ὁδοῦ κειμένην, τοὺς δὲ ἄλλους Πέρσας ὁπλίζειν αὐτὸν τάχιστα, ὡς βασι 30 λέως προστάττοντος· οὐ γὰρ ἐδήλωσε τὸν ὄντα λόγον. μετὰ δὲ τὴν ἑστίασιν εἰς ὕπνον τετραμμένων τῶν ἱππέων, αὐτός τε καὶ Οἱβάρας ὡς εἶχον ἀναβάντες ἐπὶ τοὺς ἵππους ἀπελαύνουσι, καὶ ἧκον ἐπὶ τὴν Ὕρβαν ἔτι νυκτὸς οὔσης, καὶ ὁπλίζει ὁ Κῦρος τοὺς ἀνθρώπους· καὶ συντάττει τοὺς παρὰ τοῦ πατρὸς ἥκοντας ὡς εἰς μάχην· καὶ αὐτὸς μὲν ἐν τῷ δεξιῷ ἵσταται, καὶ Οἱβάρας ἐν τῷ εὐωνύμῳ. καὶ ὁ οἶνος ἀνῆκε τοὺς παρὰ Ἀστυάγους πρωῒ οἰχομένους, καὶ γνόντες Κῦρον διώκουσι. καὶ ἧκον ἐπὶ τὴν Ὕρβαν, καὶ εὑρόντες ἐκτεταγμένον συμβάλλουσιν ὡς εἰς μάχην. ἔνθα δὴ πρῶτον πολλὴν ἀνδρείαν Κῦρος ἀποδειξάμενος σὺν τρισὶ Πέρσαις κτείνει περὶ σʹ καὶ νʹ ἱππεῖς· οἱ λοιποὶ δὲ φεύγουσι παρὰ βασιλέα καὶ ταῦτ' ἀπήγγειλαν. καὶ ὃς παίσας τὸν μηρὸν εἶπεν· ὤ μοι ὡς πολλάκις γνοὺς ὅτι οὐ χρὴ κακοὺς εὖ ποιεῖν ὅμως ἁλίσκομαι χρηστοῖς λόγοις, ὃς καὶ Κῦρον παραλαβὼν πολλῶν κακῶν, Μάρδον γένος, ὄλεθρον τηλικοῦτον ἐποίησα κατ' ἐμαυτοῦ· ἀλλὰ καὶ νῦν οὐ χαιρήσει οἷς θέλει. καὶ παραχρῆμα καλέσας τοὺς στρατηγοὺς ἀθροίζειν τὴν δύναμιν κελεύει. ὡς δὲ ἠθροίσθη εἰς ρʹ μὲν πεζῶν μυριάδας, εἴκοσιν δὲ ἱππέων, τρισχίλια δὲ ἅρματα, ἐλαύνει ἐπὶ Πέρσας. ἤδη δὲ ὥπλιστο κἀκεῖ ἡ στρατιὰ ὑπὸ Ἀτραδάτα πάντα εἰδότος· καὶ ἦσαν λʹ μὲν μυριάδες πελταστῶν, εʹ δὲ ἱππέων, ρʹ δὲ δρεπανηφόρα. ὡς δ' εἰς ἓν συνῆλθε Κύρῳ ἡ δύναμις, παρῄνεσε τούτοις. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ∆ΗΜΗΓΟΡΙΩΝ.] Ἐκ τούτου αὐτός τε καὶ ὁ πατὴρ συνέταττον τὴν στρατιάν, καὶ Οἱβάραν ἀποφαίνουσι στρατηγόν, ἄνδρα εὔβουλον καὶ δραστήριον, ὃς προκαταλαμβάνει μὲν τὰς στενοπόρους ὁδοὺς φυλακαῖς καὶ τὰ ὑψηλότατα ὄρη, τὸν δὲ ὄχλον ἐκ τῶν ἀτειχίστων πόλεων εἰς τὰς εὐερκεῖς μετάγει, φρούρια δ' ἔνθα καιρὸς ἦν ἐντειχίζεται. καὶ μετ' οὐ πολὺ Ἀστυάγης ἧκε σὺν τῷ στρατῷ καὶ τὰς ἐρήμους πόλεις κατέκαε· πρός τε Κῦρον καὶ Ἀτραδάταν τὸν τούτου πατέρα πέμψας ἀγγέλους πολλά τε ἠπείλει καὶ ὠνείδιζε τὴν πρόσθεν