De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
λαὸς ὁμοίως ἐκ τρίτου· "οἱ ἐς, ὁ ἀναστὰς Θεὸς ἡμῶν, τοὺς δεσπότας φύλαττε." Οἱ κράκται· "Πνεῦμα τὸ πανάγιον, τὰς αὐγούστας σκέπασον." Καὶ ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ 1.42 κράκται· "Μήτηρ τοῦ Θεοῦ ἡμῶν, φύλαττε τὰ πορφυρογέννητα." Καὶ ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· "Κύριε, ζωὴν αὐτῶν διὰ τὴν ζωὴν ἡμῶν." Φωνὴ, ἦχ. αʹ. "Ἐξανοιγέσθωσαν τάφοι, καὶ νεκροὶ ἐξαναστήτωσαν· ὁ γὰρ Κύριος ἐκ τάφου σήμερον ἐξανέστη. Εὐφραινέσθωσαν οἱ ζῶντες καὶ ζωῆς ἐντρυφάτωσαν· τοῦ γὰρ θανάτου τὸ κέντρον σήμερον ἠφανίσθη. Λευχειμονείτω ἡ κτίσις τὸν κτίστην ἀνευφημοῦσα· ἡ τυραννὶς γὰρ τῆς ἁμαρτίας σήμερον καθῃρέθη. Ἀγαλλιάσθω μεγάλως ἡ πόλις ὑμῶν, δεσπόται, θεότητι τῇ ἐν Τριάδι σήμερον προσκυνοῦσα, εἰς κατάπτωσιν βαρβάρων καὶ ἀνέγερσιν Ῥωμαίων." Καὶ ἀπὸ φωνῆς, λέγουσιν ἀπελατικόν, ἦχ. αʹ. "Τὸ μέγα καὶ σεβάσμιον μυστήριον τῆς ἀναστάσεως" καὶ τὰ ἑξῆς. Καὶ μετὰ τὸ τελειῶσαι τὸν δῆμον τῶν Βενέτων ἀκτολογεῖ ὁμοίως καὶ ὁ δῆμος τῶν Πρασίνων, καὶ λέγει ἀπελατικόν, ἦχ· αʹ. "Σήμερον τὸ τοῖς ἀγγέλοις ἀπόρρητον" καὶ τὰ ἑξῆς. Καὶ μετὰ τὸ τελειῶσαι τὸν δῆμον τῶν Πρασίνων λέγουσιν οἱ κράκται τῶν Βενέτων· "Κύριε, σῶσον τοὺς δεσπότας Ῥωμαίων." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ. "Κύριε, σῶσον." Οἱ κράκται· "Κύριε, σῶσον τοὺς ἐκ σοῦ ἐστεμμένους." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· "Κύριε, σῶσον." Οἱ κράκται· "Κύριε, σῶσον τοὺς δεσπότας σὺν ταῖς αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· "Κύριε, σῶσον." Οἱ κράκται· "Ἐς, ὁ ἀναστὰς Θεὸς ἡμῶν τοὺς δεσπότας φύλαττε." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ τρίτου· "Οἱ ἐς, ὁ ἀναστὰς Θεὸς ἡμῶν, τοὺς δεσπότας φύλαττε." Οἱ κράκται· "Πνεῦμα τὸ πανάγιον τὰς αὐγούστας σκέπασον." Φθογγεῖ καὶ ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· "Μήτηρ τοῦ Θεοῦ ἡμῶν, φύλαττε τὰ πορφυρογέννητα". Φθογγεῖ καὶ ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· "Κύριε, ζωὴν αὐτῶν διὰ τὴν ζωὴν ἡμῶν." Φθογγεῖ καὶ ὁ λαὸς 1.43 ὁμοίως ἐκ τρίτου. Καὶ εὐθέως ῥίπτει ἄνωθεν ἀπὸ τῆς θυρίδος ὁ ἀρτοκλίνης τὰ δύο μέρη