βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
Βʹ. ΑΡΧΗ ΧΡΟΝΙΚΟΥ ΓΕΩΡΓΙΟΥ ΜΟΝΑΧΟΥ. A. Περὶ γενεαλογίας Ἀδὰμ καὶ τῶν υἱῶν αὐτοῦ. Ἀδὰμ τοίνυν, κατὰ τὸν
σοφώτατον καὶ θεῖον ὑποφήτην Μωϋσῆν, γενόμενος ἐτῶν σλʹ ἐγέννησε τὸν Σήθ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη Ϡλʹ καὶ ἀπέθανεν. Ὃς καὶ λέγεται πρῶτος εἰς τὴν γῆν ἐξ ἧς ἐλήφθη, ταφῆναι· καὶ μνῆμα αὐτῷ κατὰ τὴν τῶν Ἱεροσολύμων γεγονέναι γῆν, Ἑβραϊκή τις ἱστορεῖ παράδοσις, ὥς φησιν Ἰώσηπος. Θνήσκει δὲ κατὰ τὴν παραβάσεως ἡμέραν χιλιονταετίας τῆς τοῦ Θεοῦ ἡμέρας ἐχούσης τὸ διάστημα, Ϡλʹ ἔτη μόνον ζήσας τελευτᾷ. Τοῦτον λέγεται πρῶτον εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθη, ταφῆναι. Ἀφανὲς γάρ φασι τὸ τοῦ Ἄβελ σῶμα γενέσθαι, τοῖς μετέπειτα δικαίοις ἀγα θὰς ἀποφαίνων ἐλπίδας. ̣2 ̣ Σὴθ δὲ γενόμενος ἐτῶν σεʹ ἐγέννησε Ἐνὼς, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ψζʹ καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη Ϡιβʹ Περὶ οὗ εἴρηται· "Εἰσῆλθον οἱ υἱοὶ τοῦ 32 Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων," ἤτοι τὰς ἀπὸ τοῦ Καΐν. Θεὸν γὰρ αὐτὸν οἱ τότε ἄνθρωποι προσηγόρευον διὰ τὸ ἐξευρεῖν τὰ Ἰουδαϊκὰ γράμματα καὶ τὰς τῶν ἀστέρων ὀνομασίας, καὶ πρὸς τούτοις καὶ τὴν πολλὴν αὐτοῦ εὐσέβειαν θαυμάσαντες· ὅς γε 110.88 καὶ πρῶτος ἤλπισεν ἐπικαλεῖσθαι θεὸς καὶ ὀνο μάζειν, καθὰ δὴ καὶ τῷ Μωϋσῆ λέγει Κύριος· "Θεὸν δέδωκά σε τῷ Φαραώ." Καὶ περὶ τῶν ἐναρέτων καὶ πνευματικῶν καὶ τῶν κριτῶν ἔφη· "Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντας τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς." Εἰκότως οἱ τοῦ Σὴθ καὶ τοῦ Ἐνὼς καὶ Ἐνὼχ παῖδες υἱοὶ Θεοῦ καὶ υἱοὶ τῶν θεῶν κατὰ τὸν Σύμμαχον νοείσθωσαν, οἵ τινες ἁλόντες ἀκολασίᾳ πρὸς τὰς θυγατέρας Καῒν εἰσῆλθον, ἐξ ὧν οἱ τῆς κατ' ἀλλήλου μιαιγαμίας γίνονται γίγαντες, διὰ μὲν τὸν δίκαιον Σὴθ ἰσχυροὶ καὶ μέγιστοι, διὰ δὲ τὸν ἄδικον καὶ βέβηλον Καῒν πονηροὶ καὶ κάκιστοι. ̣3 ̣ Ἐνὼς δὲ γενόμενος ἐτῶν ρ ϛʹ ἐγέννησε τὸν Καϊνᾶν, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ψιεʹ καὶ ἀπέθα νε, ζήσας τὰ πάντα ἔτη Ϡεʹ. ̣4 ̣ Μαλελεὴλ δὲ γενόμενος ἐτῶν ρξεʹ ἐγέννησε τὸν Ἰάρεδ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ψλʹ, καὶ ἀπέθανε, ζήσας τὰ πάντα ἔτη ω ϛεʹ. ̣5 ̣ Ἰάρεδ δὲ γενόμενος ἐτῶν ρξβʹ ἐγέννησε τὸν Ἐνὼχ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ωʹ, καὶ ἀπέθανε, ζήσας τὰ πάντα ἔτη Ϡξβʹ. ̣6 ̣ Ἐνὼχ δὲ γενόμενος ἐτῶν ρξεʹ, ἐγέννησε τὸν Μαθουσάλα, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ςʹ, καὶ μετετέθη ζήσας τὰ πάντα ἔτη τξεʹ. ̣7 ̣ Μαθουσάλα δὲ γενόμενος ἐτῶν ρξζʹ ἐγέννησε τὸν Λαμὲχ καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ωβʹ, καὶ ἀπέθανε, ζήσας τὰ πάντα ἔτη Ϡξθʹ. ̣8 ̣ Λαμὲχ δὲ γενόμενος ἐτῶν ρπηʹ ἐγέννησε τὸν Νῶε, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη φξεʹ, καὶ ἀπέθανε, ζήσας τὰ πάντα ἔτη ψνγʹ. ∆ύο τοίνυν Λαμὲχ ἡ Γραφὴ μνημονεύει, ἕνα μὲν τὸν ἀπὸ Καῒν, ἐκ δὲ τοῦ πατρὸς Νῶε. Γεγέννηται γὰρ Νῶε διὰ Λαμὲχ, οὐκ ἐκ τοῦ ἀπὸ Καῒν καὶ πεφονευκότος ἄνδρα καὶ νεανίσκον, ἀλλ' ἐκ μεταγενεστέρου καὶ ἐξ ὁμωνύ μου τοῦ ἀπὸ Σήθ. Ἐκεῖνος γὰρ λέγει· "Ἄνδρα 33 ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοί." Καὶ ὡς δύο φόνους πεποιηκὼς καὶ τῶν δύο τὰς γυναῖκας εἴληφεν, Ἐλδὰν καὶ Σελὰν, ἑαυτὸν καταμέμφεται ἑβδομηκοντάκις ἑπτὰ ἄξιον εἶναι κολάσεως, "ὅτι ἐκ Καῒν μὲν, φησὶν, ἐκδικεῖται ἑπτάκις, ἐκ δὲ Λαμὲχ ἑβδομηκοντάκις ἑπτά." Καὶ διὰ τί μειζόνως κολάζεται; ∆ιότι τῇ πτώσει τοῦ προημαρτηκότος οὐκ ἐσωφρονίσθη. Ὁρᾷς, πῶς τὸ πρὸ ἡμῶν ἁμαρτάνειν αὔξει καὶ τὴν κόλασιν ἡμῖν; Τοῖς οὐδ' οὕτως σωφρονιζομένοις καὶ ἀσύγγνωστον ποιεῖ τὴν τιμωρίαν, ὥσπερ οὖν καὶ ὁ Λαμὲχ οὕτω πέπονθεν. Τοῦ δικαίου γὰρ Ἐνὼχ ἀδελφοὺς ἀνεῖλε, τοῦ πίστει διὰ τοῦτο προσευξαμένου, μὴ ἰδεῖν τοιοῦτον θάνατον, ἀκουσθεὶς μετετέθη. Ἦν δὲ Ἐνὼχ ἐκ τοῦ δικαίου Σὴθ, ἐξ οὗ Χριστὸς κατ άγεται γενεαλογούμενος ἀπὸ τοῦ Ἀδὰμ ὑπὸ τοῦ 110.89 Λουκᾶ ἕως τοῦ Σὴθ, καὶ "τοῦ Ἀδὰμ καὶ τοῦ Θεοῦ," τὸ μὲν κατὰ σάρκα ἐξ αὐτῶν, τὸ δὲ κατὰ πνεῦμα ἐκ τοῦ Θεοῦ. Πνεῦμα γὰρ ὁ Θεός. Ἐσπούδαζε γὰρ τῶν ἀσεβῶν σπέρμα τῶν δικαίων