πτωχείαν, ἐκέλευέ τε ὀπίσω παρ' αὐτὸν ἰέναι· δήσειν γὰρ αὐτοὺς μόνον παχείαις πέδαις· εἰ δ' ἁλώσεσθε, ἔφη, κακοὶ κακῶς ἀπολεῖσθε. Κῦρος δὲ ἀποκρίνεται· οὐκ ἄρα σύ γε, ὦ Ἀστυάγη, θεῶν 31 δύναμιν ᾔδεις, ὃς οὐκ οἶσθα ὑπ' ἐκείνων τοὺς αἰπόλους ἐποτρυνθέντας ἐπὶ τάδε τὰ πράγματα, οἷς ἑπόμεθα καὶ εἰς τέλος. καὶ σοὶ παραινοῦμεν, ὅτι ἡμᾶς καὶ αὐτὸς εὖ ποιεῖς, θεῶν σοι ἐπὶ νοῦν ἀγόντων, ἀπάγειν τὴν δύναμιν καὶ Πέρσας ἐλευθέρους ἐᾶν κρείττους ὄντας Μήδων, ὡς μὴ τούτους δουλούμενος καὶ τῶν ἄλλων ἀποστερηθῇς. ταῦτα μὲν ὁ ἄγγελος ἀπήγγειλεν Ἀστυάγῃ. ὁ δὲ ὑπὸ ὀργῆς ἐξάγει τὴν στρατιὰν εἰς μάχην καὶ ἐκτάττει· αὐτὸς δὲ προεκάθητο ἀναβὰς δισμυρίους ἔχων δορυφόρους περὶ αὑτόν. ἀντεπῄει δὲ Κῦρος, Ἀτραδάτην μὲν ἐν τῷ δεξιῷ κέρατι στήσας, Οἱβάραν δὲ ἐπὶ τῷ εὐωνύμῳ· αὐτός τε μετὰ τῶν ἀρίστων Περσῶν ἐν μέσοις ἦν. ἔνθα δὴ δεινὴ μάχη γίνεται· καὶ πλείστους ἔκτεινε Κῦρός τε καὶ οἱ λοιποὶ Πέρσαι. σχετλιάζων δὲ ὁ Ἀστυάγης ἐπὶ τοῦ θρόνου εἶπεν· οἴ μοι τοὺς τερμινθοφάγους Πέρσας οἷα ἀριστεύουσι. καὶ πέμψας ἠπείλει τοῖς ἑαυτοῦ στρατηγοῖς, εἰ μὴ νικήσουσι τοὺς ἀντίους, οἷα πείσονται. κάμνοντες δὲ οἱ Πέρσαι ὑπὸ πλήθους πολεμίων ἄλλων ἐπ' ἄλλοις ἐπιόντων, κλιθέντες ἀναχωροῦσιν εἰς τὴν πόλιν, πρὸ ἧς ἐμάχοντο. εἰσεληλυθότας δὲ θαρρύνει Κῦρος καὶ Οἱβάρας, ὅτι πλείους αὐτοὶ τῶν πολεμίων ἔκτειναν, καὶ παραινοῦσι παῖδας μὲν καὶ γυναῖκας εἰς Πασαργάδας τὸ ὑψηλότατον ὄρος ἀποπέμψαι, αὐτοὶ δὲ εἰς αὔριον ἐπεξελθόντες τέλος ἐπιθεῖναι τῇ νίκῃ. πρόκειται γὰρ ἀποθανεῖν πᾶσιν [ἢ] ἡττηθεῖσι· βέλτιον οὖν μετὰ τοῦ νικᾶν, εἰ δέοι, παθεῖν τοῦτο ἐλευθερώσαντας τὴν πατρίδα. ταῦτα εἰπόντος, ὀργὴ καὶ μῖσος παρίσταται πᾶσιν ἐπὶ Μήδους, καὶ ἕωθεν ἀναπετάσαντες τὰς πύλας ἐπεξίασιν, ἡγουμένου Κύρου καὶ Οἱβάρα. ὁ δ' Ἀτραδάτης μετὰ τῶν γερόντων ἐρρύετο τὸ τεῖχος. ἀντεπίασι δ' αὐτοῖς παμπληθεῖς Ἀστυάγου φάλαγγες σὺν ὁπλίταις τε καὶ ἱππεῦσι. τῶν δὲ μαχομένων, ιʹ μυριάδες ἐκπεριελθοῦσαι, καθότι ἔταξεν Ἀστυάγης, αἱροῦσι τὴν πόλιν καὶ Ἀτραδάτην πολλὰ