τοῖς ἀκολουθοῦσι προ βάτοις, ὅπερ ἥρμοσεν αὐτῷ λέγειν καθὸ πηγάζει τὴν ζωήν. 83
ταραχὴν ἐκδύσης. ἐπειδὴ οὖν βέβαια καὶ ἀναφαίρετα τὰ τῆς ψυχῆς ἀγαθά, βέβαιος ἡ
σφραγιζομένην ἡμῖν τὴν θείαν ὑπεροχὴν οἰκείως θεῷ νοεῖν καὶ μὴ κατὰ τὴν ἀνθρωπίνην ταπεινότητα, ἐπεὶ καὶ πᾶς ὁ περὶ θεοῦ λόγος τοιοῦτος ἐσχημάτισται σχήματος ἀνθρωπίνου καὶ τῶν παθημάτων ὀνόμασι τῶν ἡμετέρων τὸν ἀσώματον καὶ ἀσχημάτιστον καὶ ἀπαθῆ θεὸν ἑρμηνεύων. 116 Jο 15, 16 Παρ' αὐτοῦ δέδοται τοῖς ἀνθρώποις ἡ πρὸς αὐτὸν οἰκείωσις καὶ οὐχ ὑπὸ ἀνθρώπων κατείληπται τὸ ἀγαθόν, ὅπερ καὶ ὁ ἀπόστολος διδάσκων λέγει· « διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ' ᾧ καὶ κατελήμφθην ὑπὸ Χριστοῦ « · οὐ γὰρ ἀρέσαντες ἐξελέχθημεν, ἀλλ' ἵνα ἀρέσωμεν. διὸ καί, φησίν, ἐκλεξάμενος αὐτοὺς ἐπὶ καρπο φορίαν τέθεικεν, ἵνα, εἰ καὶ μὴ διὰ τὰ πρότερα τίμιοι θεῷ καθεστήκαμεν, ἀλλὰ διὰ τὰ τελευταῖα γενώμεθα. τίς δὲ ὁ τῶν ἀποστόλων καρπὸς ἄφθαρτος οὗτος καὶ εἰς αἰῶνα μένων; ἡ ἐκκλησία. οὐκ ἔστι δὲ ἀκουσθῆναι ὑπὸ θεοῦ τὸν μὴ ἀκούοντα θεὸν οὐδὲ εὐλογίας τυχεῖν τὸν μὴ φέροντα δῶρον, ὥστε εἰ τὰς ἐντολὰς ἀκούσαιτε, φησίν, καὶ καρπὸν προσενέγκαιτε, καὶ τῶν αἰτήσεων τεύ ξεσθε. αἰτήσεις δὲ ὑμῖν δεδεγμέναι εἰσὶ παρὰ θεῷ αἱ διὰ τοῦ ἐμοῦ ὀνόματος ἀναφερόμεναι· ἐν ἐμοῖ γὰρ ὑμῶν ἡ προσαγωγὴ διὰ τοῦ ὀνόματος τοῦ ἐμοῦ καὶ ἡ παρρησία. 117 Jο 15, 17 Ὡς μελλόντων μισεῖσθαι παρὰ πάντων παραγγέλλει αὐτοῖς ἀγαπᾶν ἀλλήλους.
