ἐν ὅλῃ καρδίᾳ μου". ἀλλ' οἱ διεστραμμένοι τὸν νοῦν· ἰδού, φασίν, χάριν ὁμολογεῖ τῷ πατρί, εἶτα πῶς οὐκ ἐλάττων ἐστὶν αὐτοῦ; πρὸς τοῦτο φαίη τις ἂν τῶν εὖ εἰδότων τοῖς τῆς ἀληθείας συνασπίσαι δόγμασι· καὶ τί τὸ κωλῦον, ὦ βέλτιστοι, τὸν ὁμοούσιον υἱὸν ἀποδέχεσθαι καὶ ἐπαινεῖν τὸν ἑαυτοῦ πατέρα, σῴζοντα δι' αὐτοῦ τὴν ὑπ' οὐρανόν; εἰ δὲ νομίζεις διὰ τὴν ἐξομολόγησιν ἐν ἐλάττοσιν εἶναι αὐτὸν τοῦ πατρός, ὅρα καὶ τὸ ἐφ' ἑξῆς. κύριον γὰρ τοῦ οὐρανοῦ καὶ γῆς ὁμολογεῖ καὶ ἀποκαλεῖ τὸν πα τέρα. ὁ δὲ υἱὸς τοῦ τῶν ὅλων κρατοῦντος θεοῦ πάντως που σὺν αὐτῷ δεσπόζει τῶν ὅλων, οὐχ ὡς ἐλάττων ἢ ἑτεροούσιος, ἀλλ' ὡς θεὸς ἐκ θεοῦ ταῖς ἴσαις εὐκλείαις στεφανούμενος καὶ τὴν κατὰ πᾶν ὁτιοῦν ἰσό τητα πρὸς αὐτὸν ἔχων οὐσιωδῶς. 146 Mt 11, 27 Κατὰ διαφόρους ἐπινοίας ἡ θεοῦ γνῶσις· κτίστου, ᾗ ἔκτισεν, κριτοῦ <ᾗ ἔκρινε καὶ τὰ ἄλλα. ταῦτα δὲ πάντα φανερά, ᾧ ἂν ὁ υἱὸς> ἀποκαλύψῃ, οὐχ ἑτέρως ὄντι υἱῷ θεοῦ. <τοιγαροῦν> ὃς λαβὼν ἐξουσίαν τέκνον γενέ σθαι ὅτε μὲν ἔχει οὐκ ἔγνω, οὐκ ἔχει τὸν πατέρα· ὅτε δὲ γίνεται ἀπο καλύψαντος Ἰησοῦ ὡς ἀδελφῷ γνώσεται. 147 Mt 11, 27 Ὥσπερ οὖν ὁ πατὴρ λέγεται πεποιηκέναι τὰ πάντα, καίπερ διὰ τοῦ υἱοῦ πάντα ποιῶν, οὕτω καὶ λέγεται τῷ υἱῷ πάντα παραδιδόναι αὐτὸν ἔχων δύναμιν καὶ δι' αὐτοῦ κατάρχων τῶν ὅλων καὶ συνὼν αὐτῷ. πλὴν εἰ καὶ ὡς ἄνθρωπος ἐξουσίαν λαμβάνειν οἰκονομικῶς λέγεται ὡς μὴ πεφυκυίας ἀνθρώπου φύσεως δεσπόζειν, οὐδὲ τοῦτο ἔξω τοῦ εἰκότος. 148 Mt 11, 27 Ὁ ὁρῶν τὸν υἱὸν τὴν τοῦ πατρὸς εἰκόνα ἔχοντα ἐν ἑαυτῷ αὐτὸν ὁρᾷ τὸν πατέρα. ἀποκαλύπτει δὲ τὸν πατέρα ὡς ἐν πρωτοτύπῳ αὐτὸς τῷ πατρὶ φαινόμενος, ὑποφαίνων δὲ ἂν πάλιν ἐν ἰδίᾳ μορφῇ τὸ ἀρχέ τυπον. ταῦτα δὲ θεοπρεπῶς νοητέον. ἐπειδὴ δὲ εἶπε πάντα μοι παρε δόθη, ἵνα μὴ δόξῃ ἑτέρας φυλῆς εἶναι καὶ παρὰ τὸν πατέρα ἥττων, ἐπήγαγε τοῦτο, ἵνα δείξῃ τὴν