τρο χαῖον. τὸ δὲ χωλὸν οὐ δέχεται τοὺς παραλήγοντας τρισυλλάβους·9 καὶ τὰ ἑξῆς. Πρόδηλόν ἐστι τὸ λεγόμενον περὶ τοῦ χωλιάμβου καλουμένου, ὅτι οὕτως ἐπεκράτησεν, ὥστε ποιεῖν καὶ ἴδιον μέτρον. Ἱππώνακτος δ' ἔλεγον αὐτὸ εἶναι κατὰ τὴν εἰρημένην ἀνωτέρω p. 214, 20χρῆσιν τῆς γραὸς καὶ σκάφης· ἄνθρωπ', ἄπελθε, τὴν σκάφην ἀνατρέψεις. τοῦτο δὲ καὶ τῆς γραὸς λέγεται εἶναι τῆς ἄνω εἰρημέ νης. - Καὶ οὕτως πληροῖ τὸ ἰαμβικὸν μέτρον, μὴ εἰρηκὼς περὶ τῆς τομῆς τοῦ ἰάμβου ἐνταῦθα. ἐν δὲ τῇ κατὰ πλάτος αὐτοῦ πραγματείᾳ καὶ τοῦτο πεποίηκε, σαφῶς δείξας καὶ συμφωνήσας πᾶσιν ὅτι δύο μόναι εἰσὶ τομαὶ τοῦ ἰάμβου, λέγω δὴ πενθημιμερὴς δύο ἥμισυ ποδῶν καὶ ἑφθημιμερὴς τριῶν ἥμισυ.
Cap. VI. Περὶ τροχαϊκοῦ.
9Τὸ τροχαϊκὸν κατὰ μὲν τὰς περιττὰς χώρας δέχεται τροχαῖον, καὶ
τρίβραχυν, καὶ δάκτυλον· κατὰ δὲ τὰς 230 ἀρτίους τούτους τε καὶ σπονδεῖον καὶ ἀνάπαιστον. καταληκτικὸν δὲ ὅτε ἐστί, τὸν παραλήγοντα μάλιστα μὲν τροχαῖον δέχεται, ἔστι δ' ὅτε καὶ τρίβραχυν·9 καὶ τὰ ἑξῆς. Εἰπὼν περὶ τοῦ ἰαμβικοῦ νῦν καὶ περὶ τοῦ ἀντι παθοῦς αὐτοῦ βούλεται τροχαϊκοῦ διαλαβεῖν. ὅτι γὰρ ἀντιπαθεῖ αὐτὸ δῆλον, ἐπεὶ ἐκ τοῦ τροχαϊκοῦ αὐτοῦ μέτρου ἐὰν ἀπάρῃς τὴν πρώτην συλλαβήν, ἰαμβικὸν εὑρίσκεται καταληκτικὸν εἰς συλλαβήν· καὶ ἔμπαλιν ἐὰν ἐκ τοῦ ἰαμβικοῦ ἐκβάλῃς τὴν πρώτην συλλαβήν, τροχαϊκὸν εὑρίσκεται καταληκτικὸν εἰς συλλαβήν. Ἰστέον δ' ὅτι τινὲς τὸν τροχαῖον καλοῦσι καὶ χο ρεῖον, ὡς ἐν τοῖς χοροῖς εὑρισκόμενον, ὅθεν καὶ τὸ χοριαμβικὸν μέτρον, ὡς δείξομεν, λέγεται, τὸ ἐκ τρο χαίου καὶ ἰάμβου συγκείμενον. Εἶτα λοιπὸν αὐτὸς σαφῶς διδάσκει, πόθεν σύγκει ται τὸ καλούμενον Εὐριπίδειον ἢ ληκύθιον. -(18, 7) ἰστέον δὲ ὅτι τοὺς τραγικοὺς ληκύθους ἐκάλουν, ὅθεν καὶ Καλλίμαχος98cφησὶν ἥτις τραγῳδὸς μοῦσα ληκυθίζουσα· ἄλλοι δὲ κομποληκύθους· ἢ ὅτι ὅμοιόν ἐστι τῷ 20λη κύθιον ἀπώλεσεν20Aristoph. Ran. 1233Εἶτα λέγει πολλὰ εἴδη τοῦ τροχαϊκοῦ μέτρου, σαφῶς παρα τιθέμενος καὶ τὰ παραδείγματα διὰ τῶν χρήσεων ἑκάστου. 231
Cap. VII.Περὶ δακτυλικοῦ.
9Τὸ δακτυλικὸν δέχεται δακτύλους καὶ σπονδείους κατὰ πᾶσαν χώραν πλὴν
τῆς τελευταίας· ἐπὶ ταύτης δὲ εἰ μὲν ἀκατάληκτον εἴη, δάκτυλον ἕξει·9 καὶ ἑξῆς. U 9Τὸ δακτυλικὸν δέχεται δακτύλους καὶ σπονδείους κατὰ πᾶσαν χώραν πλὴν τῆς τελευταίας· ἐπὶ ταύτης δὲ εἰ μὲν ἀκατάληκτον εἴη, δάκτυλον ἕξει ἢ διὰ τὴν ἀδιά φορον κρητικόν· εἰ δὲ καταληκτικόν, τὰ ἀπ' αὐτοῦ με μειωμένα ἤτοι συλλαβῇ ἢ δύο συλλαβαῖς. καὶ τὸ μὲν καταληκτικὸν εἰς συλλαβήν, τὸ δὲ καταληκτικὸν εἰς δι σύλλαβον·9 καὶ τὰ ἑξῆς. -κ ∆ιαλαβὼν περὶ τῶν δισυλλάβων μέτρων νῦν ἀκο λούθως ὁ Ἡφαιστίων ἐπὶ τοὺς τρισυλλάβους μετέρχε ται, πάλιν δύο μόνους ἀποτελεστικοὺς ὄντας μέτρων, λέγω δὴ τὸν δάκτυλον καὶ τὸν τούτῳ πάλιν ἀντικεί μενον ἀνάπαιστον. διὰ τοῦτο γὰρ καὶ προείπομεν, ὅτι εἰώθαμεν ἐν τοῖς γένεσι τοῦ στίχου λέγειν· "3γένους μέν ἐστι δυαδικοῦ τετρασήμου"3, ἐπειδὴ ὀκτὼ ὄντων τῶν τρισυλλάβων ποδῶν δύο μόνοι εἰσὶν οἱ ἀποτελε στικοὶ μέτρων. Εἶτα λέγει πάλιν σαφῶς, πόθεν σύγκειται τὸ δα κτυλικὸν μέτρον, τουτέστι τὸ ἔπος. καὶ πολλάκις καὶ τοῦτο προέγνωμεν, ὅτι πάντες δυνάμει δάκτυλοί εἰσιν οἱ πόδες τοῦ στίχου. καὶ γὰρ καὶ ὁ ἀμφίμακρος, ὁ λεγόμενος κρητικός, καὶ πάλιν ὁ παλιμβάκχειος τὴν 232 κοινὴν ἔχουσιν ἰσοδυναμοῦσαν βραχείᾳ, ὅθεν καὶ πο δίζοντες τὸν στίχον εἰώθαμεν λέγειν· "3ἀμφίμακρος ἐκ μακρᾶς καὶ βραχείας καὶ κοινῆς, τετράχρονος"3, ἐν δὲ τῷ