βασιλείας αὐτῷ κράτος περιεγένετο, πρὸς τούτοις τὴν ἐν ποιμνίοις ζωὴν τοῦ ∆αβίδ, τὴν δίωξιν, τοὺς πολλοὺς ἐκείνους κινδύνους οἷς οὐχ ἥλω περιπεσών, καὶ τὰ λοιπὰ τῶν βασιλέων τοιουτότροπα παραδείγματα. ἆρα δὲ μετὰ τοὺς πολλοὺς στεναγμοὺς οὓς ἔστενες, μετὰ τὴν τῶν δακρύων ῥοήν, οὐκ ηὐγάζετό σοι παρὰ θεοῦ ἡ ψυχή, οὐδ' ἐφαρμάσσετο εὐσυμβόλοις ὀνείρασι τὰ παθήματα ἤ τισιν ἄλλαις ὁράσεσι; μὴ ἀποκρύψῃς τὸν λόγον, ὦ βασιλεῦ· περιβόητον γὰρ τὸ γεγονὸς γέγονε καὶ παρὰ πᾶσιν ᾄδεται στόμασιν. εἰ δὲ σὺ σιωπᾷς, ἐγὼ τοῦτο κεκράξομαι. Πρὸς οὐρανὸν εἶχες τὰ ὄμματα, καὶ τὴν ποικίλην τῶν ἄστρων χορείαν ἐθαύμαζες, καὶ τὸν δημιουργὸν ἀνύμνεις θεόν. τάχα δή που καὶ διηπόρεις ταῦτα δὴ τὰ ζητούμενα, πέπηκταί που τὰ ἄστρα ἢ ἀπῃώρηται, ταὐτομεγέθη πάντα καὶ ἰσοφανῆ, ἢ τὰ μὲν ἐλάττονα, τὰ δὲ μείζονα, ἐπιμήκη ἢ κυκλικά, πολλῷ ἀπέχοντα τῷ διαστήματι ἢ πλησιάζοντα; τὰ πλείω τούτων καὶ τῆς γῆς μείζω ὡς Ἀριστοτέλης φησίν, ἢ κέντρῳ τινὶ πρὸς ἐκείνην τὰ πάντα ἔοικεν; ἔπειτα πρὸς ἓν τούτων πήξας τὸν ὀφθαλμόν, "1νῦν"2, ἔφης, "1γνώσομαι εἰ κατὰ τὸ ῥῆμα ὃ ἐλάλησε κύριος ἔσται μοι"2, καὶ σύμβολον τῆς βασιλείας τὴν ἐκείνου κίνησιν καὶ ῥίψιν ποιεῖς καί, ὢ τῶν ἀρρήτων σου κριμάτων κύριε, ὢ τῆς πάντα νοῦν ὑπερεχούσης σου σοφίας καὶ δυνάμεως, ἀκοντίζεται τὸ ἄστρον εὐθὺς ἐξ οὐρανοῦ ὥσπερ τινὸς ὤσαντος καὶ κενὸν ἀφῆκε τὸν τόπον ἐφ' οὗ βεβηκὸς ἦν, καί σοι τὸν οἰωνὸν δέδωκε τηλαυγέστατον. καὶ μή μοι κενοφώνει φυσικώτατα, Ἀριστότελες, ὡς τῶν ἄστρων οὐδὲν τὴν οἰκείαν ἕδραν ἀφίησιν· ἀλλ' αὐτὰ δὴ τὰ δοκοῦντα δίκην ῥεύματος χεῖσθαι καὶ φέρεσθαι τοῦ αἰθερίου πυρός εἰσιν ἀποσπάσματα πρὸς τὸ κάταντες. φύσεως γάρ μοι λέγεις ἀκολουθίαν καὶ οὐκ ἀπορρήτου δυνάμεως ἀποτέλεσμα. φύσει μὲν γὰρ τὰ ἄστρα οὔτε ῥιπτεῖται, οὔτε πρὸς τὸ κάταντες φέρεται, ἀλλ' ὅταν δόξῃ τῷ δημιουργήσαντι λόγῳ καὶ σβέννυται καὶ ἀπόλλυται καὶ τῆς οἰκείας περιόδου