει, τὰ δὲ αὐτὸς ἡμῖν παρέχει, περὶ ὧν ἐπαγγέλλεται· ἡμέτερον γὰρ ἡ τήρησις τῶν ἐντο λῶν καὶ τοῦτο τῆς πρὸς τὸν κύριον ἀγάπης ἀπόδειξις· παρ' αὐτοῦ δὲ ἡμῖν ἡ τῆς θείας φύσεως κοινωνία χορηγεῖται ἐπιτηδείοις εἰς τὴν κοινωνίαν γινομένοις διὰ τῆς ὑπακοῆς· αἰτεῖν δὲ λέγει τὸν πατέρα κατὰ τὴν ἀδελφικὴν πρεσβείαν ὑπὲρ ἡμῶν· αὐτὸς γάρ ἐστιν ὁ διδοὺς κατὰ τὴν δεσποτικὴν ἐξουσίαν καὶ κατὰ τὴν ἐνέργειαν ἁπάντων τῶν πατρικῶν
βουλημάτων. 104 Jο 14, 16-17 Πνεῦμα μὲν οὖν τῆς ἀληθείας τὸ ἀσώματον καὶ ἐξ ἀσωμάτου πεμπό μενον. διὸ καὶ τὸν πατέρα εἴρηκεν ἀποστέλλειν αὐτὸ τὴν ἐξ ἀσωμάτου πα ρουσίαν δηλῶν, ἐπειδὴ αὐτὸς ἐν σώματι θεωρεῖται. ἀόρατος δὲ ἀσωμάτου παρουσία. διὸ καὶ τοῖς τὰ ὁρατὰ μόνα νομίζουσιν εἶναι τούτοις ἄληπτος ἡ παρουσία αὐτοῦ· καὶ γὰρ καὶ ἀνεπαίσθητος καὶ διὰ τοῦτο ἄγνωστος· ὃ γὰρ μὴ θεωροῦσι ὀφθαλμοῖς, τοῦτο οὐδὲ γινώσκουσιν οὐδὲ εἶναι νομίζουσιν, αἰσθά νονται δὲ αὐτοῦ παρόντος οἱ μετέχειν δυνάμενοι. οὗτοι τὴν κρείσσονα αἰσθή σεως οὐσίαν ἐκ τῆς μετουσίας ἐπιγινώσκουσιν ἐξ ἑτέρων ἑαυτοὺς καταλαμβά νοντες, ἐπειδὰν τοῦ πνεύματος πληρωθῶσι καὶ δι' ἧς μετίσχουσι θείας κατα στάσεως τὴν αἰτίαν αὐτῆς δύναμιν θείαν ἤ τινα τέχνην ἐπιγινώσκωσιν ὥσπερ ὁ σοφίαν ἤ τινα τέχνην ἔχων ἐν ἑαυτῷ συνίησιν ὃ ἔχει κἂν τοῖς πλησίον ἀγνοῆται. 106 Jο 14, 27 Πολεμουμένοις ἐπέστη Χριστός, εἰρήνην εἰργάσατο καθελὼν τὴν τῶν πολεμούντων ἰσχύν· οὐ γὰρ ἔτι δύναμις ταῖς ἀντικειμέναις δυνάμεσι κατὰ τῶν οἰκείων Χριστῷ· ἐξεληλύθασι γὰρ ἐκ τῆς αἰχμαλωσίας ἐπιγνόντες τὸν λυτρωτήν. ἀκίνητος οὖν αὐτοῖς ἡ εἰρήνη, διότι ψυχῆς ἐστιν εἰρήνη πρὸς ἐλευθερίαν ἀχθείσης καὶ τὸν φόβον ἀποθεμένης καὶ τὴν
15