De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
Ῥουσίου. Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς. ∆οχὴ ςϛʹ, ἐν τῷ φουρνικῷ τῶν Ἀρτοπωλῶν. Ὑποστρεφόμενος αὐτὸς δήμαρχος μετὰ τοῦ δήμου τοῦ Ῥουσίου, ποιοῦσιν ἐκεῖ δοχήν. Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς. ∆οχὴ ζʹ, ἐν τῷ Φόρῳ. ∆έχεται ἐκεῖσε ὁ δημοκράτης τῶν Πρασίνων, ἤγουν ὁ ἐκσκούβιτος, μετὰ τοῦ περατικοῦ δήμου τῶν Πρασίνων. Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς. ∆οχὴ ηʹ, ἐν τῷ Πραιτωρίῳ. ∆έχεται ἐκεῖσε ὁ δήμαρχος τῶν Βενέτων, μετὰ τοῦ δήμου τοῦ Λευκοῦ. Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς. Ἐν δὲ τῷ 1.45 τελευταίῳ ἄκτῳ λέγουσιν οἱ κράκται· "Καλῶς ἦλθεν ἡ ἀναίρεσις τῶν τῆς Ἄγαρ." Ὁ λαός· "Πολυχρόνιον ποιήσῃ ὁ Θεὸς τὴν ἁγίαν βασιλείαν σας εἰς πολλὰ ἔτη." ∆οχὴ θʹ, ἐν τῷ φουρνικῷ τοῦ Μιλίου. Ὑποστρεφόμενος ὁ αὐτὸς δήμαρχος τῶν Βενέτων μετὰ τοῦ δήμου τοῦ Λευκοῦ, ποιεῖ ἐκεῖσε δοχήν. Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς. Καὶ πάλιν μετὰ μικρὸν τῆς τοιαύτης δοχῆς δέχεται ὁ δημοκράτης τῶν Πρασίνων, ἤγουν ὁ δομέστικος τῶν ἐκσκουβίτων. Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς. Καὶ πάλιν μετὰ μικρὸν τῆς τοιαύτης δοχῆς δέχεται ὁ δημοκράτης τῶν Βενέτων, ἤγουν ὁ δομέστικος τῶν Σχολῶν, εἰς τὸ κάγκελλον τῆς Χαλκῆς. Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς.
1.46 ϛʹ Ἄκτα ἑορτῇ τῇ Κυριακῇ τοῦ Ἀντίπασχα.
Ἰστέον ὅτι τῇ κυριακῇ τοῦ Ἀντίπασχα, ὅτε ἀκουμβίσωσιν οἱ δεσπόται ἐπὶ τῆς τραπέζης, ἡ αὐτὴ τάξις καὶ ἀκολουθία γίνεται τῆς δευτέρας τῆς διακαινησίμου, δηλονότι καὶ αἱ ἀκτολογίαι τῶν δύο μερῶν, καὶ πάντα, καθὼς προείρηται, πλὴν οἱ μὲν Βένετοι λέγουσιν ἀπελατικόν, ἦχ. πλαγ. δʹ· "Ἀνακαινίζου ἡ κτίσις, Χριστὸς ἀνέστη, ἑόρταζε Κυρίῳ τὰς ἑορτάς σου. Ἐσφραγισμένου γὰρ τοῦ τάφου, ὁ τῆς ζωῆς ἥλιος ἀνατείλας καὶ ὀφθεὶς ἀποστόλοις τῶν θυρῶν κεκλεισμένων, τὸ Πνεῦμα τὸ ἅγιον δι' αὐτοῦ ἐγκαινίζει, καὶ εἰρήνην χαρίζεται πάσῃ τῇ οἰκουμένῃ, καὶ τὸ βασίλειον κράτος ἀστέρος ἀνατολὴ τοῦ ἀδύτου νεουργεῖ καὶ μεγαλύνει, ὡς λαμπρὸς ἥλιος, προερχόμενος σήμερον εἰς δόξαν, εἰς καύχημα, εἰς ἀνέγερσιν Ῥωμαίων". Οἱ δὲ Πράσινοι τόνδε· "Ἀποβαλόντες σύμβολα λυπηρᾶς κατηφείας οἱ ἀπόστολοι, χαίροντες προῆλθον εἰς Γαλιλαίαν καὶ εἶδον ὃν ἐπόθουν ἐκ νεκρῶν ἐγηγερμένον. Ἀπόρρητον ἐδέξαντο παρ' αὐτοῦ μυσταγωγίαν, καὶ ὡς ἀκτῖνες διαδραμόντες τὸν κόσμον φαιδρόμορφον ἐκήρυξαν τῆς ἀναστάσεως τὴν ἡμέραν. Αὐτῶν ἡ προστασία τῇ θεϊκῇ παντευχίᾳ ὑμᾶς διαφυλάξῃ, δεσπόται, εἰς εὐτυχίαν Ῥωμαίων." Ἰστέον ὅτι ὑποστρεφόντων τῶν δεσποτῶν δείλης ἀπὸ 1.47 τοὺς Ἁγίους Ἀποστόλους εἰς τὸ παλάτιον ταύτῃ τῇ ἑορτῇ, ἡ αὐτὴ τάξις καὶ ἀκολουθία γίνεται τῆς δευτέρας τῆς διακαινησίμου, δηλονότι καὶ αἱ δοχαὶ ἐν τοῖς προειρημένοις τόποις καὶ αἱ ἀκτολογίαι, καθὼς προείρηται, πλὴν λέγουσιν οἱ Βένετοι τὸ ἀπελατικόν, ἦχ. πλαγ. δʹ· "Ἀνακαινίζου ἡ κτίσις" καὶ τὰ ἑξῆς, οἱ δὲ Πράσινοι. ἦχ. πλαγ. δʹ· "Ἀποβαλόντες τὰ σύμβολα λυπηρᾶς κατηφείας" καὶ τὰ ἑξῆς, ἄλλο, ἦχ. αʹ· "Ὁ ἀχρόνως τῷ Πατρὶ" καὶ τὰ ἑξῆς.
1.48 Ζʹ Τῇ ἑορτῇ τῆς Μεσοπεντηκοστῆς.
Χρὴ εἰδέναι ὅτι καὶ τῇ προελεύσει ταύτῃ τῆς Μεσοπεντηκοστῆς, καὶ ἀπιόντων τῶν δεσποτῶν καὶ πάλιν ὑποστρεφόντων, καὶ αἱ δοχαὶ καὶ αἱ ἀκτολογίαι ὅμοιαι γίνονται τῆς δευτέρας τῆς διακαινησίμου, πλὴν οἱ μὲν Βένετοι λέγουσιν ἀπὸ φωνῆς ἀπελατικόν, ἦχ. αʹ·