COMMENTARIVS GEORGII CHOEROBOSCI.

 χρόνους, καὶ οὐ κατάγονται εἰς μεῖζόν τι· οἱ δὲ ῥυθμικοὶ λέγουσι τόδε εἶναι μακρό τερον τοῦδε, φάσκοντες τὴν μὲν τῶν συλλαβῶν εἶναι δύο ἡμίσεος χρόνων

 συλλαβὴ ἡ ἐν τῷ καλὸς μείζων ἐστὶ τῆς ἐν τῷ φίλος· γίνεται γὰρ βραδυτής τις τοῦ χρόνου, ὡς καὶ ἐν τῇ δασείᾳ λέγεται, διὰ τῆς ὀξείας. [ἡ δὲ περισπωμένη

 δὲ μή, οὐκ εἰσὶν ἄντικρυς μακραί, ἀλλὰ κοιναί, ὡς ἑξῆς ῥηθήσεται.9 U 9Μακρὰ συλλαβή ἐστιν ἡ ἔχουσα μακρὸν φωνῆεν ἢ μηκυνόμενον ἢ μίαν τῶν καλουμένων δ

 οὔσῃ κοινῇ οὕτως, ἔνθα φησὶν Ἴστρος τοιαύτας παρθένους λοχεύεται, (συνέστειλε γὰρ τὴν ˉτˉοˉι συλλαβὴν ἐν δευτέρᾳ βάσει ἰάμβου. ἰστέον δὲ ὅτι οὐχ οὕτως

 χωλίαμβον. (4, 15) 9Καὶ ἐν ἔπεσιν εὑρίσκεται ὡς παρὰ Θεοκρίτῳ9 (11, 18) 9ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα καὶ παρ' Ὁμήρῳ9 (Ν 275) 9οἶδ' ἀρετὴν οἷος

 κατὰ ηʹ τρόπους. πρῶτον μέν, ὅτε στιγμὴ ἐπιφέρεται αὐτῇ τῇ μακρᾷ οἷον ἀθάνατοι· οὐδ' εἴ τις ἀπόπροθι δώματα ναίει (ε 80). δεύτερον δέ, ἐὰν αὐτὴ ἡ μακρ

 -Ἄλλως τε οὐδὲ ἔστι δύο ὑγρὰ ἐν συλλήψει, εἰ μὴ μόνον τὸ ˉμ τοῦ ˉν προηγούμενον, ἅπερ καὶ ἔστιν εὑρεῖν ὡς ἀσθενέστερα πολλάκις τῷ 201 λόγῳ τῆς κοινῆς

 ἡμεῖς, ἀλλὰ μᾶλλον οἱ ποιηταί, οἷον τὸ Νέστορα δ' οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης (Ξ 1) καὶ Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε (Ξ 459) καὶ οἱ δὲ

 μετὰ ἀλλήλων μὴ ἔχουσαι ἀντὶ μιᾶς παραλαμβάνωνται. τρόποι δέ εἰσι τῆς συνεκφωνήσεως οἵδε. ἢ γὰρ δύο μακραί· καὶ τὰ ἑξῆς.9 -κ Ἐνταῦθα περὶ τῆς συνεκφων

 μερῶν ἀφωρισμένη. -Ἰστέον δὲ ὅτι ἀπὸ δισυλλαβίας ἕως ἓξ συλλαβῶν μετροῦνται οἱ πόδες. καὶ ἔστιν αὐτῶν μετρῆ σαι τὴν ποσότητα, ὥς τινες φασὶ τῶν τεχνικ

 τῇ θέσει) καὶ ἄνω παίειν ἀεί. 20Ἀμφίμακρος20, ὁ καὶ κρητικὸς καὶ παιωνικὸς ὁ αὐτός, ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς, πεντά 216 χρονος. καὶ ἀμφίμακρο

