παισὶν οὖσαν. λυπηθεὶς δὲ πάνυ ἐπὶ τοῖς πραχθεῖσι καὶ ἔτι μᾶλλον ὀργισθείς, ὥστε μηκέτι προσίεσθαι τὸν Οἱβάραν, αὖθις μετέγνω καὶ προσίετο αὐτὸν συμβούλῳ τε ἐχρῆτο περὶ τῶν αὐτῶν. τῇ δὲ τοῦ Βαβυλωνίου γυναικὶ πυνθανομένῃ περὶ τοῦ ἀνδρὸς εἶπεν ὅτι ὑπὸ λῃστῶν ἀποθάνοι καὶ ταφείη ὑπ' αὐτοῦ. Μετὰ ταῦτα παρὰ βασιλέα Κῦρον ἀφικόμενον ὁ Οἱβάρας ἀνεδίδασκε καὶ ἐξώτρυνε τὰ βεβουλευμένα σφίσιν δρᾶν καὶ πέμπειν τε εἰς Πέρσας καὶ ὁπλίζειν τοὺς ἐν ἥβῃ καὶ Ἀστυάγην αἰτεῖσθαι δοῦναί οἱ ἡμέρας, ὥς τε τὰ ἱερὰ θύσειε καὶ τὸν πατέρα νοσηλεύσειε φαύλως ἔχοντα. καὶ ὃς ἐπείσθη, τά τε ἄλλα ὅπλα ἤδη ἦν ἕτοιμα, καὶ ὁ Κῦρος ᾐτήσατο βασιλέα τὴν εἰς Πέρσας πορείαν, ὡς ἂν θύσειεν ὑπὲρ αὐτοῦ καὶ ἅμα τὸν πατέρα ἴδοι κακῶς διακείμενον. ὁ δ' οὐ δίδωσιν αὐτῷ ὑπ' εὐνοίας συνεῖναι θέλων· καὶ ὁ Κῦρος ἐν ἀθυμίᾳ ἦν Οἱβάρᾳ δηλώσας ὡς ἀποτύχοι. καὶ ὃς ἐθάρρυνέ τε αὐτὸν καὶ αὖθις ἐκέλευε διαλιπόντα ἡμέρας δεῖσθαι αὐτοῦ περὶ τῶν αὐτῶν, καὶ τεύξεσθαι· δεῖν δὲ αὐτὸν θεραπεύειν προθύμως ἔτι μᾶλλον ἢ πρότερον· καὶ ἐπειδὰν δέηται, δι' ἑτέρου τοῦτο ποιεῖν καὶ μὴ δι' αὑτοῦ. καὶ ὁ μὲν ᾤχετο παρὰ βασιλέα, καὶ τοῦ πιστοτάτου τῶν εὐνούχων ἔχρῃζεν, ὅταν ᾖ καιρός, αἰτήσασθαι αὐτῷ τὴν ἄφοδον παρὰ βασιλέως. ἐπεὶ δ' οὖν ποτε ἑώρα βασιλέα ἐν πολλῇ ὄντα παιδιᾷ τε καὶ μέθῃ, νεύει τῷ εὐνούχῳ λέγειν βασιλεῖ ὅτι· Κῦρος ὁ σὸς δοῦλος αἰτεῖται δοῦναι αὐτῷ ἅ ποτε εὔξατο ἱερὰ ὑπὲρ σοῦ, ὅπως ἂν αὐτῷ εὐμενὴς εἴης, θῦσαι, καὶ ἅμα τὸν αὑτοῦ πατέρα ἀσθενῶς ἔχοντα θεραπεῦσαι. καὶ ὁ Ἀστυάγης καλέσας Κῦρον καὶ μειδιῶν δίδωσι αὐτῷ εʹ μῆνας ὁρίσας, τῷ δὲ ἕκτῳ ὅπως ἐπάνεισι διεκελεύσατο. *προσκυνήσας καθίστησιν ἀνθ' ἑαυτοῦ Τιριδάτην οἰνοχόον βασιλεῖ, ἄχρι αὐτὸς ἐπανίοι. καὶ ἐπὶ Οἱβάραν ἦλθε γεγηθώς. ὁ δ' αὐτὸν ἐκέλευσε παραχρῆμα τοὺς οἰκέτας συλλαβόντα ἀπαίρειν· καί, ἦν γὰρ αὐτὸς 29 ἐπιμελητής, νύκτωρ πάντα εὐτρεπίζει, καὶ ἕωθεν εἰς Πέρσας ὁδοιπόρουν. Ἡ δὲ τοῦ Βαβυλωνίου γυνή, ὃς τὸν ὄνειρον ἔφρασε Κύρῳ, προακηκοϋῖα ἄρα παρὰ τοῦ ἑαυτῆς ἀνδρός, ἡνίκα