118 Jο 16, 8 Ἐλέγξει τὸν κόσμον ὡς ὑπὸ ἁμαρτίαν κατακεκριμμένους διὰ τὴν
ἀπιστίαν· ἡ γὰρ πίστις ἁμαρτίαν λέλυκεν, ἀπιστίαν δὲ δέδεκε καὶ φαινόμενον ἐν τοῖς πιστεύουσι τὸ πνεῦμα κατάκρισις ἦν τῶν ἀπιστούντων· ἐστερημένοι γὰρ τῆς δωρεᾶς ἐξηλέγχοντο τῆς παρούσης τοῖς πεπιστευκόσι καὶ τοῦτο ἐδείκνυεν αὐτοὺς ἐναγῆ
σκεύη καὶ ἀνεπιτήδεια τῷ πνεύματι. 119 Jο 16, 8-11 ἢ καὶ τὴν ἐν τοῖς πιστεύουσιν δικαιοσύνην ἐδείκνυ καὶ ταύτην οὐχ ἑτέρου τινὸς ἕνεκεν, πλὴν τῆς ἀνόδου τοῦ Χριστοῦ· τοῦτο γὰρ τοὺς ἀνθρώπους ἐδι καίωσεν τὸ σάρκα ἐξ ἡμῶν καὶ εἶδος ἀνθρώπινον ἐπιβῆναι θρόνου οὐρανίου καὶ καθεσθῆναι παρὰ τῷ πατρί. τοῦτο δὲ αὐτὸ καὶ τοῦ κόσμου τὴν κατάκρισιν εἶχεν, ὁπότε κρατηθεὶς ἄνθρωπος ὑπ' αὐτοῦ καὶ ὑπὸ τοὺς πόδας τοὺς ἐκείνου περιπεπτωκὼς ὑπὲρ τὴν κεφαλὴν αὐτοῦ πεπατήκει. ὥστε εἰκότως εἴρηκεν τὴν τοῦ πνεύματος εἰς ἡμᾶς παρουσίαν τριῶν τούτων ἔχειν ἀπόδειξιν, ἁμαρτίας κόσμου καὶ δικαιοσύνης πίστεως καὶ κατακρίσεως διαβόλου. 1 Jο 16, 14 Εἰς ἐμὴν ἔσται δόξαν ἡ τοῦ πνεύματος ἐνέργεια καὶ διδασκαλία, ὅτι καὶ παρ' ἐμοῦ τὸ πνεῦμα ὁρμᾶται. τὸ δὲ παρ' ἐμοῦ λέγων δῆλον καὶ τὸ παρὰ τοῦ πατρός· ἐμὰ γάρ ἐστι τὰ πατρῷα. τὸ οὖν ἐκ τοῦ ἐμοῦ λήμψεται κατὰ τὸν αὐτὸν αὖθις ἀκούει τρόπον, οὐχ ὡς γνώσεώς τινος ἐπιγινομένης τῷ πνεύματι καὶ ταύτης ἐν χρόνῳ τῷ παρόντι· δεινὸν γὰρ ἂν εἴη καὶ μέχρις ὑπονοίας, εἴ γε τότε πνεῦμα προσλαμβάνει τὴν μάθησιν ἡνίκα εἰς ἀνθρώπους μέλλει κομίζειν. δεινὸν δὲ καὶ εἰ διδασκόμενον αὐτὸ ὅλως τις θήσεται· οὐκέτι γὰρ ἐνοικοῦν ἀνθρώποις καὶ πᾶσαν εἰς αὐτοὺς σοφίαν εἰσάγον πιστευθήσεται, εἴπερ οὐ φυσική τίς ἐστι σοφία, ἀλλὰ καὶ αὐτῷ χρεία διδάσκεσθαι. ὥστε ἀντὶ τοῦ λέγειν ὅλον παρ' ἑαυτοῦ τὸ πνεῦμα ὁρμᾶσθαι, εἴρηκε τὸ ἐκ τοῦ ἐμοῦ λήμψεται καὶ ἀναγγελεῖ ὑμῖν· μικρότεραι γὰρ αἱ φωναὶ πρὸς τὸ γνωριμώτερον ἀνθρώ ποις, μείζων δὲ ἡ τοῦ πνεύματος δόξα πρὸς τὸ οἰκειότερον τῇ θεότητι. λέγεται δὲ καὶ ἀκούειν θεὸς ἀνθρώπου ῥήματα καὶ δῆλον ὡς οὐκ ἐν καιρῷ τι προσγίνεται πρὸς γνῶσιν θεοῦ, ἀλλὰ καὶ πρὸ τῶν ἡμετέρων ῥημάτων οἶδε τὰς ἡμετέρας εὐχὰς καὶ τὸ ὅλον κατὰ διάνοιαν ἐξ ἀρχῆς ἀπὸ τῆς δημιουργίας ἐδημιούργησεν, ἐπιστάμενος καὶ τὰ μεταμέλοντα τῶν ἑαυτοῦ δημιουργημάτων κινήματα, ἀλλ' ὅμως ἐλέγετο τὸ "εἰσάκουσον κύριε" καὶ τὸ "εἰσήκουσε κύριος" · καίτοι κατὰ τὸ πρέπον θεῷ μηδὲν τῶν τοιούτων δεῖ ἐκδέχεσθαι χρονικῶς μηδὲ ὡς μεταβολήν τινα περὶ θεὸν γινομένην ἐκ τῶν ἀνθρωπίνων εὐχῶν, μηδὲ γνῶσις τῶν
17