15
λέγων αὐτοῦ τῆς εἰς οὐρανὸν, ἐπήνεγκε· "Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης." Περὶ οὗ καὶ Παῦλός φησιν· "Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν." Τοῦ δὲ κατεφθάρθαι τὴν Ἱερουσαλὴμ ἀνατίθησιν τὰς αἰτίας τοῖς ἄρχουσι, τοῖς εἰς τὸ πλημμελεῖν τὸν λαὸν ὁδηγήσασιν. Οὗτοι δὲ ἦσαν περὶ ὧν φησιν ὁ Σωτὴρ συμφώνως τοῖς νῦν· "Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί." Ἑαυτοῦ δὲ θυμὸν 1861 ὁ ἀπαθὴς λέγει Θεὸς, τὴν κολαστικὴν αὐτοῦ δύναμιν, Κύριον τοῖς ἄρχουσιν ἐποίσειν φησὶν, ἀνθρωπίνως φοβῶν. Ὁ γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους· δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται. Οἱ γὰρ ἰσχύοντες ἐν πλούτῳ, ἢ λόγῳ, ἢ ἄλλῃ τινὶ δυνάμει, καὶ μὴ τὴν προσήκουσαν ἐπικουρίαν τοῖς ἀσθενεστέροις προτείνοντες ἐν Ἐκκλησίᾳ, καὶ πανταχοῦ δίκας τίνουσι τῷ Θεῷ τῷ πρὸς τὰ δεδομένα τὸ ἔργον εἰσπράττοντι· οὓς καὶ ὑπεναντίους φησὶν, ὡς ἂν εἰ βαρυνθέντας αὐτοῦ τοῖς προστάγμασιν, ἀφ' ὧν οὐ παύει τὸν θυμὸν ὅσον ὑπεναντίοι τυγχάνουσιν. Καλεῖ δὲ τούτους ἐχθροὺς, καὶ κρίσιν ἐξ αὐτῶν ποιήσειν φησίν. Ἔφη γὰρ αὐτός· "Ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ κρίνεται. Ὁ δὲ ἀπιστῶν, ἤδη κέκριται." Οἱ ἐχθροὶ τοίνυν τῆς κρίσεως αἴτιοι. "Ἔρχεται γὰρ, φησὶν, ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας." Λέγει δὲ κεκριμένως τὰς κολάσεις ἐπάγειν αὐτοὺς, κατὰ τὴν ἀξίαν καὶ τῶν ἡμαρτημένων τὸ μέγεθος. Φιλάνθρωπος δὲ ὢν ὁ Λόγος, καὶ μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν, ἐπαγγέλλεται τοῖς μὴ τοῦ θυμοῦ δεομένοις, τὴν θεραπευτικὴν χεῖρα προσενεγκεῖν, καὶ διὰ ταύτης πυρώσειν ἐπὶ τὸ καθᾶραι, καὶ διακρῖναι τῶν χειρόνων τοὺς κρείττους. ∆ι' ὃ Σύμμαχος μὲν εἶπεν, εἰς καθαρὸν τὴν σκωρίαν σου. Ὁ δὲ Ἀκύλας, τὸ γιγαρτῶδές σου, ὥσπερ οἱ πυροῦντες χαλκὸν, ἢ σίδηρον, τὴν σκωρίαν ἀποβάλλουσι, καὶ τὸ γιγαρτῶδες ἐν τοῖς ληνοῖς. ∆ηλοῖ δὲ τούτους εἶναι, δι' ὧν ἐπιφέρει, τοὺς ἀνόμους, καὶ τοὺς ὑπερηφάνους· α...