κακοῦ προσέπτατο». (ῃ. 100) Τὸ δὲ «ἀντικρὺ διέσχεν», ἀντὶ τοῦ διέσχισε καὶ διῆλθεν, ὁποῖον καὶ τὸ «διασχὼν τὴν νεφέλην». ὁ δὲ Κωμικὸς χωρὶς τῆς ˉδˉιˉα προθέσεως τὸ ἔσχον ἀντὶ τοῦ ἔσχασα καὶ διέρρηξα λέγει. Σημείωσαι δὲ ὅτι ἐνταῦθα μὲν ὁ ποιητὴς ἐξέτεινε τὸ δίχρονον τοῦ ἀντικρύ ἐπιρρήματος, ὡς καὶ ἐν τῷ «ἀντικρὺ δ' ἀπόφημι», καὶ πρὸ ὀλίγου ἐν τῷ «ἀντικρὺ δ' ἀν' ὀδόντας», μετ' ὀλίγα δὲ συστέλλει τὸ αὐτὸ δίχρονον. Οὕτω καὶ τοῦ φίλος εἰωθὼς συστέλλειν τὸ δίχρονον ὅμως πρὸ τούτου ἐν τῷ «φίλε κασίγνητε» ἀντὶ μακροῦ ἔλαβε. καὶ ἐνταῦθα δὲ μετ' ὀλίγα ἐν τῷ «νῦν αὖτέ με φίλαι Ἀθήνη» ὁμοίως ἐκτείνει τὸ ˉφˉι. Γίνεται δὲ κατὰ τοὺς παλαιοὺς τὸ ἀντικρύ παρὰ τὴν ˉἀˉνˉτˉι πρόθεσιν καὶ τὸ κάρα, ἵνα ᾖ κυρίως ἀντικαρύ καὶ ἐν συγκοπῇ ἀντικρύ τὸ κατέναντι, οὗ πρὸς ὁμοιότητα ἐρρέθη τὸ ἀντιπρόσωπον. Οὔσης δέ, φασίν, ἀναλογίας, ὡς οὕτως οὕτω, μέχρις μέχρι, αὖθις αὖθι, οὕτω καὶ ἄντικρυς ἀντικρύ, ὅμως ὠξυτονήθη τοῦτο ἀναλόγως κατὰ τὸ μεσηγύ καὶ μεταξύ, καὶ ἅμα διότι μὴ κατὰ τὸ οὕτως οὕτω, μέχρις μέχρι, ἐφύλαξε καὶ τὸ ἀντικρύ τὴν αὐτὴν σημασίαν τῷ ἄντικρυς. Παλάσσεσθαι δὲ λέγει τὸ μολύνεσθαι ἢ πλεονασμῷ τῆς ˉαˉλ συλλαβῆς τὸ ἐπιπάσσεσθαι, ἀφ' οὗ καὶ ἡ παιπάλη, ὡς καὶ ὁ Κωμικός «καταπαττόμενος παιπάλη γενήσομαι». καὶ νῦν μὲν παλάσσεται ὁ τοῦ ∆ιομήδους θώραξ τῷ αἵματι, ὅτε δὲ τὸ βέλος ἐξελκύσει τοῦ ὤμου, ἀκοντισθήσεται τὸ αἷμα. (ῃ. 97) Ἰστέον δὲ ὅτι Αἴλιος ∆ιονύσιος μέμνηται τοῦ Θουκυδίδου εἰπόντος τὸ ἐμπαλασσόμενοι ἀντὶ τοῦ ἐμπλεκόμενοι, περιπειρόμενοι δόρατι, φυρόμενοι. [Ἰστέον δὲ καὶ ὅτι ἐν τοῖς εἰρημένοις κείμενον τὸ «ἐπὶ Τυδείδῃ 2.33 ἐτιταίνετο», τουτέστιν ἔτεινεν, ὁ Πάνδαρος καμπύλα τόξα, τὰ καὶ ἀγκύλα ἐν ἄλλοις, τρόπον παραλαλεῖ ἐτυμολογικόν. Ἀπὸ γὰρ τοῦ τείνειν καὶ τὰ τόξα καὶ τὸ τιταίνειν γίνεται, ὡς ἐν ἄλλοις δηλοῦται.] (ῃ. 101-5) Ὅτι πάνυ ἀλαζὼν ὁ Πάνδαρος, ὃς ἀχρεῖον βαλὼν εἶτα μακρὸν ἐφώνησεν, εὐχόμενος, ἤτοι καυχώμενος, ὡς εἴπερ καιρίαν ἔβαλεν. «ὄρνυσθε» γάρ, φησί, «Τρῶες μεγάθυμοι κέντορες ἵππων· βέβληται γὰρ ἄριστος Ἀχαιῶν» καὶ τὰ ἑξῆς. καὶ τοιαῦτα μὲν αὐτός. (ῃ. 121-32) Ὁ ∆ιομήδης δέ, εἰ καὶ τοῦ βέλους ἐξελκυσθέντος ὑπὸ Σθενέλου αἷμα ἐξ ἀρτηριώδους τινὸς ἀναθέον τόπου ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος, ὅμως οὐ θροεῖται, ἀλλὰ εὐξάμενος ὁρμᾷ κατ' ἐκείνου. (ῃ. 121-8) Ἡ γὰρ Ἀθηνᾶ, φησί, γυῖα ἔθηκεν αὐτῷ ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν, καὶ μένος ἐνῆκε πατρώϊον ἄτρομον, καὶ ἀπ' ὀφθαλμῶν εἷλεν ἀχλύν, ὡς ἂν πρὸς τὸ παρὸν εὖ ἔχοι γινώσκειν ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα, ἤγουν αὐτοπρόσωπόν τε θεὸν καὶ τὸν εἰς ἀνδρὸς μεταπεσόντα μορφήν. καὶ πρῶτα μὲν κατὰ τῆς Ἀφροδίτης ἠρέθισε, μικρὸν δὲ ὅσον καὶ κατὰ τοῦ Ἄρεος. Εἴη δὲ ἂν ἐκεῖνο μὲν ἡ τῶν Τρώων οἷον θηλύτης καὶ ὁ κατὰ πόλεμον, ὡς ἄν τις εἴπῃ, γυναικισμὸς καὶ ἡ βλακεία, ἥν, ὡς εἰκός, μέρη τινὰ Τρωϊκὰ εἶχον. Ὁ δὲ Ἄρης νοηθείη ἂν θυμὸς ἀλόγιστος καὶ φρονήσει μὴ διοικούμενος, ὧν ὁ ∆ιομήδης περιεγένετο, Ἀθηνᾷ τῇ καὶ νίκῃ καὶ φρονήσει συγκροτούμενος. (ῃ. 103) Σημείωσαι δὲ ὅτι ἄριστον Ἀχαιῶν τὸν ∆ιομήδην λέγει ὁ Πάνδαρος οὐχ' ἁπλῶς, ἀλλὰ καὶ τὸ ἑαυτοῦ σεμνολογῶν ἀρίστευμα. (ῃ. 102) Τὸ δὲ «κέντορας ἵππων» ταὐτόν ἐστι τῷ ἐλατῆρας ἢ 2.34 ἱπποδάμους, ᾧπερ ὅμοιόν τι σύνθετον τὸ ἱπποκένταυρος, [ὁ κεντῶν δηλαδὴ ταύρους κυνηγετικῶς. ὅθεν ἡ κωμικὴ βλασφημία κενταύρους ἔπαιξε τοὺς αἰσχρῷ ἔρωτι κεντοῦντας ταῦρον, ὅπερ ἐστὶν ὄρρον, ἀφ' οὗ τὸ ὀρρωδεῖν, ἔτι δὲ καὶ λασταύρους τοὺς πάσχοντας, ὡς οἷον λασιοταύρους ἤγουν δασεῖς τὸν τοιοῦτον ταῦρον. ἡ δ' αὐτὴ καὶ παρὰ τὸν κύνα παίζει τὴν κύνειραν, περὶ ἧς ἀλλαχοῦ δηλοῦται.] (ῃ. 126) Τὸ δὲ πατρῷον μένος διασαφῶν, ἵνα μὴ ἁπλῶς προγονικὸν νοοῖτο, ἐπάγει· «οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς», [ὡς δηλονότι ἐξαίρετον ὂν ἐκεῖνο, καθὰ καὶ ὁ βασιλεὺς ἐδήλωσεν, ὅτε τὸν ∆ιομήδην ὠνείδισεν, ὡς ὀλίγον ἐοικότα τῷ Τυδέϊ.] Πλεονασμὸς δὲ ἀναγκαῖος τοῦ ˉσ καὶ ἐν τῷ σακέσπαλος, ὡς καὶ ἐν τῷ σακεσφόρος, ὃ πρὸς ὁμοιότητα τούτου εἴρηται. (ῃ. 103 ς.) Ὅτι ἐν τῷ «οὐδέ ἑ φημὶ δηθὰ σχήσεσθαι κρατερὸν βέλος» σχήσεσθαι [λέγει τὸ