ἀχθόμενοι ἐχρῶντο οἱ τῆς πόλεως, ἢ ὡς ἐχρῆν, ὡς εἶχε, τάχιστα ἀπηλλάττετο διὰ θαλάττης ἐπὶ τὸν πατέρα αὐτοῦ ἐν νῷ ἔχων ἀπιέναι. ὡς δὲ ἐπιπέμπων αὐτῷ ὁ πατὴρ προηγόρευεν ἄλλου πη ἀπιόντα ἀπαλλάττεσθαι, ὡς οὐκέτι αὐτῷ ἐνὸν δέχεσθαι διὰ δέος τοῦ Ἀμουράτεω, ἔγνω δεῖν ἐς αὐτὸν ἴεσθαι δὴ τὸν Ἀμουράτην παραιτησόμενον, εἴ τι μὴ ἐν δέοντι διαπραξαμένῳ αὖθις αὐτῷ μεμελέτηκεν. Ἀμουράτης δὲ 1.43 πυνθανόμενος τὸν βασιλέως παῖδα ἐπ' αὐτὸν ἀφικνεῖσθαι ἠγάσθη τε αὐτὸν τῆς γενναιότητος, καὶ ἀπαντήσας, ᾗ πρότερον εἰώθει ποιεῖν αὐτῷ ἐπελαύνοντι, ἔπειτα προσεῖπε, καὶ ἐπισχών τι βραχὺ οὕτω διηλέγχθη μετ' αὐτοῦ. μετὰ δὲ ταῦτα προσγελάσας αὐτῷ ἔλεγε τοιάδε. "Ὦ παῖ βασιλέως, ὡς μὲν σὺν δίκῃ τῇ ἐμῇ χώρᾳ νῦν, πρότερον δὲ ὑμετέρᾳ οὔσῃ ἐπιβουλεύων ἑάλως, καὶ ταῦτα, ὅσα διεπράξω, σὺν δίκῃ διαπεπραγμένος εἴης, ἐπισταμένῳ μοι ταῦτά ἐστι, καὶ ἤδη συγγνώμην σοι παρεχόμενος ἐν τῷ παρόντι, ὅρα, μὴ εἰσαῦθις ἁλοὺς τοιοῦτον ἐς ἐμὲ καὶ τὴν ἐμὴν ἀρχὴν διαπραττόμενος εἴης. ἐμέ τε γὰρ καὶ θεὸν ἅμα τὸν τοῦδε κηδόμενον, ἀποδεδειχὼς ἤδη φαυλότατά σε δὴ διαγενόμενον· ὡς ταύτῃ ἄμεινον ἔχεις γενόμενος, ἐφ' ὑμῖν τὰ τῆς Εὐρώπης πράγματα." "ἀλλ' ἐγώ," ἔφη ἐκεῖνος, "καὶ θεὸν αὐτὸν παρὰ σοῦ, ᾗ ἔχει, ὡς ἄριστα διαιτῶντα αἰσθόμενος ἤϊα ἐπὶ σέ, ἐν τοσαύτῃ αἰτίᾳ γενόμενος. ὡς ἄν μοι ἐπιτηδείως σχοίης, ἐφ' οἷς πεπλημμέληταί μοι ἐπὶ σὲ καὶ τὴν σὴν βασιλείαν." Οὕτω δὲ καὶ Ἀμουράτης συνέγνω τε αὐτῷ τὴν ἁμαρτίαν, καὶ τῷ πατρὶ αὐτοῦ ἐπιπέμπων ἐκέλευε τὸν παῖδα αὐτοῦ δέχεσθαι· ὁ δὲ ἐποίει τε, ᾗ ἐνετέλλετο, καὶ τὸν παῖδα αὐτίκα 1.44 προσίετο ἐς Βυζάντιον. Χαρατίνης δὲ τήν τε Θέρμην παραλαβὼν καὶ τοὺς ξυναφεστῶτας δουλωσάμενος μέγα εὐδοκίμει παρ' Ἀμουράτῃ, καὶ πρόσθεν μέγας ὢν παρ' αὐτῷ καὶ μέγιστον δυνάμενος. Λέγεται μὲν περὶ Χαρατίνεω πολλὰ ἄξια λόγου, ὡς ὑποτιθεμένου Ἀμουράτῃ τὰ δέοντα καὶ τὰ πλείω ὑπηρετοῦντι διαπράττεσθαι μεγάλα ἄττα κατά τε Ἀσίαν καὶ Εὐρώπην· καὶ λόγοι δὲ αὐτοῦ πρὸς Ἀμουράτην