βαπτιστής (14, 1. 2[-11]). Παρὰ δὲ τῷ Μάρκῳ οὕτως καὶ παρὰ τῷ Λουκᾷ οὕτως. ∆ιαφόρους δόξας εἶχον περὶ τῶν πραγμάτων Ἰουδαῖοι, τινὰς μὲν ψευδεῖς, ὁποίας ἐφρόνουν οἱ Σαδδουκαῖοι περὶ ἀναστάσεως νεκρῶν ὡς οὐκ ἐγειρομένων, καὶ περὶ ἀγγέλων ὡς οὐχ ὑπαρχόντων, ἀλλὰ τροπολογουμένων τῶν περὶ αὐτῶν ἀναγεγραμμένων μόνον καὶ μηδὲν ὡς πρὸς τὴν ἱστορίαν ἀληθὲς ἐχόντων· ἑτέρας δὲ [ὡς] ἀληθεῖς, ὡς περὶ ἀναστάσεως νεκρῶν ὅτι ἐγείρονται, ἐδίδασκον οἱ Φαρισαῖοι. Τὸ οὖν ζητούμενον κατὰ τὸν τόπον ἐστίν, εἰ τοιαύτη τις ἦν περὶ ψυχῆς δόξα, ἣν ἐφρόνει Ἡρώδης ἐσφαλμένως καί τινες τῶν ἀπὸ τοῦ λαοῦ, ὅτι ὁ πρὸ ὀλίγου ἀναιρεθεὶς ὑπ' αὐτοῦ Ἰωάννης ἀνέστη ἀπὸ τῶν νεκρῶν μετὰ τὸ ἀποκεφαλισθῆναι, καὶ ἦν αὐτὸς ἑτέρῳ ὀνόματι χρώμενος καὶ καλούμενος νῦν Ἰησοῦς, δεκτικὸς τῶν αὐτῶν δυνάμεων, αἳ πρότερον ἐνήργουν ἐν τῷ Ἰωάννῃ. Ποίαν οὖν ἔχει πιθα νότητα τὸν ἐπὶ τοσοῦτον γνώριμον παντὶ λαῷ καὶ διαβόητον ἐν ὅλῃ τῇ Ἰουδαίᾳ, ὃν ἔλεγον υἱὸν εἶναι «τοῦ τέκτονος» καὶ Μαρίας καὶ ἀδελφοὺς ἔχειν τοιούσδε καὶ ἀδελφάς, νομίζεσθαι εἶναι οὐχ ἕτερον Ἰωάννου, ᾧ πατὴρ ἦν Ζαχαρίας καὶ μήτηρ Ἐλισάβετ, οὐδ' αὐτοὶ ἄσημοι ἐν τῷ λαῷ; Εἰκὸς δ' ὅτι ὁ λαὸς φρονοῦντες περὶ τοῦ Ἰωάννου «ὅτι ὄντως προφήτης ἦν», καὶ τοσοῦτοι τυγχάνοντες ὡς φοβεῖσθαι τοὺς Φαρισαίους, διὰ τὸ μὴ δυσάρεστον δοκεῖν τῷ λαῷ λέγειν, ἀποκρίνεσθαι, πότερον «ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων» τὸ βάπτισμα αὐτοῦ, οὐκ ἠγνόουν υἱὸν αὐτὸν τυγχάνειν Ζαχαρίου. Τάχα δὲ καὶ εἴς τινας ἔφθασεν αὐτῶν τὰ τῆς ἑωραμένης ὀπτασίας ἐν τῷ ναῷ, φανέντος τῷ Ζαχαρίᾳ τοῦ Γαβριήλ. Ποίαν δὴ οὖν ἔχει πιθανότητα ἡ τοῦ εἴτε Ἡρώδου εἴτε τινῶν ἀπὸ τοῦ λαοῦ ἀπάτη, πρὸς τὸ νομίσαι ὅτι οὐ δύο τινὲς γεγόνασιν ὁ Ἰωάννης καὶ ὁ Ἰησοῦς, ἀλλ' εἷς καὶ ὁ αὐτὸς ὢν Ἰωάννης, ἀναστὰς μετὰ τὸ ἀποκεφαλισθῆναι ἐκ τῶν νεκρῶν, ἐκλήθη Ἰησοῦς; Λέγοι δ' ἄν τις τὴν τῆς μετενσωματώσεως ψευδοδοξίαν γεγονέναι ἐν τῷ Ἡρώδῃ καί τισι τῶν ἀπὸ τοῦ λαοῦ, ἀφ' ἧς ᾤοντο τόν ποτε Ἰωάννην ἐν γενέσει γενέσθαι