ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις· καὶ οὐχ οὕτω δῆλος ἐν τοῖς κατὰ τὰ ἀνθρώ πινα συμπτώματα, ὡς ἐν ταῖς ψυχαῖς καὶ τοῖς σώμασι τῶν ζώων, σφόδρα τοῦ πρὸς τί καὶ ἕνεκα τίνος εὑρισκομένου τοῖς τούτων ἐπι μελομένοις περὶ τὰς ὁρμὰς καὶ τὰς φαντασίας καὶ φύσεις τῶν ζώων καὶ τὰς κατασκευὰς τῶν σωμάτων. ἀλλ' ὥσπερ οὐ χρεοκοπεῖται ἡ πρόνοια διὰ τὰ μὴ γινωσκόμενα παρὰ τοῖς γε ἅπαξ παραδεξαμένοις αὐτὴν καλῶς, οὕτως οὐδὲ ἡ τῆς γραφῆς θειότης διατείνουσα εἰς πᾶσαν αὐτήν, διὰ τὸ μὴ καθ' ἑκάστην λέξιν δύνασθαι τὴν ἀσθένειαν ἡμῶν παρίστασθαι τῇ κεκρυμμένῃ λαμπρότητι τῶν δογμάτων ἐν εὐτελεῖ καὶ εὐκαταφρονήτῳ λέξει ἀποκειμένῃ. «ἔχομεν γὰρ θησαυρὸν ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα λάμψῃ ἡ ὑπερβολὴ τῆς δυνάμεως τοῦ θεοῦ, καὶ μὴ» νομισθῇ εἶναι «ἐξ ἡμῶν» τῶν ἀνθρώπων. εἰ γὰρ αἱ κατημαξευμέναι τῶν ἀποδείξεων ὁδοὶ παρὰ τοῖς ἀνθρώποις ἐναπο κείμεναι τοῖς βιβλίοις κατίσχυσαν τῶν ἀνθρώπων, «ἡ πίστις» ἡμῶν ἂν εὐλόγως ὑπελαμβάνετο «ἐν σοφίᾳ ἀνθρώπων» καὶ οὐκ «ἐν δυνάμει θεοῦ»· νῦν δὲ τῷ ἐπάραντι τοὺς ὀφθαλμοὺς σαφὲς ὅτι «ὁ λόγος καὶ τὸ κήρυγμα» παρὰ τοῖς πολλοῖς δεδύνηται «οὐκ ἐν πειθοῖς σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως». διόπερ δυνάμεως ἡμᾶς οὐρανίου ἢ καὶ ὑπερουρανίου πληττούσης ἐπὶ τὸ σέβειν τὸν κτίσαντα ἡμᾶς μόνον, πειραθῶμεν «ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χρι στοῦ λόγον», τουτέστι τῆς «στοιχειώσεως», «ἐπὶ τὴν τελειότητα φέρεσθαι», ἵνα ἡ τοῖς τελείοις λαλουμένη σοφία καὶ ἡμῖν λαληθῇ. «σοφίαν» γὰρ ἐπαγγέλλεται ὁ ταύτην κεκτημένος «λαλεῖν ἐν τοῖς τελείοις», ἑτέραν τυγχάνουσαν παρὰ τὴν «σοφίαν τοῦ αἰῶνος τούτου καὶ τὴν σοφίαν τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τὴν καταργουμένην»· αὕτη δὲ ἡ σοφία ἡμῖν ἐντυπωθήσεται τρανῶς «κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν καὶ τῆς ἐπιφανείας τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς σύμπαντας αἰῶνας. ἀμήν». 4.2.τ Πῶς ἀναγνωστέον καὶ νοητέον τὴν θείαν γραφήν 4.2.1 Μετὰ τὸ ὡς ἐν ἐπιδρομῇ εἰρηκέναι περὶ τοῦ θεοπνεύστους εἶναι τὰς θείας γραφὰς ἀναγκαῖον ἐπεξελθεῖν τῷ τρόπῳ τῆς ἀνα γνώσεως καὶ νοήσεως αὐτῶν, πλείστων ἁμαρτημάτων γεγενημένων παρὰ τὸ τὴν ὁδὸν τοῦ πῶς δεῖ ἐφοδεύειν τὰ ἅγια ἀναγνώσματα τοῖς πολλοῖς μὴ εὑρῆσθαι. Οἵ τε γὰρ σκληροκάρδιοι καὶ ἰδιῶται τῶν ἐκ περιτομῆς εἰς τὸν σωτῆρα ἡμῶν οὐ πεπιστεύκασι, τῇ λέξει τῶν περὶ αὐτοῦ προ φητειῶν κατακολουθεῖν νομίζοντες, καὶ αἰσθητῶς μὴ ὁρῶντες αὐτὸν «κηρύξαντα αἰχμαλώτοις ἄφεσιν» μηδὲ οἰκοδομήσαντα ἣν νομίζου σιν ἀληθῶς «πόλιν» εἶναι «τοῦ θεοῦ» μηδὲ «ἐξολοθρεύσαντα ἅρματα ἐξ Ἐφραῒμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ», μηδὲ «βούτυρον καὶ μέλι φαγόντα, καὶ πρὶν γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ ἐκλέξασθαι τὸ ἀγαθόν»· ἔτι δὲ «λύκον», τὸ ζῷον τὸ τετράποδον, οἰόμενοι προ φητεύεσθαι μέλλειν «βόσκεσθαι μετὰ ἀρνὸς καὶ πάρδαλιν ἐρίφῳ συν αναπαύεσθαι μοσχάριόν τε καὶ ταῦρον καὶ λέοντα ἅμα βοσκηθήσεσθαι ὑπὸ μικροῦ παιδίου ἀγόμενα καὶ βοῦν καὶ ἄρκον ἅμα νεμηθήσεσθαι, συνεκτρεφομένων αὐτῶν ἀλλήλοις τῶν παιδίων, καὶ λέοντα ὡς βοῦν φάγεσθαι ἄχυρα», μηδὲν τούτων αἰσθητῶς ἑωρακότες γεγενημένον ἐν τῇ τοῦ πεπιστευμένου ἡμῖν Χριστοῦ ἐπιδημίᾳ, οὐ προσήκαντο τὸν κύριον ἡμῶν Ἰησοῦν, ἀλλ' ὡς παρὰ τὸ δέον Χριστὸν ἑαυτὸν ἀνα γορεύσαντα ἐσταύρωσαν. Οἵ τε ἀπὸ τῶν αἱρέσεων ἀναγινώσκοντες τὸ «πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου» καὶ «ἐγὼ θεὸς ζηλωτής, ἀποδιδοὺς ἁμαρ τίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεάν» καὶ «μεταμεμέλημαι χρίσας τὸν Σαοὺλ εἰς βασιλέα» καὶ «ἐγὼ θεὸς ποιῶν εἰρήνην καὶ κτίζων κακά», καὶ ἐν ἄλλοις τὸ «οὐκ ἔστι κακία ἐν πόλει, ἣν κύριος οὐκ ἐποίησεν», ἔτι δὲ καὶ τὸ «κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας Ἱερουσαλήμ», καὶ «πνεῦμα πονηρὸν παρὰ θεοῦ ἔπνιγε τὸν Σαούλ», καὶ μυρία ὅσα τούτοις παραπλήσια, ἀπιστῆσαι μὲν ὡς θεοῦ ταῖς γραφαῖς οὐ τετολμήκασι, πιστεύοντες δὲ αὐτὰς εἶναι τοῦ δημιουργοῦ, ᾧ Ἰουδαῖοι λατρεύουσιν,