τοῖς ἀκολουθοῦσι προ βάτοις, ὅπερ ἥρμοσεν αὐτῷ λέγειν καθὸ πηγάζει τὴν ζωήν. 83
ταραχὴν ἐκδύσης. ἐπειδὴ οὖν βέβαια καὶ ἀναφαίρετα τὰ τῆς ψυχῆς ἀγαθά, βέβαιος ἡ
ταραχὴν ἐκδύσης. ἐπειδὴ οὖν βέβαια καὶ ἀναφαίρετα τὰ τῆς ψυχῆς ἀγαθά, βέβαιος ἡ
τῆς ψυχῆς εἰρήνη. 109 Jο 14, 30-31 Ἐντολὴν δὲ πάλιν αὐτῷ δεδόσθαι λέγων καθ' ὁμοιότητα ἡμῖν δοκεῖ τὸ λέγειν οἷον ἀνθρωπίνῳ τρόπῳ νοῆσαι θεόν, ἀλλ' οὐδὲ υἱὸν ἀκούοντα· μείζονα γὰρ φωνῆς τὰ θεϊκὰ καὶ φυσικῷ τρόπῳ νοεῖται ταῦτα κατὰ τὸ οἰκεῖον θεῷ, τῆς οἱονεὶ βουλῆς τοῦ πατρὸς ἐντολῆς λεγομένης, ᾗ σύμφωνος ὢν καὶ σύνδρομος ὁ υἱὸς ἐπιτελεῖ τὴν οἰκονομίαν· κάλλιστον γὰρ καὶ τὸ ποιῶ, ἵνα ἴδωμεν, ὅτι καὶ τὸ πάθος ἐνεργείας ἦν αὐτοῦ δι' ἧς καθαιρεῖ μᾶλλον τοὺς ἐπιτιθεμένους, ἐπεὶ καὶ θριαμβευόμενος ἐθριάμβευσεν καὶ σταυρούμενος ἐσταύρου καὶ εἰς αἰσχύνην ἐπῆγεν τοὺς τοῦτο ἐργαζομένους. ὥστε διὰ τὴν ἀγάπην, φησίν, τὴν εἰς τὸν πατέρα
ὑπομένω τὸν θάνατον. 110 Jο 14, 30-31 Ἰσχύει ὁ τῆς πονηρίας ἄρχων διὰ τῆς ἐν ἀνθρώπῳ πονηρίας ὡς ἴδιον λαμβάνων τὸν ὑπὸ τῇ πονηρίᾳ εὑρισκόμενον. ἐπ' ἐμὲ τοίνυν οὐχ οὕτως ἥξει, φησίν, ὡς ἐπί τινα ἀνθρώπων τῶν ὑφ' ἁμαρτίαν κειμένων, ἀλλ' ὡς ἑκουσίως ἐμαυτὸν παραδιδόντα καὶ δεικνύντα τῷ κόσμῳ τὴν ἀγάπην, ἣν ἔχω πρὸς τὸν πατέρα, ὅτι βουλομένου πατρὸς σῴζεσθαι κόσμον ἐργάζομαι τοῦτο. 111 Jο 14, 31 ∆οκεῖ μὲν ἀναχώρησις εἶναι τὸ πρᾶγμα, ἔκδοσις δέ ἐστιν ἑκούσιος, ὅτι τοιοῦτον μεταδιώκει τόπον, ἐν ᾧ γνωσθήσεται ὑπὸ τοῦ προδότου καὶ προδοθήσεται.
