Θεόδωρος, οὗ τὸ λείψανον ἐν τῇ Χαλκηδόνι μονῇ τοῦ Μιχαηλίτζη αὐτὸς ὁ κτίσας Μιχαὴλ ὕστερον ἀπεκόμισεν. ὁ δὲ ἀοίδιμος Θεοφάνης μέχρι Μιχαὴλ καὶ Θεοδώρας διήρκεσε, καὶ ὑπὸ τοῦ ἐν ἁγίοις Μεθοδίου πατριάρχου γενομένου χειροτονεῖται μητροπολίτης Νικαίας· ὡς καί τινας ἀσχάλλοντας ἐπὶ τῇ τούτου χειροτονίᾳ, καὶ λέγοντας ὅτι Σύρος ἐστί, καὶ τίς οἶδεν εἰ ὀρθόδοξος ὑπάρχει, μηδενὸς αὐτοῦ μαρτυροῦντος; ἀπεκρίθη ὁ ἅγιος Μεθόδιος λέγων "ἐγὼ ὑπὲρ ταύτην τὴν μαρτυρίαν ἣν ἐπιφέρεται" δείξας τὴν ἐν τῷ προσώπῳ γραφήν "κρείττονα οὐ θέλω." 24. Ἄξιον δὲ λοιπὸν καὶ τὴν ἀπὸ τοῦ τάφου ἀνάκλησιν τοῦ ὁσίου Μεθοδίου διηγήσασθαι. ἐπὶ ἑπτὰ γὰρ χρόνοις ἐν τῷ δεινοτάτῳ καὶ στενωτάτῳ τάφῳ μετὰ δύο λῃστῶν κατάκλειστος γεγονώς, ὑπὸ Θεοφίλου τοῦτο μετὰ δαρμῶν ἀφορήτων καὶ τὴν τῶν σιαγόνων θλάσιν καὶ τὴν τῶν ὀδόντων ἐκρίζωσιν διὰ τὴν τῶν 644 ἁγίων εἰκόνων προσκύνησιν καταδικασθείς, ὀπὴν μικρὰν μόνον ἔχοντος τοῦ μνήματος, δι' ἧς τὴν εὐτελῆ τροφήν τε καὶ τὸ ὕδωρ ἐλάμβανεν, συνέβη τῷ δευτέρῳ ἔτει τὸν ἕνα τῶν λῃστῶν ἐκεῖσε ἀποθανεῖν. ἴστε δὲ πάντως οἵα δυσωδία καὶ σκωλήκων βρῶσις τοῦ σώματος τοῦ τῆς ψυχῆς ἐξελθούσης τίκτεσθαι. ἐκαρτέρησαν οὖν οἱ γενναῖοι, ὅ τε ὅσιος Μεθόδιος καὶ ὁ ἐναπολειφθεὶς λῃστής, τὴν τοιαύτην ἀνάγκην. ἑπταετίας οὖν πληρωθείσης ἐξέλκεται ὁ ὅσιος τοῦ τάφου τρόπῳ τοιῷδε. ὁ βασιλεὺς Θεόφιλος σχολὴν ἐν μελέταις ἔχων εὑρίσκει θεοῦ προνοίᾳ ἐν τῇ βιβλιοθήκῃ τοῦ παλατίου γραφὴν ἣν νοῆσαι οὐκ ἠδύνατο. πέμπει οὖν ταύτην τῷ πατριάρχῃ Ἰωάννῃ, ὁμοίως δὲ καὶ τῷ φιλοσόφῳ Λέοντι ἐν τῇ Μαγναύρᾳ τὴν φιλοσοφίαν, ὡς προείρηται, διδάσκοντι· καὶ ἀμφότεροι ἐματαιώθησαν. λυπεῖται ὁ βασιλεὺς ἀγανακτῶν περὶ τούτου, ἐπί τισιν ἡμέραις κατηφὴς καὶ ἄτροφος διάγων. θαρρεῖ τις τῶν κουβικουλαρίων, καὶ φησὶ τῷ βασιλεῖ "ταύτην, δέσποτά μου, οὐδεὶς ἄλλος διασαφῆσαι δύναται τὴν γραφὴν εἰ μὴ ὁ ἐν τῷ μνήματι ἀποκεκλεισμένος Μεθόδιος. ἀλλ' εἰ κελεύει τὸ κράτος σου, λαμβάνω ἐγὼ τὰ ζητούμενα, καὶ πορεύομαι πρὸς αὐτὸν διὰ τῆς νυκτὸς ὡς παρὰ γνώμην τῆς βασιλείας σου· καὶ πάντως λαμβάνῃ τὴν τούτων ἑρμηνείαν ἀναμφίβολον." ὁ δὲ κατένευσε. καὶ τοῦ κουβικουλαρίου ἀπελθόντος πρὸς τὴν νῆσον, μακρόθεν ἔτι ὄντος αὐτοῦ, ἤκουεν τοῦ ὁσίου λέγοντος "καλῶς ἦλθες, ἀδελφὲ Ἰωάννη κουβικουλάριε." οὕτως γὰρ ὠνόμαστο. "οἶδα δι' ὃ ἦλθες ἀπο 645 σταλεὶς παρὰ Θεοφίλου. ἀλλ' ἐπίδος μοι χάρτην καὶ μέλαν." καὶ λαβὼν ἐπὶ τρισὶν λύσεσι ταῦτα ἐξέθετο. ἅπερ ἀναγνοὺς ὁ Θεόφιλος ἐθαύμασεν, καὶ ἀποστείλας ἤνεγκεν αὐτὸν ἐν τῷ παλατίῳ, καὶ ἐσκήνωσεν εἰς τὸ λεγόμενον Σίγμα πλησίον αὐτοῦ, παραγγείλας μηδένα ἀπὸ τῶν ἔξω εἰς αὐτὸν εἰσέρχεσθαι πλὴν τοῦ ὑπουργοῦντος τῷ Θεοφίλῳ. αὐτὸς δὲ καθ' ἑκάστην πρὸς αὐτὸν εἰσήρχετο καὶ τῶν ζητουμένων ἐποιεῖτο τὴν ἔρευναν. ὁ δέ γε καταλειφθεὶς ἐκεῖσε λῃστής, καίπερ ἀφεθείς, οὐκ ἠθέλησεν ἐξελθεῖν, ἀλλὰ αὐτόθι ἐτελεύτησεν, σημείοις καὶ τέρασι μεγάλοις κατακοσμηθείς. 25. Τῷ αὐτῷ καιρῷ ἔπεσεν ἡ χρυσῆ τοῦ φανοῦ τοῦφα ἐν τῷ Αὐγουστείῳ Ἰουστινιανοῦ, καὶ ἐδόθη τῷ σκαλωτῇ παρὰ τοῦ βασιλέως νομίσματα ρʹ. στέφει δὲ Θεόφιλος Μιχαὴλ τὸν υἱὸν αὐτοῦ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, φιλοτιμησάμενος πάντας, ὡς ἔθος, ἐν τῷ στεψίμῳ. 26. Τῷ ιβʹ αὐτοῦ ἔτει πεπλήρωται ὃν κατεσκεύασε ξενῶνα, τὸν νῦν Θεοφίλου λεγόμενον, οἶκον μὲν τὰ πρῶτα γεγονότα Ἰσιδώρου πατρικίου τοῦ ἀπὸ Ῥώμης μετὰ Ὀλυβρίου ἀνελθόντος ἐπὶ Κωνσταντίνου τοῦ μεγάλου, μετὰ δὲ χρόνους ἐκδοθέντα κουρατώρια εἰς τὸ κατοικεῖν ἐκεῖσε γυναῖκας τῶν εὐγενῶν μὴ εἰδυίας σωφρονεῖν. ἐπὶ δὲ Λέοντος τοῦ Ἰσαύρου ξενοδοχεῖον ὑπ' αὐτοῦ ἐκ πορνείου ἐχρημάτισεν. εἶτα γέγονεν οἶκος Κωνσταντίνου τῆς Εἰρήνης υἱοῦ μετὰ ὑπὸ τῆς μητρὸς γεγονυῖαν εἰς αὐτὸν τύφλω 646 σιν. τελευτήσαντος δὲ αὐτοῦ ἡ γυνὴ αὐτοῦ μονάσασα μοναστήριον αὐτὸν κατεσκεύασεν καὶ τὰ Μετανοίας ἐκάλεσεν. ξύλον οὖν μέγιστον τοῦ τρικλίνου ἀποκλασθὲν ἠπείλει πτῶσιν, αἱ δὲ μονάζουσαι τοῦ βασιλέως διερχομένου περὶ αὐτοῦ