ἔζη, τὴν ὄψιν, ἥντινα ἔφρασεν αὐτῷ ὁ Κῦρος, τελευτήσαντος αὐτῇ τοῦ ἀνδρός, συνοικοῦσα τῷ ἐκείνου ἀδελφῷ, ἐκείνης τῆς νυκτὸς συναναπαυομένη ἤκουσε παρ' αὐτοῦ ὅτι μέγας γενόμενος οἴχοιτο εἰς Πέρσας. ἡ δὲ αὐτῷ διηγεῖτο τὸν ὄνειρον καὶ τὴν τούτου κρίσιν, ὥσπερ ἤκουσε παρὰ τοῦ ἀνδρός, ὅτι βασιλεύσει Περσῶν. ἕωθεν δὲ ὁ ἀνὴρ ἀτρέμας ἧκε παρὰ Ἀστυάγην, καὶ δι' εὐνούχου ἐρόμενος τὴν εἴσοδον πάντα ἀπήγγειλεν, ὡς ἀκούσειε παρὰ τῆς ἑαυτοῦ γυναικός, ὅτι Κύρῳ ἐφράσθη ὑπὸ τοῦ ἀποθανόντος ἀνδρὸς θεολόγου πρὸς τὴν γενομένην ὄψιν βασιλεῦσαι, καὶ τοῦδ' οὕνεκα ἄρα οἴχοιτο νῦν εἰς Πέρσας οὐ πάλαι δὲ καὶ αὐτὸς ταῦτα ἀκηκοέναι παρὰ τῆς γυναικός· ἕκαστά τε σαφῶς διηγήσατο τοῦ τε ὀνείρου καὶ τῆς †χρηστύος. ἐν πολλῇ δὲ συννοίᾳ γενόμενος Ἀστυάγης πυνθάνεται τοῦ Βαβυλωνίου· τί οὖν χρὴ ποιεῖν. καὶ ὃς ἔφη· κτείνειν αὐτὸν ἐπανελθόντα ὡς τάχιστα· μόνη περ αὕτη ἀσφάλεια ἂν εἴη. καὶ ὁ Ἀστυάγης ἀποπεμψάμενος τὸν Βαβυλώνιον μᾶλλόν τι ἐνεθυμεῖτο τοὺς λόγους αὐτοῦ. εἰς ἑσπέραν δὲ πίνων ἐκάλεσε τὰς παλλακίδας ὀρχηστρίδας οὔσας καὶ κιθαριστρίδας. καί τις αὐτῶν ᾄδουσα τοιαῦτ' ἔλεγεν· ὁ λέων τὸν κάπρον ὑποχείριον ἔχων μεθῆκεν εἰς τὰς λόχμας τὰς ἑαυτοῦ, ἐν αἷς κρείττων γενόμενος πολὺν πόνον αὐτῷ παρέξει, καὶ τελευτῶν ἀσθενέστερος ὢν τὸν ἰσχυρότερον χειρώσεται. ταῦτα ᾀδούσης ἐνθύμια ποιεῖται Ἀστυάγης ὡς τείνοντα εἰς αὐτόν. παραχρῆμα δὴ πέμπει τʹ ἱππεῖς ἐπὶ Κῦρον, οἷς ἐκέλευσεν αὐτὸν καλεῖν ὀπίσω· ἐὰν δὲ μὴ ἕπηται, τὴν κεφαλὴν ἀποτεμόντας φέρειν. οἱ δὲ ᾤχοντο, καὶ ἐπεὶ ἧκον παρὰ Κῦρον, ἔφρασαν τὰ παρ' Ἀστυάγους. κἀκεῖνος, οἷα ἀγχίνους, εἴτε καὶ Οἱβάρα παραινοῦντος, εἶπεν· πῶς δ' οὐ μέλλω ἰέναι, καλοῦντός με τοῦ δεσπότου; ἀλλὰ νῦν δειπνήσατε, πρωῒ δὲ χωρῶμεν παρ' αὐτόν. οἱ δὲ ταῦτ' ἐπῄνουν. ὁ δὲ περσικῶς ὀπτὰ κατακόψας ἱερεῖα πολλὰ καὶ βοῦς εἱστία τε τοὺς ἱππέας καὶ μεθύσκει· προαπέσταλτο δ' αὐτῷ ἄγγελος ἐπὶ τὸν πατέρα χιλίους ἱππεῖς κελεύων καὶ πεντακισχιλίους πεζοὺς ἐπὶ Ὕρβαν †ἑτέραν πόλιν πέμπειν πρὸ