τὰ ἀποκόμβια, καὶ ἐπεύχονται τοῖς δεσπόταις, καὶ ἀναχωροῦσιν. Ὑποστροφὴ τῶν δεσποτῶν δείλης ἀπὸ τοὺς Ἁγίους Ἀποστόλους πρὸς τὸ παλάτιον. ∆οχὴ αʹ, εἰς τοὺς Λέοντας. ∆έχεται ἐκεῖσε ὁ δημοκράτης τῶν Βενέτων, ἤγουν ὁ δομέστικος τῶν Σχολῶν, μετὰ καὶ τοῦ περατικοῦ δήμου τῶν Βενέτων, καὶ λέγουσιν οἱ κράκται· "Καλῶς ἦλθεν ἡ ἔνθεος βασιλεία." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ τρίτου· "Καλῶς ἤλθετε." Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς, καὶ μετὰ τὸ ἀποκινῆσαι τοὺς δεσπότας, λέγει ὁ δῆμος τὰ δρομικά· "Χαίροις, κραταιότατε αὐτόκρατορ, χαρὰ τῆς οἰκουμένης, τοῦ Θεοῦ ὁ θεράπων, Ῥωμαίων εὐτυχία, ἀγαλλίασις Βενέτων, εὐφροσύνη καὶ κοσμιότης, σὲ ἡ θεότης ἐπὶ χρόνους ἑκατὸν ἀξιώσῃ τὴν ἑαυτοῦ διέπειν πολιτείαν." Ἄλλο· "Χαρὰ ὧδε σήμερον, γαλήνη καὶ πραότης μεγάλη· οἱ γὰρ δεσπόται χαρὰν ἠμφιεσμένοι ὡς ἑωσφόροι ἐκλάμπουσιν ἐν τῷ κράτει, καὶ δεξιοῦται τῷ κόσμῳ εὐτυχία. Αὐτὴ γὰρ χαρὰ ἡμῶν καὶ ἀγαλλίασις κόσμου." Ἄλλο· "Ἐποίησε δύναμιν ἡ δεξιὰ τοῦ Θεοῦ ἡμῶν, δεσπόται, ἀντελάβετο εἰρήνη τῆς ἰδίας πολιτείας, καὶ ἐν αὐτῷ ἐν τῇ πίστει ὕψωσε πρὸς εὐμένειαν. Ἀγάλλεσθε οὐράνιαι στρατιαὶ τῶν ἀσωμάτων, συναγάλλου στρατόπεδον τῶν Ῥωμαίων, καὶ ἐπαγάλλεσθε πάντες Χριστιανοὶ ἑορτάζειν Κυρίῳ." Ἰστέον ὅτι ταῦτα τὰ δρομικὰ λέγονται καὶ ἐν ταῖς λοιπαῖς προελεύσεσι. ∆οχὴ βʹ, εἰς τὸν Ἅγιον Πολύευκτον. ∆έχεται ἐκεῖσε ὁ δήμαρχος τῶν Βενέτων μετὰ τοῦ δήμου τοῦ Λευκοῦ, καὶ λέγουσιν οἱ κράκται·" Καλῶς ἦλθεν ἡ ἔνθεος βασιλεία." Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε 1.44 τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς. ∆οχὴ γʹ, εἰς τὴν Ἁγίαν Εὐφημίαν τοῦ Ὀλυβρίου. ∆έχεταιἐκεῖσε ὁ δημοκράτης τῶν Πρασίνων, ἤγουν ὁ ἐκσκούβιτος, μετὰ καὶ τοῦ περατικοῦ δήμου τῶν Πρασίνων καὶ λέγει δρομικά, ἦχ. αʹ· "Ὁ ἀχρόνως τῷ Πατρὶ" καὶ τὰ ἑξῆς. Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς. ∆οχὴ δʹ, εἰς τὸ Φιλαδέλφιον. ∆έχεται κἀκεῖσε ὁ δημοκράτης τῶν Βενέτων, ἤγουν ὁ δομέστικος τῶν σχολῶν, μετὰ καὶ τοῦ περατικοῦ δήμου τῶν Βενέτων. Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς. ∆οχὴ εʹ, εἰς τὸν Ταῦρον. ∆έχεται ἐκεῖσε ὁ δήμαρχος τῶν Πρασίνων μετὰ τοῦ δήμου τοῦ