ἀπομνημονεύονται, ἐρίζοντος αὐτῷ περὶ συνέσεως καὶ στρατηγίας. ἐρομένου γὰρ αὐτοῦ λέγεται "Ἀμουράτη ὦ βασιλεῦ, πῶς ἂν δὴ μάλιστα στρατηγῇ, ἕως, ἂν βούλοιτό οἱ γενέσθαι, τούτων ῥᾳδίως ἐπιτυγχάνοι;" τὸν δὲ φάναι λέγεται "εὖ τε στοχαζόμενος, καὶ τοὺς στρατιώτας ὡς οἷόν τε μάλιστα εὐεργετῶν." τὸν δὲ ἐπανερέσθαι "καὶ πῶς ἂν δὴ" εἰπόντα "στοχάζεσθαι ὀρθῶς;" τὸν δὲ φάναι "εἰ μετρῶν τὰ εἰκότα μὴ σφάλληται περὶ τὰ μέτρα." ἐνταῦθα καγχάσαι λέγεται Χαρατίνην πάνυ μέγα, καὶ ἐπειπεῖν "Ἀμουράτη ὦ βασιλεῦ, σωφρονεῖν ἄριστ' ἂν δοκοίης. πῶς δ' ἂν μετροίη, ἂν μὴ παρὼν ἑκάτερα θεωρῇ, τά τε δέοντα καὶ τἀναντία τούτων, καὶ τῶν μὲν ἀπέχοιτο, τὰ δὲ αὑτῷ μεταδιώκοι ἑλόμενος, φθάνων τε τούτων τὰ δέοντα;" διὰ ταῦτα δὲ ταχυτῆτα αἰνιττόμενος προφέρειν μέγα 1.45 τῶν ἄλλων ἀγαθῶν ἐς τὸ μεγάλα κατεργάζεσθαι, ὡς οὐδὲν ἄλλο πρὸ ταχυτῆτός τε καὶ σπουδῆς τόν γε στρατηγὸν χρῆναι ἐπιτηδεύειν, καὶ πανταχοῦ παραγενόμενον, ὅποι ἂν δέοι πῃ παρεῖναι. ταῦτα μὲν οὖν διειλεγμένους ἀλλήλοις ἀποδείκνυσθαι γνώμας οὐ τοῦ δέοντος ἐλλιπεῖς. Ἀμουράτης μὲν οὖν διιὼν ἁπανταχῇ ὡς τάχιστα, δέους τε ἐπλήρου ἅπαντα καὶ φυλακῆς, Χαρατίνῃ χρώμενος ὑπηρέτῃ τῷ πάντα ἀρίστῳ καὶ ἐς τὸ συλλαμβάνειν αὐτῷ καὶ ὁτιοῦν ξυνεπιλαβέσθαι, καὶ ἐπιτηδείως ἔχοντι ἐς τὰ μάλιστα, καὶ οὐκ ὀλίγα ἐς τὴν ἀρχὴν αὐτῷ ποιησαμένῳ κατὰ τὴν Εὐρώπην. ὑπηγάγετο μὲν οὖν τοσάδε ἔθνη καὶ ἡγεμόνας τοὺς ἐν τῇ Εὐρώπῃ ἐς φόρων τε ἀπαγωγήν, καὶ συνεπομένους αὐτῷ, ὅποι ἂν στρατεύοιτο, Ἑλλήνων βασιλεῖς εἶχέ οἱ στρατευομένους. Ἐμμανουήλῳ δὲ ἠρέσκετο μάλιστα δὴ ξυμπάντων Ἑλλήνων. εἶχε δὲ καὶ τῶν Μυσῶν βασιλέα, πρὸς δὲ καὶ ∆ραγάσην τὸν Ζάρκου παῖδα καὶ Μπόγδανον τὸν τὴν Ῥοδόπην κατέχοντα καὶ ἄλλους τοὺς ἐν τῇ Εὐρώπῃ ἡγεμόνας καὶ Τριβαλλῶν καὶ Ἑλλήνων καὶ Ἀλβανῶν.τούτων δὲ ἁπάντων κατεστρατευμένων, καὶ τῶν ἐν τῇ Ἀσίᾳ ἡγεμόνων αὐτῷ συνεπομένων ἐς τοὺς πολέμους ἤλαυνε δὲ τελευτῶν. ὡς μὲν οὖν Ἕλληνες κατεστραμμένοι ἐδεδούλωντο Ἀμου 1.46 ράτῃ τῷ