 καὶ τριῶν μακρῶν, ἑπτάχρονος. ἰστέον δ' ὅτι τοὐναντίον τοῦ παιῶνος ἐνταῦθα ἡ βραχεῖα μετέρχεται. -ἐπίτριτος δεύτερος ἢ ἵππειος δεύτερος ἢ δόχμιος δεύτ

 αὐτῶν εἰσιν οἱ ἀποτελεστικοὶ μέτρων, ὅ τε ἴαμβος καὶ ὁ τροχαῖος (ὅθεν καὶ ἰαμβικὸν λέγεται μέτρον ἢ τρο χαϊκόν, οὐ μὴν πυρριχιακὸν ἢ σπονδειακόν, εἰ κ

 χεσθαι. μᾶλλον δ' ἀκριβέστερον ἐξετάσαντες οἱ περὶ Ἀριστοφάνην τὸν γραμματικὸν καὶ Ἀρίσταρχον, ὡς ἐν τῇ συντάξει τῆς ὀρθογραφίας ἀκριβέστερον ἔγνωμεν,

 τρο χαῖον. τὸ δὲ χωλὸν οὐ δέχεται τοὺς παραλήγοντας τρισυλλάβους·9 καὶ τὰ ἑξῆς. Πρόδηλόν ἐστι τὸ λεγόμενον περὶ τοῦ χωλιάμβου καλουμένου, ὅτι οὕτως ἐπ

 στίχῳ θεραπευόμενος δάκτυλος. καὶ τετράχρονός ἐστιν τῆς κοινῆς, ὡς εἴρηται, ἀντὶ βραχείας οὔσης, οὐ πεντάχρονος· ὁμοίως καὶ ἐπὶ τοῦ παλιμβακχείου. ἀλλ

 Cap. IX. Περὶ χοριαμβικοῦ.

 διαλυομένης εἰς δύο βραχείας, ἢ ἐκ τοῦ ἐναντίου εἰς ἀνάπαιστον, τῆς πρώτης συλλαβῆς πάλιν διαλυομένης· ὁ δὲ τροχαῖος καὶ ὁ ἴαμβος εἰς τρίβρα χυν, τῆς

 9Τὸ ἀπὸ μείζονος Ἰωνικὸν συντίθεται μὲν καὶ καθα ρόν, συντίθεται <δὲ> καὶ πρὸς τὰς τροχαϊκὰς ἐπίμικτον.9 U 9Τὸ ἀπὸ μείζονος Ἰωνικὸν συντίθεται μὲν9 κα

 τροχαῖος ἐκ μακρᾶς καὶ βραχείας συγκείμενος τρίσημός ἐστιν.) ἑπτάσημος δὲ γίνεται, τὴν τελευταίαν ἐκτείνων, τουτέστι τὴν τε τάρτην συλλαβήν, καὶ ποιεῖ

 9Σιμμίας δ' ἐπετήδευσεν ἔν τισι ποιήμασι τοὺς πλείστους κρητικοὺς παραλαμβάνειν μᾶτερ ὦ πότνια κλῦθι.9 Ἰστέον ὅτι ὁ Ὦρός φησιν, ὡς ἀντὶ μακρᾶς ἐστιν ἐ

 γὰρ τὴν πρώτην συζυγίαν ἐκ τροχαίου καὶ σπον-δείου. ἰστέον γὰρ ὅτι ἡ τυΐ μία ἐστὶ συλλαβὴ καὶ 252 ὡς μία ποδίζεται. ἀλλὰ διὰ τὸ ἐπιφέρεσθαι σύμφω-νον

