ἐδεήθησαν. ἐκνεύσας οὖν καὶ τὸν οἶκον θεασάμενος καὶ ἀρεσθεὶς μετοικίζει μὲν τὰς μοναζούσας ἐν ἑτέρᾳ μονῇ, αὐτὸν δὲ κόσμῳ παντοίῳ καλλωπίσας ξενῶνα πεποίηκεν, ἐπιδοὺς χρήματα καὶ προάστεια, καὶ τὰ Θεοφίλου ἐπονομάσας. 27. ∆υσεντερικῷ δὲ νοσήματι περιπαρεὶς ὁ βασιλεὺς βουλὴν βουλεύεται μετὰ τῶν ὁμοφρόνων αὐτοῦ περὶ Θεοφόβου τοῦ Πέρσου. εἰδὼς γὰρ ὅτι πολλὴν πίστιν καὶ ἀγάπην ἔχουσιν εἰς αὐτὸν οἱ Πέρσαι καὶ ἐκ τῶν ἐν τέλει οὐκ ὀλίγοι, ἐφοβήθη μή πως αὐτοῦ τελευτήσαντος αὐτὸν καταστήσωσι βασιλέα, τὸν υἱὸν αὐτοῦ Μιχαὴλ ἀπωσάμενοι· καὶ ἀποστείλας ἤγαγεν αὐτὸν ἐν τῷ παλατίῳ καὶ ἐν τηρήσει εἶχεν. εἶτα βαρηθεὶς ὑπὸ τῆς νόσου προστάσσει ἀποκεφαλισθῆναι αὐτόν. καὶ τὴν κεφαλὴν ἰδὼν ἔφη "ἄρτι, Θεόφοβε, καὶ σὺ ἀνεπαύης καὶ ἐγὼ ἀπεφρόντισα." καὶ εὐθὺς τὸ πνεῦμα αὐτοῦ κακῶς καὶ ὀδυνηρῶς ἀπέρρηξε. τὸ δὲ σῶμα αὐτοῦ εἰς τὸν ναὸν τῶν ἁγίων ἀποστόλων ἀπεκομίσθη, τὸ δὲ τοῦ Θεοφόβου ἐν τῷ οἴκῳ αὐτοῦ πλησίον τῶν Ναρσοῦ. ἐπὶ τούτοις τῶν Περσῶν ἐπιζητούντων τὸν Θεόφοβον, τί ἄρα γέγονε, οἱ τοῦ βασιλέως ἔπεισαν αὐτοὺς ἐν τῷ παλατίῳ διαιτᾶσθαι. τούτῳ τῷ τρόπῳ διαβε 647 βόηται παρὰ Πέρσαις ἄχρι τῶν ὧδε χρόνων θανάτου μὴ γεύσασθαι τὸν Θεόφοβον. Κόσμου ἔτος τλεʹ τῆς θείας σαρκώσεως ἔτος ωλεʹ, Ῥωμαίων βασιλεὺς Μιχαὴλ καὶ Θεοδώρα ἔτη ιδʹ, μόνος ἔτη ιβʹ, καὶ σὺν Βασιλείῳ ἔτος αʹ μῆνας δʹ, ὁμοῦ ἔτη κζʹ μῆνας δʹ. ἡ Θεοδώρα εὐσεβὴς οὖσα καὶ πιστὴ καὶ ὀρθόδοξος ἔτι τοῦ ἀνδρὸς αὐτῆς περιόντος λάθρα τὰς ἁγίας εἰκόνας ἐτίμα καὶ ἐσέβετο· ἥτις γνώμῃ μὲν αὐτῆς, ὑποθήκῃ δὲ καὶ παραινέσει Θεοκτίστου κανικλείου καὶ λογοθέτον, ἐξελαύνει τῆς ἐκκλησίας τὸν ἄθεον πατριάρχην Ἰωάννην, καίπερ σύντεκνον αὐτῆς ὄντα, περιορίσασα τοῦτον ἐν τῷ Στενῷ εἰς τὸ καλούμενον Κλείδιον ἔν τινι μοναστηρίῳ. κἀκεῖ αὐτὸν τὰς τοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν εἰκόνας καὶ τῆς θεομήτορος καὶ τῶν ἀρχιστρατήγων κατορύξαντα, τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐξορύξαι ἠβουλήθη· κωλυθεῖσα δὲ πέμπει καὶ μαστίζει αὐτὸν διακοσίοις λώροις, εἰσάγει δὲ τὸν ἐν ἁγίοις Μεθόδιον. τοὺς δὲ ὑπὸ Θεοφίλου ἐξορισθέντας μοναχοὺς καὶ ἐπισκόπους ἑνώσασα, τὴν ὀρθόδοξον ἐβεβαίωσε πίστιν καὶ τὴν ἐκκλησίαν εἰρήνευσεν τῇ πρώτῃ κυριακῇ τῶν νηστειῶν. ἐξελαύνει τοίνυν Θεοδώρα τὸν ἀλιτήριον Ἰαννὴν τοῦ πατριαρχείου τρόπῳ τοιῷδε. δηλοῖ γὰρ αὐτῷ διὰ Κωνσταντίνου δρουγγαρίου τῆς βίγλης ὡς πολλοὶ πολλαχόθεν συνεληλυθότες εὐλαβεῖς τε ἄνδρες καὶ μοναχοὶ δέησιν ἐποιήσαντο 648 πρὸς τὴν βασιλείαν μου τοῦ τὰς πανσέπτους κελεῦσαι ἀναστηλωθῆναι εἰκόνας. εἰ μὲν οὖν ὁμόλογος εἶ τούτοις καὶ σύμφωνος, καὶ δὴ τὸν παλαιὸν κόσμον ἡ τοῦ θεοῦ ἐκκλησία ἀπολαμβανέτω. εἰ δ' ἀμφίβολος καὶ τὴν γνώμην οὐκ ἔχων εὐθεῖαν, τοῦ μὲν θρόνου ἔξω γενόμενος καὶ τῆς πόλεως κατὰ δὲ προάστειόν σου διάβηθι, μέχρις ἂν ὁ σύλλογος τῶν ἁγίων πατέρων γένηται μετὰ σοῦ· οἵδε γὰρ ἕτοιμοι διαδικάζεσθαί τε καὶ διαλέγεσθαι καὶ πείθειν σε περὶ τούτων κακῶς λέγοντα." ὁ δὲ πατριάρχης ἢ μᾶλλον φατριάρχης κατὰ τὸν ἐν τῷ πατριαρχείῳ Θεσσαλὸν τρίκλινον τηνικαῦτα ἀνέκειτο ἐπὶ σκίμποδος, τὰς βασιλικὰς ἀγγελίας δεχόμενος· ὃς ἅμα τῇ ἀκοῇ τῶν λόγων βληθεὶς τὴν ψυχὴν βουλεύσασθαι ἔφη περὶ τούτου καλῶς καὶ τὸν ἀποκομιστὴν εὐθὺς ἀπέστειλεν, καὶ θᾶττον ἢ λόγῳ ἐγχειρίδιόν τι λαβὼν τὰς κατὰ γαστέρα φλέβας ἀπέτεμεν, ἃς ᾔδει δειλίαν μὲν καὶ οἶκτον ἐκ τῆς αἵματος δαψιλοῦς ἐκχύσεως ἀποτεκεῖν τοῖς πολλοῖς, θάνατον δὲ ἤ τινα κίνδυνον οὐδαμῶς. θροῦς οὖν καὶ βοὴ εὐθύς τις περιήχει τὴν ἐκκλησίαν, οὐ μὴν δὲ ἀλλὰ καὶ τὰς βασιλικὰς ἀκοὰς προφθάνουσα τοῦ δρουγγαρίου, ὡς ἡ δέσποινα διὰ τοῦ δρουγγαρίου τὸν πατριάρχην κατέσφαξεν. τῶν οὖν λεγομένων ἐταστὴς ἀκριβὴς ὁ πατρίκως Βάρδας ἀποσταλεὶς αὐτάς τε τὰς πληγὰς ἐκ προνοίας γενομένας ἠρέμα πως κατεφώρασεν, καὶ τὸ δρᾶμα τὸν ἔλεγχον οὐ διέφυγεν, αὐτῶν τῶν θεραπόντων κατειπόντων αὐτῷ καὶ τὰ τῆς τομῆς ὄργανα (φλεβοτόμα δὲ ἦν) εἰς μέσον καθυποβαλλόμενα. ἔκτοτε οὖν 649 οὐδενὸς λόγου ἀξιωθείς, ὡς ἐπὶ τοιαύτῃ αὐτοφώρῳ αἰτίᾳ ὑπειλημμένος, τῆς