μᾶλλον ἐκ θεοῦ. Ὁ μὲν Ἰωάννης γεννητὸς ἦν γυναικός, οἱ δέ γε τὴν πίστιν προσ ηκάμενοι γεννητοὶ μὲν οὐκέτι χρη ματίζουσι γυναικῶν, "ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν". ὅτε δὲ Χριστὸς ἀνε βίω σκυλεύσας τὸν ᾅδην, τότε τὸ τῆς υἱοθεσίας δίδοται πνεῦμα. ὁ δὲ μακάριος Ἰωάννης πρὸ τοῦ δοθῆναι τὸ πνεῦμα ἀπῆλθεν, ὥστε κἂν ἐλάττονες ὦμεν τῶν ἐν νόμῳ δικαιοσύνην κατωρθωκότων, ἀλλ' ἐν μείζοσι γεγόναμεν διὰ Χριστόν. 137 Mt 11, 11 137 Μείζονα λέγει Ἰωάννου τὸν πιστὸν τὸν διὰ τοῦ λουτροῦ ἀναγεννη θέντα, ἣν κατάστασιν καλεῖ βασιλείαν τῶν οὐρανῶν ὡς τοῖς πιστοῖς διδομένης βασιλείας οὐρανῶν, ἧς οὔπω ἦν τυχὼν ὁ βαπτιστής. ὁ δὲ μόνον βαπτισθεὶς εἰ καὶ μήπω ἔσχεν ἐνάρετον βίον ὑπὲρ τὸν Ἰωάννην ἐστίν. ὁ οὖν λόγος ἔπαινον ἔχει τοῦ ἁγίου βαπτίσματος. 138 Mt 11, 12 Ἐπειδὴ ἡ τῶν οὐρανῶν βασιλεία ἐστὶν ἡ εἰς τὸν Χριστὸν πίστις, ἀπὸ τοῦ κηρύγματος Ἰωάννου ἤρχθη, ὃς ὑπεδείκνυ τὸν κηρυττόμενον διὰ τοῦ βαπτίσματος ἄγοντα εἰς βασιλείαν. ἐκεῖνοι δὲ βιάζονται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσελθεῖν οἱ τῷ τῆς εἰδωλολατρείας ἀποταττόμενοι παλαιῷ καὶ εἰκαίῳ ἔθει καὶ οἱ τῷ γράμματι μὴ προσέχοντες, ἀλλ' ὥσπερ ἐκ βίας τινὸς διὰ τῆς εἰς Χριστὸν πίστεως μεθελκόμενοι. εἰπὼν δὲ ὑπὸ βιαστῶν ἁρπάζεσθαι τὴν βασιλείαν τὸ κακόηθες αἰνίττεται τῶν Ἰου δαίων, οἳ οὐ μόνον οὐκ ἐπίστευον εἰς τὸν Χριστόν, ἀλλὰ καὶ τοὺς ἄλλους διεκώλυον δι' ἀπειλῶν καὶ πληγῶν. καὶ ἔδει βεβαίους τῷ φρονήματι δειχθῆναι τοὺς θέλοντας διὰ τῆς εἰς Χριστὸν πίστεως μετασχεῖν τῆς τῶν οὐρανῶν βασιλείας καταφρονοῦντας τῶν Ἰουδαίων ἀπειλῶν. πλὴν καὶ ὁ πιστός, ὅταν εὐτόνως ἀνθίστηται πρὸς τὰ σωματικὰ καὶ ψυχικὰ πάθη πρὸς τὸ εἰσελάσαι εἰς τὴν τῶν οὐρανῶν βασιλείαν, οὗτος φιλόθεός ἐστι βιαστής. τὸ δὲ ἕως ἄρτι τοῦτ' ἔστιν ἕως τοῦ διηνεκοῦς. 