χεσθαι. μᾶλλον δ' ἀκριβέστερον ἐξετάσαντες οἱ περὶ Ἀριστοφάνην τὸν γραμματικὸν καὶ Ἀρίσταρχον, ὡς ἐν τῇ συντάξει τῆς ὀρθογραφίας ἀκριβέστερον ἔγνωμεν, τὸ ˉν τῷ ἐπιφερομένῳ στίχῳ ἐπετίθεσαν, λέγοντες ὅτι ὁ λόγος ἔρρωται ἐπὶ παθῶν. τοῦτο γὰρ καὶ τὰ ὅμοια πάθη εἰσίν, οἱ δὲ κανόνες τῶν ὑγιῶν, οὐ τῶν πεπον θότων εἰσὶ κανονιστικοί. ὅμως δὲ εὑρέθησαν πολλὰ μέτρα εἰς μέρος λέξεως ἀπαρτίζοντα καὶ ἀπὸ τοῦ ἄλ λου μέρους τῆς λέξεως ἀρχόμενα· καὶ φέρει μὲν ὁ τε χνικός τινα παραδείγματα. εἰσὶ δὲ καὶ ἄλλα πολλά, οἷον παρὰ Καλλιμάχῳ ἐν Ἐπιγράμμασιν XLII) ἥμισύ μοι ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δ' οὐκ οἶδ' εἴτ' Ἔρος εἴτ' Ἀΐδης ἥρπασεν ἐκ μερόπων· καὶ Μένανδρος ἐν Πλοκίῳ (φρ. 412) λεπτὸν μεθ' ἑτέρας ἱστὸν ὑφαίνει· καὶ ἐξαιρέτως παρὰ Σοφοκλεῖ OT 332 sq.) ἐγὼ οὔτ' ἐμαυτὸν οὔτε σ' ἀλγυνῶ. τί ταῦτ' ἄλλως ἐλέγχεις; οὐ γὰρ ἂν πύθοιό μου, ὥστε καλεῖσθαι τὸ εἶδος Σοφόκλειον καὶ ἐπισυναλοι φὴν διὰ τὸ ἐπισυνάπτεσθαι τὸ σύμφωνον τῷ ἑξῆς ἰάμβῳ ἢ στίχῳ. ἰστέον δ' ὅτι διὰ τὸ ἀδύνατον ὁ Εὐφορίων τὸ Ἀπολλόδωρος διέλυσε φάσκων καί τις Ἀπολλό δωρος ἐφ' υἱέα Λειοφόωντος. 227

