16
θαυμαστὸν Σύμβουλον, δι' οὓς ὑπῆρχε τότε πιστὴ καὶ πλήρης κρίσεως καὶ δικαιοσύνης· καθ' οὓς ἐπαγγέλλεται τοὺς ἀποστόλους ποιῆσαι τὸ κατ' ἐκλογὴν λεῖμμα· περὶ ὧν ἔλεγεν· Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὅτε καινῷ ὀνόματι πόλις δικαιοσύνης κληθήσεται ἀντὶ πόρνης· καὶ ἀντὶ τοῦ φονευτῶν, πόλις πιστὴ δικαιοσύνης καὶ ἀντὶ πόλεως, μητρόπολις. Καὶ ἄλλοις καθηγουμένη πρὸς σωτηρίαν· καὶ οἷον ἀποικίας τινὰς στέλλουσα τῶν μοναζόντων τὸ σύστημα· τοῦτο δὲ πάλαι μὲν συνεστήκει παρ' Ἰουδαίοις, καὶ πέπτωκε, νυνὶ δὲ καθ' ὅλης ὁρᾶται τῆς οἰκουμένης ἐν Ἐκκλησίαις Χριστοῦ τεθεμελιωμένον ἐπὶ τὴν πέτραν, ἀρχὴν ἀπὸ τῶν ἀποστόλων λαβὸν, καὶ τῇ διαδοχῇ προεδρεῦον ἐν Ἐκκλησίαις, περὶ ὧν θαυμάζων ἔλεγεν ὁ ∆αβίδ· "Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησάν σοι υἱοί." Ἰουδαῖοι γὰρ ὄντες, καὶ Ἰουδαίων οἱ μαθηταὶ, καὶ τῆς ἐκείνων Συναγωγῆς υἱοὶ, πρὸς πατέρων μετέστησαν τάξιν ὁδηγοῦντες τὴν πάλαι μητέρα Συναγωγὴν ἐπὶ τὸν Χριστόν. Καὶ ἄλλος δὲ προφήτης περὶ Χριστοῦ φησι καὶ τῶν μαθητῶν· "Ἰδοὺ δὴ βασιλεὺς δίκαιος." ∆ιὰ τί δὲ ὑπερβὰς τοὺς βασιλεῖς, τῶν κριτῶν ἐμνήσθη, καίτοι καὶ ἐν βασιλεῦσί τινες γεγόνασιν ἀγαθοί; Ὅτιπερ ἐπὶ τῶν κριτῶν, αὐτόνομος ὑπῆρχεν ἡ πολιτεία, καὶ Θεὸν μόνον ἠπίσταντο βασιλέα. Κατ' ἰδίαν γὰρ γνώμην ἐξ ἀβουλίας ἠρήσαντο βασιλέα. Ἐχρῆν οὖν εὐεργετουμένους ἐπανελθεῖν ἐπὶ τὴν μακαρίαν κατάστασιν, τὸ ἐλευθέριον ἔχοντας. "Οὐ γὰρ ἦν βασιλεὺς ἐν Ἰσραὴλ, ἀλλ' ἕκαστος τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει." Ἢ ὅτι τοῦ ἀληθινοῦ βασιλέως ἐπειδημήσαντος, οὐκέτι βασιλέων ὑπῆρχε καιρὸς, κριτῶν δὲ, περὶ ὧν εἴρηται, ὅτι Καθίσετε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Πάλιν δὲ, διὰ τὸ αὐτεξούσιον, συμβούλους δώσειν ἐπήγγελται. Βασιλεὺς 1865 μὲν γὰρ προστάττει, πείθει δὲ σύμβουλος τοὺς οὐκ ἀφ' ἑαυτῶν συνορῶντας τὰ δέοντα. Πᾶς οὖν ἐπίσκοπος, οὐκ ἄρχων, ἀλλὰ σύμβουλος δέδοται, ὡς οἱ προφῆται, καὶ Μωϋσῆς· οἷς πᾶσιν ...