112 Jο 15, 6 Ὅστις οὖν ἑαυτὸν χωρίζει τοῦ κυρίου πρὸς σαρκικὰ πράγματα,
ἀπηλλοτρί ωσεν ἑαυτὸν τῆς ἀμπέλου καὶ ξηρὸς καθίσταται τὴν ζωοποιὸν μηκέτι δεχόμενος ἰκμάδα. ὁ δὲ τοιοῦτος εἰς τὴν αἰώνιον φυλαχθήσεται κρίσιν ὥσπερ εἰς τὸ πῦρ τὰ ξηρὰ κλήματα. 113 Jο 15, 7 Μένοντες ἐν ἐμοί, φησίν, οὐ μόνον τὰ τῆς ἀρετῆς ἕξετε καρποφορούμενα ἐξ ὑμῶν αὐτῶν, ἀλλὰ καὶ τὰ μείζονα τῆς ἀρετῆς, λέγω δὴ τὰς παρὰ θεοῦ δυνάμεις, ἃς δι' αἰτήσεως λήψεσθε· τὸ γὰρ ὃ ἐὰν θέλητε αἰτήσασθε,
καὶ γενήσεται ὑμῖν τὴν τῶν παραδόξων ὑπερβάλλει δύναμιν. 114 Jο 15, 9-10 Ὥσπερ ἐγώ, φησίν, προσήκων τῷ πατρὶ κατὰ τὴν θεότητα ἠγάπημαι ἐξ αὐτοῦ καὶ οὐκ ἐξ ἀνθρώπων ἀναστάς, οὕτω καὶ ὑμεῖς ἐμοὶ προσήκοντες κατὰ σάρκα ἠγάπησθε ὑπ' ἐμοῦ. τὴν οὖν ἀγάπην, ἧς ἐτύχετε, φυλάξατε. φυλάξατε δὲ αὐτήν, εἰ τὰ προστεταγμένα ὑπ' ἐμοῦ τηρήσετε σῴζοντες καὶ ἐν τούτῳ τὴν μίμησιν καὶ τὴν ὁμοίωσιν τὴν πρὸς ἐμέ· ἐγώ τε γὰρ σύμφωνα τῷ πατρὶ διανο ούμενος καὶ πράττων ἀκριβῆ τὴν ἀγάπην τὴν πρὸς τὸν πατέρα διεφύλαξα. ὑμεῖς δὲ ὡσαύτως τὰ παρ' ἐμοῦ προστάγματα ἔργῳ πληροῦντες ἐπιδείξετε τὴν πρὸς τὸν δεσπότην ἀγάπην· οὐδὲ γὰρ τὴν ἀγάπην ὁμοίως ὑμεῖς τε πρὸς τὸν κύριον καὶ ὁ κύριος πρὸς τὸν πατέρα δείκνυσιν, οὐδὲ τὴν τήρησιν τῶν ἐντολῶν ἐξ ἴσου δοῦλοί τε πρὸς δεσπότην καὶ υἱὸς πρὸς πατέρα ἀποδίδωσι· τῷ μὲν γὰρ κυρίῳ κατὰ φύσιν ἦν ἅπαντα πληροῦν τὰ ἀρέσκοντα πατρὶ καὶ πόνος οὐδεὶς οὐδὲ ἐπιμέλεια οὐδὲ ἄσκησις περὶ τοῦτο, ἡμῖν δὲ διὰ πόνου τὸ κατόρθωμα. καὶ ὁ μὲν οὐκ ἐλπίδι μισθοῦ τὰ πατρὸς τηρεῖ βουλήματα, ἡμεῖς δὲ ἐπὶ μισθῷ τὸν πόνον ὑπομένομεν καὶ τὴν τήρησιν τῶν ἐντολῶν ἐξασκοῦμεν. ἕτερος ἄρα τρόπος τῆς ἀγάπης τοῦ κυρίου πρὸς τὸν πατέρα, ἕτερος δὲ ἡμῖν πρὸς αὐτόν. 115 Jο 15, 15 Οὐ τοιαύτην ἀκοὴν δήπουθεν λέγει, οἵαν τὴν τῶν ἀνθρώπων, ὥσπερ οὐδὲ ἀγάπην τοιαύτην οὐδὲ ἐντολῶν τήρησιν ὁμοίαν· οὐ γὰρ ῥῆμα εἰς ἀκοὴν ὠτίων φερόμενον ἐκ πατρὸς ἐνήνεκται μηνύον τὰ πατρὸς βουλήματα, ἀλλὰ τὴν πρό γνωσιν εἴρηκεν ἀκοὴν οὐ προσγινομένην αὐτῷ κατά τινα καιρόν, ἀλλὰ συνοῦσαν ἀεί· οὐ γὰρ ἐξ ἀγνοίας εἰς γνῶσιν ἡ σοφία πρόεισιν οὐδὲ ἕτερόν τι παρὰ τὴν σοφίαν ἡ γνῶσίς ἐστιν, ἵνα ὑποδέξηται αὐτὴν ὡς οὐκ αὐτὸ γινώσκουσαν, ἀλλὰ χρὴ διὰ τῶν συνήθων καὶ τῶν ἀνθρωπίνων ῥημάτων
16