Cap. V. Περὶ ἰαμβικοῦ. 9

Τὸ ἰαμβικὸν δέχεται κατὰ μὲν τὰς περιττὰς χώρας, τουτέστι πρώτην, τρίτην καὶ πέμπτην, ἴαμβον, τρίβραχυν καὶ σπονδεῖον, δάκτυλον, ἀνάπαιστον, κατὰ δὲ τὰς ἀρ τίους τουτέστι δευτέραν9 .... U 9Τὸ ἰαμβικὸν δέχεται κατὰ μὲν τὰς περιττὰς χώρας ἴαμβον, τρίβραχυν καὶ ἀνάπαιστον, δάκτυλον, σπονδεῖον, κατὰ δὲ τὰς ἀρτίους ἴαμβον, τρίβραχυν, ἀνάπαιστον· τοῦτο δὲ παρὰ μὲν τοῖς κωμικοῖς συνεχῶς, παρὰ δὲ τοῖς ἰαμβικοῖς καὶ τραγικοῖς σπανιώτερον.9 -κ Ἐντεῦθεν ἄρχεται κυρίως κανονίζειν τὰ μέτρα πάνυ σαφέστατα ἀπαγγέλλων, ὅτι κατὰ τὰς περιττὰς χώρας, οἱονεὶ κατὰ τὸν πρῶτον καὶ τρίτον καὶ πέμπτον πόδα, δέχεται ἕνα τῶν πέντε τούτων ποδῶν, κατὰ δὲ τὰς ἀρτίους, τουτέστι κατὰ δεύτερον καὶ τέταρτον, ἕνα τῶν τριῶν· πάντως γὰρ ἡ ἀρτία ἀπὸ βραχείας θέλει ἄρχεσθαι καὶ δέχεται ἴαμβον ἢ τρίβραχυν τὸν λεγό μενον χορεῖον ἢ ἀνάπαιστον. τοῦτον δὲ τὸν ἀνάπαι στον συνεχῶς παρὰ κωμικοῖς δέχεται, σπανίως δὲ παρὰ τοῖς ἰαμβοποιοῖς καὶ τραγικοῖς. ἰαμβοποιοὺς δὲ καλεῖ τὸν Σιμωνίδην καὶ Ἀρχίλοχον καὶ Ἱππώνακτα. Ἰστέον δὲ ὅτι εἰσὶ τοῦ ἰάμβου μονόμετρα, δίμετρα, ἕως τῶν ἓξ ποδῶν, κατὰ πόδα καὶ κατὰ διποδίαν· οὐ 228 μὴν πλέον τῶν ἓξ μέτρων εὑρίσκεται. οἷον κατὰ πόδα μονόμετρον τὸ 20φεῦ φεῦ20 καί τινα τοιαῦτα συνεχῶς παρὰ τραγικοῖς εὑρισκόμενα. Εἶτα λέγει περὶ τῆς ἕκτης χώρας τοῦ ἰάμβου, ὅτι δέχεται ἢ ἴαμβον ἢ πυρρίχιον. 9"3ὅταν δὲ καταληκτικόν, τὸν ἴαμβον παραλήγοντα ἢ σπανίως τρίβραχυν, ὥστε γενέσθαι τὴν κατακλεῖδα ἤτοι ἀμφίβραχυν ἢ βακχεῖον"3.9 Κατακλεῖδα λέγει <τὸν πρὸ τῆς καταληκτικῆς συλ λαβῆς πόδα καὶ αὐτὴν> τὴν ληκτικὴν συλλαβήν. τοῦτο οὖν φησιν, ὅτι ἡνίκα ἐστὶ καταληκτικὸν μέτρον τοῦ ἰάμβου, τουτέστι λεῖπον συλλαβῇ, τότε τὸν παραλή γοντα, τουτέστι τὸν πέμπτον, πόδα ἴαμβον ἔχει ἢ σπανίως τρίβραχυν, τῶν δύο βραχειῶν εἰς μίαν μα κρὰν παραλαμβανομένων κατὰ τὴν καλουμένην κοινὴν λύσιν, ὡς πολλάκις προείρηται, καὶ τὴν τελευταίαν συλλαβὴν τοῦ ἕκτου ποδὸς ἢ μακρὰν ἢ βραχεῖαν. εἰ μὲν γὰρ βραχεῖαν, ἀμφίβραχυς εὑρεθήσεται ὁ πέμπτος πούς, οἷον τὸ τετράμετρον Ἱππώνακτος90 † Heph. 16, 23 [εἰ ἄρα βραχεῖα ἐστὶν ἡ ἐν τέλει, ἐν τῷ] εἴ μοι γένοιτο παρθένος καλή τε καὶ τέρεινα. εἰ δὲ μακράν, τότε βακχεῖος εὑρεθήσεται ὁ πέμπτος πούς, οἱονεὶ ὁ ἐκ βραχείας καὶ δύο μακρῶν συγκείμε νος, οἷον τὸ Ἀρχιλόχου τρίμετρον fr. 116) ὄγμος κακοῦ δὲ γήραος καθαιρεῖ καὶ τὰ τοιαῦτα. 229 (17, 1) 9Ἔστι δὲ ἐπίσημον ἐν τοῖς ἀκαταλήκτοις καὶ τὸ χωλὸν καλούμενον, ὅπερ τινὲς μὲν Ἱππώνακτος, τινὲς δὲ Ἀνανίου εὕρημά φασιν. διαφέρει δὲ τοῦ ὀρ θοῦ, ᾗ ἐκεῖνο μὲν ἴαμβον ἔχει τὸν τελευταῖον ἢ πυρ ρίχιον διὰ τὴν ἀδιάφορον, τοῦτο δὲ σπονδεῖον ἢ