νόσιν ἐξομοιοῦσθαι χρεών. "Γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου." Ὅτι δὲ περὶ ὀλίγων ὁ λόγος, ἀπὸ τοῦ Ἰουδαίων περιλειφθέντων λαοῦ δεδήλωκεν ἐπενεγκών· Μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς, καὶ μετὰ ἐλεημοσύνης. Ἢ ὡς οἱ λοιποὶ ἑρμήνευσαν μετὰ δικαιοσύνης. Οἱ γὰρ σωτηρίας ἄξιοι κριθέντες ὑπὸ Θεοῦ, μόνον τεύξονται τῆς ἐπαγγελίας, τῶν Ἰουδαίων φανταζομένων μίαν τὴν ἐπιστροφὴν ἔσεσθαι τοῦ παντὸς αὐτῶν ἔθνους. Αἰχμαλωσίας δὲ ἀπαλλαγὴν ἀπὸ πλάνης ἐπὶ Θεοῦ γνῶσιν μεταβολὴν, διὸ καὶ ὁ Σωτὴρ τὴν ἔχουσαν περικοπὴν· "Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με." Ἐν ᾗ ἐστι, "Κηρῦξαι αἰχμαλώτοις ἄφεσιν·" περὶ ἑαυτοῦ εἰρῆσθαι διισχυρίσατο. Οὐδὲν γὰρ νῦν ὁ προφήτης περὶ αἰσθητῶν πολεμίων διήλεκται. Ἀλλ' ἕκαστος ἁμαρτάνων ὑπὸ τοῦ πολεμίου δέσμιος, καὶ ............ ............. σχηματισμῶ τὴν παρ' ἀνθρώπων δόξαν θηρῶντες, μετὰ τὴν φανέρωσιν τῶν κρυπτῶν (ὅταν γένηται πάντα γυμνὰ καὶ τετραχηλισμένα, μηδέ τις ἢ κτίσις ἀφανὴς), ἄωρον ἔσονται θέαμα τῆς νῦν περὶ αὐτοὺς ἀπάτης ἀφανισθείσης, ὥς τε δρυὶ τὰ κατ' αὐτοὺς ἀπεικάζεσθαι· οὕτω γὰρ οἱ λοιποὶ τὴν τερέβινθον ἐκδεδώκασιν. Καὶ ἐν τῇ γενέσει δὲ τὴν αὐτὴν δρῦν καὶ τερέβινθον μεμαθήκασιν. Ἔσται δὲ καὶ ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στυππίου. Ἀλλ' οὐ σίτου, οὐ δέ τινος ἑτέρου ἀναγκαιοτέρου, "∆ιὰ τὸ ἀφῃρῆσθαι παρ' αὐτῶν ἰσχύοντα, καὶ ἰσχύουσαν ἰσχὺν ἄρτου, καὶ ἰσχὺν ὕδατος, γίγαντα, καὶ ἰσχύοντα." Ὡς μὴ δύνασθαι κατὰ Παῦλον εἰπεῖν, "Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστοῦ; ἀπολέσαντες γὰρ τὴν ἐλευθερίαν, τοῖς τυχοῦσι Ῥωμαίων δουλεύουσιν ἄρχουσιν, καὶ ἡ τῶν εἰδώλων, ἐν οἷς ἐθάῤῥουν, ἰσχὺς διελήλεγκται. Οὕτω σειραῖς τῶν ἰδίων ἁμαρτημάτων ἕκαστος σφίγγεται. Αὐτὰ γὰρ αὐτοῖς γέγονε μονονουχὶ πῦρ τε καὶ ξύλα. Καὶ ἡ προσδοκηθεῖσα δύναμις αὐτοὺς πυρὶ ἀσβέστῳ παρέδωκεν, ὡς καὶ πάντα τὰ παρ' ἡμῶν πλημμελούμενα πυρὶ τοὺς δράσαντας παραδίδωσιν, κἂν αὐχῶσιν εἶναι Χριστιανοί. Ἄνομοι [καταυχηθήσονται] γὰρ, φησὶ, καὶ ἁμαρτωλοὶ ἅμα. Μηδεὶς οὖν ψιλῷ