ὁμολογία; λογισάμενος δέ τις ἀρνήσασθαι «ἔμπροσ θεν τῶν ἀνθρώπων» ὑπομιμνησκέσθω τοῦ ἀψευδῶς εἰπόντος· «ἀπαρ νήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.» ἐπεὶ δὲ ὁ μὲν Ματθαῖος ἀνέγραψεν· «ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς», ὁ δὲ Λουκᾶς· «καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ», ἐφίστημι, μή ποτε ὁ μὲν «πάσης κτίσεως» «πρωτότοκος», ἡ «εἰκὼν τοῦ ἀοράτου θεοῦ», ὁμολογήσῃ τὸν ὁμολογήσαντα ἔμπροσθεν τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς, ὁ δὲ γενόμενος «ἐκ σπέρματος ∆αυὶδ κατὰ σάρκα» καὶ διὰ τοῦτο «υἱὸς ἀνθρώπου» τυγχάνων καὶ γενόμενος ἐκ γυναικὸς καὶ αὐτῆς οὔσης ἀνθρώπου καὶ διὰ τοῦτο χρηματίζων «υἱὸς ἀνθρώπου», ὅσπερ νοεῖται ὁ κατὰ τὸν Ἰησοῦν ἄνθρωπος, ὁμολο γήσῃ τοὺς ὁμολογήσαντας «ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ.» τὸ δ' ἀνάλογον καὶ περὶ τῶν ἀρνησαμένων ἀποδοτέον. ἔτι δὲ καὶ τοῦτο θεωρητέον, ὅτι ὁ μὲν ὁμολογῶν ἐν τῷ υἱῷ «ἔμπροσθεν τῶν ἀνθρώπων» τὸ ὅσον ἐφ' ἑαυτῷ συνίστησι χριστιανισ μὸν καὶ τὸν πατέρα τοῦ χριστιανισμοῦ τούτου ἐφ' ὧν ὁμολογεῖ· ὁ δὲ ὁμολογούμενος ὑπὸ τοῦ πάσης κτίσεως πρωτοτόκου καὶ τοῦ υἱοῦ τοῦ ἀνθρώπου συνίσταται διὰ τῆς τοῦ υἱοῦ τοῦ θεοῦ καὶ τοῦ υἱοῦ τοῦ ἀνθρώπου ὁμολογίας τῷ ἐν τοῖς οὐρανοῖς πατρὶ καὶ τοῖς ἀγγέ λοις τοῦ θεοῦ. εἴπερ δὲ «οὐχ ὁ αὑτὸν συνιστάνων, ἐκεῖνός ἐστι δόκι μος, ἀλλὰ ὃν ὁ κύριος συνίστησι», πῶς οὐ χρὴ νομίζειν εἶναι δόκιμον τὸν ἄξιον κριθέντα τῆς πρὸς τὸν ἐν οὐρανοῖς πατέρα καὶ τῆς πρὸς τοὺς ἀγγέλους τοῦ θεοῦ συστάσεως; εἰ δὲ δόκιμος οὗτος καὶ οἱ παραπλή σιοι αὐτῷ, οὓς «ὡς χρυσὸν ἐν χωνευτηρίῳ» ταῖς βασάνοις καὶ ταῖς ἐξετάσεσιν «ἐδοκίμασεν» ὁ κύριος «καὶ ὡς ὁλοκάρπωμα θυσίας προσ εδέξατο», τί χρὴ λέγειν περὶ τῶν ἐλεγχθέντων ἐν τῇ καμίνῳ τοῦ πειρασμοῦ καὶ ἀρνησαμένων, οὓς ὡς ἀδοκίμους ἀρνεῖται ἔμπροσθεν τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς καὶ «ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ» ὁ τὸν ἄξιον ἀρνήσεως ἀρνούμενος; 36 Καὶ οὐ μόνον γε πρὸς τὸ μὴ ἀρνήσασθαι ἀγωνιστέον ἀλλὰ καὶ πρὸς τὸ μηδὲ τὴν ἀρχὴν αἰσχυνθῆναι νομιζόμενον παρὰ τοῖς ἀλλοτρίοις θεοῦ αἰσχύνης ἄξια πάσχειν· καὶ μάλιστα εἰ δοξασθεὶς καὶ ἀποδεχθεὶς ὑπὸ πλείστων ὅσων πόλεων νῦν ὡσπερεὶ πομπεύεις αἴρων τὸν σταυρὸν τοῦ Ἰησοῦ, ἱερὲ Ἀμβρόσιε, καὶ ἀκολουθῶν αὐτῷ προσάγοντί σε ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς, ἵνα αὐτός σοι συμπορευθεὶς αὐτός σοι καὶ δῷ στόμα καὶ σοφίαν καὶ σοὶ τῷ συναγωνιστῇ αὐτοῦ, Πρω τόκτητε, καὶ συμμαρτυροῦσιν ὑμῖν τοῖς ἀναπληροῦσι «τὰ ὑστερήματα» τῶν παθημάτων «τοῦ Χριστοῦ», <καὶ> σὺν ὑμῖν γένηται ἐπὶ τὸν παρά δεισον τοῦ θεοῦ ὑποδεικνὺς, πῶς ἂν διοδεύσητέ τε «τὰ χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν, τὴν στρεφομένην καὶ φυλάσσουσαν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς». ταῦτα γὰρ ἀμφότερα εἰ καὶ φυλάσσει «τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς», φυλάσσει, ἵνα μηδεὶς ἀνάξιος ἐπιτραπῇ αὐτὴν διελθὼν ἐλθεῖν ἐπὶ τὸ ξύλον τῆς ζωῆς. ἡ μὲν γὰρ φλογίνη ῥομφαία καθέξει τοὺς ἐποικοδομήσαντας τῷ κειμένῳ θεμελίῳ Ἰησοῦ Χριστῷ «ξύλα ἢ χόρτον ἢ καλάμην» καὶ τὸ εὐκαυστότατον καὶ ἐπὶ πλεῖον καιόμενον ξύλον τῆς, ἵν' οὕτως ὀνομάσω, ἀρνήσεως· τὰ δὲ χερουβὶμ τοὺς οὐ πεφυκότας κρατεῖσθαι ὑπὸ τῆς φλογίνης ῥομφαίας τῷ μηδὲν συγγενὲς αὐτῇ ᾠκοδομηκέναι παραλαβόντα παραπέμψει ἐπὶ «τὸ τῆς ζωῆς ξύλον» καὶ πάντα ἃ «ἐφύτευσεν ὁ θεὸς» ἐν ταῖς ἀνα τολαῖς καὶ «ἐξανέτειλεν» «ἐκ τῆς γῆς». Ἰησοῦ δὲ συνοδεύοντος ὑμῖν ἐπὶ τὸν παράδεισον καταφρονήσατε τοῦ ὄφεως νενικημένου καὶ συντρι βέντος ὑπὸ τοὺς Ἰησοῦ πόδας καὶ δι' αὐτοῦ καὶ ὑπὸ τοὺς ὑμετέρους, δεδωκότος «ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, ἵνα μηδὲν ὑμᾶς αὐτῶν ἀδικήσῃ.» 37 Οὔτ' οὖν ἀρνητέον τὸν υἱὸν τοῦ θεοῦ οὔτ' ἐπαισχυντέον αὐτὸν ἢ τοὺς οἰκείους αὐτοῦ ἢ τοὺς λόγους αὐτοῦ, ἀλλ' ἀκουστέον τοῦδε· «ὅστις δ' ἂν ἀπαρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀπαρ νήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρα νοῖς,» καὶ τοῦ· «ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς