παρεσιώπησεν ἱστορίας. 10.21 Ἔχει δὲ οὕτως ἡ τοῦ Ματθαίου λέξις· Ὁ γὰρ Ἡρώδης κρατήσας τὸν Ἰωάννην, ἔδησεν αὐτὸν ἐν τῇ φυλακῇ. Εἰς ταῦτ' οὖν δοκεῖ μοι ὅτι, ὥσπερ «ὁ νόμος καὶ οἱ προφῆται μέχρι Ἰωάννου» μεθ' ὃν ἔληξεν ἡ προφητικὴ ἀπὸ Ἰουδαίων χάρις, οὕτως ἡ τῶν βασιλευσάντων ἐν τῷ λαῷ ἐξουσία μέχρι τοῦ ἀναιρεῖν τοὺς νομιζομένους ἀξίους θανάτου αὐτοῖς ὑπάρχουσα ἕως Ἰωάννου ἦν, καὶ ἀναιρεθέντος τοῦ τελευταίου τῶν προφητῶν παρανόμως ὑπὸ τοῦ Ἡρώδου ἀφῃρέθη ὁ Ἰουδαίων βασιλεὺς τῆς τοῦ ἀναιρεῖν ἐξουσίας. Εἰ γὰρ μὴ ἀφῄρητο αὐτὴν ὁ Ἡρώδης, οὐκ ἂν ἐδίκασεν ὁ Πιλᾶτος τὸν Ἰησοῦν τὴν ἐπὶ θανάτῳ, ἀλλ' ἤρκεσεν ἂν εἰς τοῦτο Ἡρώδης μετὰ τῆς τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ εἰς τοῦτο βουλῆς. Καὶ τότε, οἶμαι, πεπλήρωται τὸ ὑπὸ τοῦ Ἰακὼβ πρὸς Ἰούδαν τοῦτον εἰρημένον τὸν τρόπον· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐξ Ἰσραήλ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Τάχα δὲ καὶ ἀφῃρέθησαν τὴν ἐξουσίαν ταύτην Ἰουδαῖοι, τῆς θείας παρασχούσης προνοίας τῇ τοῦ Χριστοῦ διδασκαλίᾳ ἐν τῷ λαῷ νομήν, ἵνα, κἂν κωλύηται ὑπὸ Ἰουδαίων αὕτη, ἀλλὰ μὴ μέχρι ἀναιρέσεως τῶν πιστευόντων χωρῇ, δοκούσης κατὰ νόμον γίγνεσθαι. Ἡρώδης δὲ κρατήσας τὸν Ἰωάννην ἔδησεν ἐν φυλακῇ καὶ ἀπέθετο σύμβολον ποιῶν τοῦ-τὸ ὅσον ἐφ' ἑαυτῷ καὶ τῇ κακίᾳ τοῦ λαοῦ-καταδῆσαι καὶ κατακλεῖσαι λόγον τὸν προφητικὸν καὶ κωλῦσαι αὐτὸν ἔτι μένειν τῆς ἀληθείας κήρυκα ἐπ' ἐλευθερίᾳ, ὡς τὸ πρότερον. Τοῦτο δὲ πεποίηκεν Ἡρώδης διὰ Ἡρωδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ· ἔλεγε γὰρ αὐτῷ ὁ Ἰωάννης· οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. Οὗτος δὲ ὁ Φίλιππος ἦν τετράρχης «τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας». Τινὲς μὲν οὖν οἴονται ὅτι, ἀποθανόντος Φιλίππου θυγατέρα καταλιπόντος, Ἡρωδιάδα ἔγημε τὴν τοῦ ἀδελφοῦ γυναῖκα ὁ Ἡρώδης, τοῦ νόμου τὸν γάμον ἐν ἀπαιδίᾳ συγχωροῦντος. Ἡμεῖς δέ, μηδαμῆ σαφῶς εὑρίσκοντες τεθνηκέναι τὸν Φίλιππον, μεῖζον ἔτι τὸ παρανόμημα τῷ Ἡρώδῃ λογιζόμεθα γεγονέναι, ὅτι καὶ ζῶντος ἀπέστησε τοῦ ἀδελφοῦ τὴν γυναῖκα. 10.22 ∆ιόπερ προφητικῇ παρρησίᾳ κεκοσμημένος ὁ Ἰωάννης καὶ μὴ καταπληττόμενος τὸ βασιλικὸν ἀξίωμα τοῦ Ἡρώδου, μηδὲ διὰ τὸ δέος τοῦ θανάτου παρασιωπῶν περὶ τοῦ τηλικού του ἁμαρτήματος, ἔλεγε τῷ Ἡρώδῃ θείου πληρωθεὶς φρονήματος· Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν· οὐ γὰρ «ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου». <Καὶ> ὁ μὲν Ἡρώδης, κρατήσας τὸν Ἰωάννην, δήσας ἀπέθετο ἐν τῇ φυλακῇ, μὴ τολμῶν πάντη ἀποκτεῖναι «τὸν προφητικὸν λόγον» καὶ ἀνελεῖν ἀπὸ τοῦ λαοῦ· ἡ δὲ τοῦ βασιλέως τῆς Τραχωνίτιδος γυνή, πονηρά τις οὖσα δόξα καὶ μοχθηρὰ διδασκαλία, θυγατέρα ἐγέννησεν ὁμώνυμον, ἧς τὰ δοκοῦντα εὔρυθμα κινήματα ἀρέσαντα τῷ Ἡρώδῃ τὰ γενέσεως ἀγαπῶντι πράγματα, αἴτια γεγένηται τοῦ μηκέτι εἶναι ἐν τῷ λαῷ κεφαλὴν προφητικήν. Μέχρι δὲ τοῦ δεῦρο νομίζω τὰ δοκοῦντα κατὰ τὸν νόμον εἶναι κινήματα τοῦ λαοῦ τῶν Ἰουδαίων μὴ ἄλλο τι τυγχάνειν ἢ τῆς Ἡρωδιάδος θυγατρός. Ἀλλ' ἡ Ἡρωδιάδος ὄρχησις ἐναντία ἦν ὀρχήσει ἁγίᾳ, ἣν οἱ μὴ ὀρχησάμενοι ὀνειδισθήσονται ἀκούοντες· «Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε.» Καὶ ἐν γενεθλίοις δὲ παρανόμου βασιλεύοντος αὐτῶν λόγου ὀρχοῦνται, ὡς ἀρέσκειν ἐκείνῳ τῷ λόγῳ τὰς κινήσεις αὐτῶν. Ἐτήρησε μὲν οὖν τις τῶν πρὸ ἡμῶν τὴν ἀναγεγραμμένην ἐν Γενέσει τοῦ Φαραὼ γενέθλιον καὶ διηγήσατο ὅτι ὁ φαῦλος τὰ γενέσεως ἀγαπῶν πράγματα ἑορτάζει γενέθλιον. Ἡμεῖς δὲ ἀπ' ἐκείνου ταύτην εὑρόντες ἀφορμὴν ἐπ' οὐδεμιᾶς γραφῆς εὕρομεν ὑπὸ δικαίου γενέθλιον ἀγομένην. Ἄδικος γὰρ μᾶλλον ἐκείνου τοῦ Φαραὼ ὁ Ἡρώδης· καὶ γὰρ ὑπ' ἐκείνου μὲν ἐν γενεθλίῳ ἀρχισιτο ποιὸς ἀναιρεῖται, ὑπὸ δὲ τούτου Ἰωάννης, οὗ «μείζων ἐν γεννητοῖς γυναικῶν οὐδεὶς ἐγήγερται», περὶ οὗ ὁ σωτὴρ λέγει· «Ἀλλὰ τί ἐξεληλύθατε; προφήτην ἰδεῖν; ναὶ λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.» Ἀλλὰ εὐχαριστητέον τῷ θεῷ ὅτι, εἰ καὶ ἡ προφητικὴ ἀπὸ τοῦ λαοῦ ἦρται χάρις, ἡ πάσης ἐκείνης μείζων ἐξεχύθη εἰς τὰ ἔθνη διὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ, «ὃς ἐγένετο ἐν