ων σαφέστερον εἰρημένων ὑπὸ τῶν Ἑβδομήκοντα, καὶ τὴν ἀλληγορίαν ἡρμηνευκότων. Οἱ λοιποὶ, κασσίτερον, ἐκδεδώκασι. Τινὲς δὲ τὸν αὐτὸν θυμὸν καὶ χεῖρα νοήσαντες, καὶ περὶ τῶν αὐτῶν ἑκάτερον, Ὅρα, φασὶ, τὸ αἴσιον τέλος τῆς κρίσεως τοῦ Θεοῦ. Θυμοῦται γὰρ οὕτως, ὡς ἂν εὐεργετῇ τοὺς ἁμαρτωλοὺς διορθούμενος, ἀλλ' οὐ κολάζων αὐτοὺς εἰς ἀφανισμόν. Καὶ τοῦτό φησιν αὐτὸς Κύριος· Πορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων, καὶ καθιεῖται χωνεύων, καὶ καθαρίζων ὡς τὸ ἀργύριον, καὶ ὡς τὸ χρυσίον." Καὶ τί λοιπὸν ἐντεῦθεν τὸ χρήσιμον; "Ἔσονται, φησὶ, τῷ Θεῷ προσάγοντες θυσίαν ἐν δικαιοσύνῃ." Πῦρ δὲ καλεῖν ἔοικε, τὰς ἐκ τοῦ πολέμου καὶ τῶν ἄλλων περιστατικῶν συμφορὰς, πάλαι μὲν δι' εἰδωλολατρείαν, ὕστερον δὲ διὰ τὴν εἰς Χριστὸν παροινίαν, ὅτε καὶ τὴν χεῖρα τούτοις ἐπαγαγὼν, ὥσπερ τις τεχνίτης, διέκρινεν ἐν πυρὶ τὸ κίβδηλόν τε καὶ γνήσιον, τὸ μὲν τηρήσας ἑαυτῷ, τὸ δὲ εἰς ὄλεθρον παραδούς. Βαπτίζει γὰρ πνεύματι καὶ πυρὶ, καὶ τῷ πτύῳ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ τὰ ἑξῆς· Οὐκοῦν, τοὺς ἀποστόλους ἐπιλεξάμενος, τοὺς ἀνόμους καὶ ἀλαζόνας Ῥωμαίοις παρέδωκεν, ἀπειθήσαντας μὲν 1864 τῷ νόμῳ, ἐπάραντας δὲ κέρας εἰς ὕψος καὶ λαλήσαντας κατὰ τοῦ Θεοῦ ἀδικίαν. Μεγάλη δὲ εὐεργεσία ψυχῇ, τὸ τοὺς ἀνόμους καὶ τῆς ἀποστάσεως αἰτίους αὐτὴν χορηθῆναι. ∆ιὸ καὶ τῆς Ἐκκλησίας οἱ τύποι, τοὺς ἀπηγορευμένα πλημμελοῦντας χωρίζουσιν, ὡς ἂν μὴ μικρὰ ζύμη ὅλον τὸ φύραμα δολώσῃ, τύπον ὄντας τῶν ἐκ τοῦ φοβεροῦ κριτηρίου πρὸς τὸ σκότος χωριζομένων, ὃ μὴ νοοῦντες ἀνεσθητοῦσιν πολλάκις. Τὴν δὲ ἀπὸ τοῦ τοὺς ἀνόμους μὴ χωρίζεσθαι βλάβην παρίστησι Παῦλος ἐπιτιμῶν Κορινθίοις, ὅτι μὴ ἐπένθησαν, ἵνα ἐξαρθῇ ἀπ' αὐτῶν τὸ πονηρὸν ἐξειργασμένος. Τούτων δὲ, φησὶν, ἀπεληλαμένων, τοὺς περιλειφθέντας ὡς Χριστὸν δεδοκιμασμένον ἐπιστήσω σοι κριτὰς καὶ συμβούλους κατὰ τοὺς πρώην ἐκείνους. Εἰ μὴ γὰρ εἶχον πάλαι τοιούτους, οὐκ ἂν ἔλεγε διὰ τοῦ αὐτοῦ προφήτου· "Ἰδοὺ δὴ Κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τοῦ Ἱερουσαλήμ." Εἶτα εἰπὼν τίνας, ἐπιφέρει· "Καὶ δικαστὴν, καὶ προφήτην," ἐν οἷς καὶ