ἐξίσταται. οὐ παύεται ὁ ἥλιος τῆς κινήσεως, ἀλλ' ἔστη ποτὲ κατὰ Γαβαὼν ἵν' ὁ Ἰσραὴλ νικήσῃ καὶ πανωλεθρίᾳ φονευθῇ τὸ ἀλλόφυλον. ἀλλὰ τοῦτο μὲν οὕτως, καὶ μάρτυρες πολλῶν ὀφθαλμοί, καὶ πρὸ πάντων σύ· ἐκεῖνο δὲ καὶ λίαν θαυμάσιον. Κυροῦται κατὰ σοῦ παρὰ τῶν πονηρῶν ἡγεμόνων πονηρότατον βούλευμα. πῶς εἴποιμι τοῦτο; πῶς καρτερήσω λαλῶν; ἐκκοπὴ τῶν σῶν ὀφθαλμῶν τὸ βουλευθὲν ἦν, ταὐτὸν δὲ εἰπεῖν σβέσις τῶν οὐρανίων φωστήρων καὶ σύγχυσις τοῦ παντός. ὁ δήμιος εὐτρεπής, ἡ ναῦς ἕτοιμος, τὸ πνεῦμα ἐπίφορον, τὸ ἱστίον ἐπτέρωτο, ἐπὶ μέσου πελάγους τὸ σκάφος, ἐν ἐλπίσι τε ὁ λιμήν, καὶ ὁ σίδηρος ἐν χερσί. τί οὖν γίνεται; αἰθρίας ὥς φασι οὔσης, ἐπεισβάλλει ἄφνω ἀπαρκτίας λαμπρός, καὶ θαυματουργεῖται πρᾶγμα μεῖζον λόγου καὶ ἐνθυμήματος· ἐγείρεται ἐφ' ὕψους ἡ θάλασσα, ἀνάγει τὴν ναῦν ἐπὶ μετέωρον, ἔπειθ' ὑποδραμόντος τοῦ κύματος εἰς χάσμα διαρραγεῖσα αὐτοῖς ἱστίοις καὶ οἴαξιν ἀναρροιβδήσασα ὥσπερ ἄμπωτις τοῖς βάθεσιν ἐναπέκρυψε. τί οὖν τούτου μεῖζον ἂν ἢ θαυμασιώτερον γένοιτο τῆς περί σε τοῦ θεοῦ προνοίας τεκμήριον; σὺ δέ μοι σκυθρώπαζε καὶ κατηφὴς ἔσο καὶ ἀπογίνωσκε, καὶ τὴν Σιὼν περινόει ἢ τὸ Καρμήλιον ὄρος ἵν' ἐκεῖ κρυβήσῃ γενόμενος. διὰ ταῦτα γάρ σοι τὸ ἄστρον ἐχεῖτο, ὁ ἀπαρκτίας ἐσχεδιάζετο, ἡ θάλασσα ἵστατο, ἡ ναῦς ἐβιάζετο, ὁ δήμιος ἐβυθίζετο, ἵνα σὺ τὴν ἔρημον οἰκήσῃς καὶ γένῃ ὡς στρουθίον μονάζον ἐπὶ δώματος; ἀλλὰ μέλλει τὰ γενησόμενα. τοιοῦτόν ἐστι τὸ θεῖον· οὐκ εὐθὺς ἃ ὑπισχνεῖται δίδωσιν, ἀλλὰ τὰς μὲν ἐπαγγελίας οὐκ ἀναλύει, δοκιμάζει δὲ τὴν προαίρεσιν καὶ τὸ μακρόθυμον ἀποδέχεται. ἐπράχθη ταῦτα, καὶ ὁ οὐρανὸς καὶ ἡ θάλασσα τῆς τοῦ θεοῦ βουλῆς ᾔσθετο, ὁ δὲ τετράρχης Ἡρώδης ἐτύφλωττε, καὶ τὸν ἄνεμον ᾐτιᾶτο σφοδρότερον τῇ νηῒ ἐπαρράξαντα. Εἶτα τί; πληροῖ τὸν τῆς ζωῆς ὅρον ὁ βασιλεύς, ἀνίσταται ἕτερος ἐκ τῆς αὐτῆς φυλῆς τε καὶ τοῦ αἵματος, εὐθὺς ἀχαριστεῖ πρὸς τοὺς εὐεργέτας, τὸ πολύαρχον εἰς