ιδʹ. Σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται. Ἐδύνατο εἰρηκέναι· Σάρκες δὲ σώματος ἥνωνται. Ὁ δὲ οὐκ εἶπεν· οὐ γὰρ ἥνωνται· οὐκ ἔστι. Τὸ ἓν παρ' ἐκείνῳ πολλά ἐστιν· ἢ ἓν δοκοῦντα κεκολλῆσθαι, διὰ τοῦ λέγοντος κεκόλληνται, οὐχ ἥνωνται. Στίχ. ιεʹ. Ἡ καρδία αὐτοῦ πέπηγεν ὡς λίθος, ἕστηκε δὲ ὥσπερ ἄκμων ἀνήλατος. Οὐκ ἐλαυνόμενος, οὐκ ἀκολουθῶν λόγῳ, οἰκεῖοι 17.105 δὲ σκληρός ἐστιν ἀνήλατος, ἀνένδοτος. Καὶ εἴ τις ἀπὸ διαβόλου ἀπέσπασε δύναμιν, καὶ τούτου τοῦ δράκοντος, αὐτὸς ἔχει τὴν καρδίαν ἀνήλατον, καὶ οὐκ ἐλαυνομένην. Εἰ δέ τις χρυσός ἐστιν, ἀκολουθῶν τῷ λόγῳ χρυσοκῷ· οὕτως εἴκει, ἕως ἂν γένηται πέταλον χρυσοῦν, καὶ δέξηται τοὺς τύπους τῶν γραμμάτων τοῦ Θεοῦ, ἐν Χριστῷ Ἰησοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν. ΚΕΦ. ΜΒʹ. Στίχ. ιʹ. Ἔδωκεν δὲ ὁ Κύριος διπλᾶ, ὅσα ἦν ἔμ προσθεν Ἰὼβ εἰς διπλασιασμόν. Ὁ γενναῖος ἀθλητὴς, καὶ πάντα πειρασμὸν ὑποστὰς, ἀνδρειότατος Ἰὼβ, ἆθλα λαμβάνει τῆς ὑπομονῆς αὐτοῦ, ὡς ἡ Γραφή φησιν· Πάντα διπλᾶ παρὰ τὰ πρότερα. Ὁ δὲ Κύριος Ἰησοῦς Χριστὸς ἆθλα δίδωσιν οὐχὶ διπλασίονα, ἀλλ' ἑκατονταπλασίονα. Φησὶν γάρ· Ὃς ἐὰν καταλείπῃ πατέρα ἢ μητέρα, οἰκίαν, ἀδελφοὺς, ἀδελφὰς ἕνεκεν ἐμοῦ, ἢ ἕνεκεν τοῦ Εὐαγγελίου, ὡς ἐν τῷ κατὰ Μάρκον γέγραπται, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Οὐκ ἂν διπλάσια τῶν προτέρων ἔλαβεν, εἰ μὴ διπλασίονα τὴν ἀρετὴν ἐπεδείξατο.