ἑαυτοῦ φύσιν ἀπόρρητον καὶ ἀκατάληπτον οὖσαν ὡς τὴν τοῦ πατρός· μόνη γὰρ ἡ θεία φύσις τῆς τριάδος ἑαυτὴν ἐπιγινώσκει. μόνος ὁ πατὴρ οἶδεν τὸν υἱὸν τὸν ἴδιον τὸν τῆς ἑαυτοῦ φύσεως καρπόν, μόνον τὸ θεῖον γέννημα ἐπιγινώσκει τὸν ἐξ οὗ ἐτέχθη μόνον τὸ ἅγιον πνεῦμα οἶδεν "τὰ βάθη τοῦ θεοῦ", ὅ ἐστι τὰς ἐννοίας τοῦ πατρὸς καὶ τοῦ υἱοῦ. 149 Mt 11, 28 Ὁ οὖν ἀκούσας τῆς κλήσεως καὶ ἐγγίσας καὶ κολληθεὶς τῷ προσ τάξαντι, οὗτος ἀναπαύεται. ἀποστάντες, φησίν, τῆς φιλαμαρτήμονος γνώμης καὶ τῆς φιλοσαρκίας καὶ μετατρεπόμενοι ἐπὶ τὰ ἐπαίνου ἄξια πράγματα ἐγγίσατέ μοι, ἵνα γένησθε "θείας κοινωνοὶ φύσεως" καὶ ἁγίου πνεύματος μέτοχοι. πάντας δὲ καλεῖ καὶ οὐ μόνους τοὺς ἐξ Ἰσραὴλ ὡς πάντων δημιουργὸς καὶ κύριος καὶ κοπιῶντας μὲν λέγει τοὺς Ἰουδαίους τοὺς μὴ ἰσχύοντας βαστάσαι τὸν νομικὸν ζυγόν, πεφορ τισμένους τοὺς εἰδωλολάτρας τοὺς διὰ τοῦ διαβόλου καταφορτισ θέντας καὶ τῷ πλήθει τῶν ἁμαρτιῶν καταβαρυνομένους. ὑμεῖς οὖν, φησίν, ὦ Ἰουδαῖοι, νεύσατε πρὸς τὴν ἀλήθειαν καὶ ἐπίγνωτε ἐμὲ τὸν ὑμέτερον κηδεμόνα καὶ δεσπότην καὶ ἐγγύθεν τῆς προσόδου τὸ κέρδος κομιζόμενοι. ἀπαλλάττω γὰρ ὑμᾶς τῆς ὑπὸ τὸν νόμον δουλείας, ἐν ᾗ πολὺν ὑπομένετε κόπον, οὔτε ῥᾳδίως ἐξανύειν αὐτὸν δυνάμενοι καὶ μέγιστον τῶν ἁμαρτημάτων "τὸ φορτίον" ἑαυτοῖς κατασκευάζοντες, ὅσῳ πλείονα φυλάττειν προσῆκεν ὑμᾶς ἀκόλουθα τῷ νόμῳ διαπραττομένους. 150 Mt 11, 30 Ἐλαφρός ἐστιν ὁ ζυγὸς τοῦ Χριστοῦ, ἐπεὶ οὐ κολάζει ἡμᾶς καθάπερ ὁ νόμος τὸ ἀναμάρτητον ἀπαιτῶν καὶ ἀπαθές, ἀλλ' ἐν ἁπλοῖς ῥήμασιν ἔχει τὴν ἐπαγγελίαν καὶ τὸν τῆς ἀρετῆς ὑπογραμμόν. 152 Mt 12, 1-2 Ἔνθα μὲν γὰρ οὐδὲν γίνεται μέγα καὶ γενναῖον, ἡσυχάζουσιν, ἔνθα δὲ ὁρῶσί τινας σῳζομένους, καὶ πάντων εἰσὶ φορτικώτεροι· οὕτως ἐχθροὶ τῆς τῶν ἀνθρώπων εἰσὶ σωτηρίας καὶ τῶν ἱερῶν γραμμάτων ἀνεπιστή μονες. εἰ γὰρ ἑτέρα