139 Mt 11, 12 Ἡ εἰς Χριστὸν πίστις διὰ τοῦ βαπτίσματος ἡ τοῦ θεοῦ βασιλεία ἐστίν, ἥτις ἤρξατο ἀπὸ τοῦ κηρύγματος Ἰωάννου τοῦ ὑποδεικνύντος τὸν Χριστόν. οἱ δὲ βιαζόμενοί εἰσιν οἱ τῇ εἰδωλολατρίᾳ ἀποταττόμενοι καὶ τῷ παλαιῷ ἔθει. 142 Mt 11, 16-17 Ὥσπερ παιδίων ὀρχουμένων, ἑτέρων δὲ θρηνούντων οὐχ ἵσταται εἰς ἓν <τὸ> βούλημα (ἀμφότερα γὰρ μέμφονται τοῖς ἑταίροις μὴ συμφωνοῦσιν αὐτοῖς), τοιοῦτόν τι πεπόνθασιν Ἰουδαῖοι οὐδὲ τὸ στυγνὸν τοῦ Ἰωάννου οὔτε τὸ ἀνειμένον τοῦ Χριστοῦ ἀποδεξάμενοι οὐδὲ δι' ἑνὸς τρόπου ὠφεληθέντες. 143 Mt 11, 18-19 Ὁ μὲν γὰρ Ἰωάννης δι' ἀσκητικοῦ βίου τὰ τῆς σαρκὸς ἐνέκρου πάθη, ὁ δὲ Ἰησοῦς ὡς θεὸς ἐξουσιαστικῷ νόμῳ ταῦτα ἐνέκρου, οὐ μὴν δι' ἀσκητικῶν πόνων βοηθούμενος. καὶ ὁ μὲν Ἰωάννης "κηρύσσων βάπτισμα μετανοίας" τύπος ἦν κατηφείας τοῖς ὀφείλουσιν ἐπὶ τούτῳ πενθεῖν, ὁ δὲ κύριος "βασιλείαν οὐρανῶν κηρύσσων" τὸ φαιδρὸν ἐν ἑαυτῷ ἐπεδείκνυτο, δι' οὗ νῦν τοῖς πιστοῖς ὑπογράφει τὴν ἐσομένην ζωὴν καὶ τὴν ἄπονον χαράν. 144 Mt 11, 18-19 Ἔπρεπεν Ἰωάννῃ ὡς οἰκέτῃ διὰ τῆς ἄγαν σκληραγωγίας κατα νεκρῶσαι τὰ τῆς σαρκὸς πάθη, τῷ δὲ Χριστῷ ὡς ἐλευθέρῳ δυνάμει τῆς θεότητος ἐξουσιαστικῶς τὰ τῆς σαρκὸς νεκροῦν κινήματα καὶ τὸν ἔμφυτον τῆς σαρκὸς νόμον, οὐ μὴν δι' ἀσκητικῶν πόνων εἰς τοῦτο βοη θεῖσθαι. ὅμως Ἰωάννης "βάπτισμα κηρύσσων μετανοίας" τύπον ἑαυτὸν πάρεσχε τοῖς ὀφείλουσι πενθεῖν, ὁ δὲ κύριος "βασιλείαν οὐρανῶν κηρύσ σων" εἰκότως τὸ ἀνειμένον καὶ φαιδρὸν ἐν ἑαυτῷ ἐπεδείκνυτο, δι' οὗ τοῖς πιστοῖς ὑπέγραφεν τὴν ἀνέκφραστον χαρὰν καὶ τὴν ἄπονον ζωήν. αὐλὸς γάρ ἐστιν ἡ τῆς βασιλείας τῶν οὐρανῶν ἡδύτης, θρῆνος δὲ τὰ γεέννης ἐπώδυνα. 145 Mt 11, 25 Τὸ ἐξομολογοῦμαί φησιν κατὰ συνήθειαν ἀνθρωπίνην ἀντὶ τοῦ χάριν ὁμολογῶ ἤγουν δοξάζω σε· ἔθος γὰρ τῇ θεοπνεύστῳ γραφῇ τὸ τῆς ἐξομολογήσεως ὄνομα κατὰ τοιόνδε τινὰ δέχεσθαι τρόπον. γέγραπται γοῦν ὅτι "ἐξομολογησάσθωσαν" κύριε "τῷ ὀνόματί σου τῷ μεγάλῳ, ὅτι φοβερὸν καὶ ἅγιόν ἐστιν". καὶ πάλιν· "ἐξομολογήσομαί σοι, κύριε,