καὶ ἐκ νεκρῶν ἐληλυθέναι εἰς τὸν βίον ὡς Ἰησοῦν. Ἀλλ' οὐδὲ ταύτην τὴν ψευδοδοξίαν πιθανὴν ἐᾷ νομισθῆναι ὁ μεταξὺ χρόνος τῆς γενέσεως Ἰωάννου καὶ Ἰησοῦ, οὐ πλεῖον μηνῶν ἓξ τυγχάνων. Τάχα δὲ μᾶλλον τοιαύτη τις ὑπόληψις ἦν ἐν τῷ Ἡρώδῃ, ὅτι αἱ ἐνεργήσασαι δυνάμεις ἐν τῷ Ἰωάννῃ μετέστησαν ἐπὶ τὸν Ἰησοῦν, ἀφ' ὧν ὁ Ἰωάννης βαπτιστὴς εἶναι πεπίστευτο ἐν τῷ λαῷ. Καὶ χρήσαιτό τις ἐπιχειρήματι τοιούτῳ· ὥσπερ διὰ τὸ πνεῦμα καὶ τὴν δύναμιν Ἠλίου καὶ οὐ διὰ τὴν ψυχὴν αὐτοῦ περὶ Ἰωάννου λέγεται· «Αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι», τοῦ ἐν Ἠλίᾳ πνεύματος καὶ τῆς ἐν ἐκείνῳ δυνάμεως μετεληλυθυιῶν ἐπὶ τὸν Ἰωάννην, οὕτως ᾤετο ὁ Ἡρώδης τὰς ἐν Ἰωάννῃ δυνάμεις ἐν μὲν τῷ Ἰωάννῃ ἐνηργηκέναι τὰ τοῦ βαπτίσματος καὶ τῆς διδασκαλίας -»Ἰωάννης γὰρ ἐποίησε σημεῖον οὐδὲ ἕν»-, ἐν δὲ τῷ Ἰησοῦ τὰς τεραστίους δυνάμεις. Τὸ δ' ὅμοιόν τις φήσει ὑπειληφέναι τοὺς εἰρηκότας Ἠλίαν πεφηνέναι ἐν τῷ Ἰησοῦ, ἢ προφήτην ἕνα «τῶν ἀρχαίων» ἐγηγέρθαι. Οὐδὲν δὲ ζητήσεως ἔχεται τὸ δόγμα τῶν εἰρηκότων «ὅτι προφήτης ὡς εἷς τῶν προφητῶν» ἦν Ἰησοῦς. Ψευδὴς μὲν οὖν ὁ τοῦ εἴτε Ἡρώδου λόγος, <ὃς> περὶ τοῦ Ἰησοῦ ἐστιν ἀναγεγραμμένος, εἴτε ὁ ὑπό τινων εἰρημένος. Πλὴν δοκεῖ μοι μᾶλλον ἔχεσθαι πιθανότητος τὸ ἀνάλογον τῷ «ἐν πνεύματι καὶ δυνάμει Ἠλίου» προεληλυθέναι τὸν Ἰωάννην τοῖς νῦν ὑπονοουμένοις περὶ Ἰωάννου καὶ Ἰησοῦ ὑπὸ τούτων. Ἐπεὶ δὲ πρῶτον μὲν ἐμάθομεν ὅτι μετὰ τὸν πειρασμὸν ὁ σωτὴρ «ἀκούσας ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν», δεύτερον δὲ ὅτι <Ἰωάννης> ἐν τῷ δεσμωτηρίῳ τυγχάνων, ἀκούσας τὰ περὶ τοῦ Ἰησοῦ, «πέμψας δύο τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;» καὶ τρίτον ἁπαξαπλῶς ὅτι Ἡρώδης εἶπε περὶ τοῦ Ἰησοῦ, ὅτι αὐτός ἐστιν Ἰωάννης ὁβαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, οὐδαμόθεν δὲ προέγνωμεν τὸν τρόπον τῆς ἀναιρέσεως τοῦ βαπτιστοῦ, διὰ τοῦτο νῦν καὶ τοῦτο ἀνέγραψεν ὁ Ματθαῖος, καὶ ὁ Μᾶρκος δὲ αὐτῷ παραπλησίως· ὁ δὲ Λουκᾶς τὰ πολλὰ τῆς παρὰ τούτοις