De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
"Πνεῦμα μέγα καὶ σεβάσμιον, ὁ ἄνω δοξαζόμενος σὺν τῷ Πατρὶ ὡς πάντων Κύριος, ἐν ἱερῷ συνόμιλος ὢν Ἑβραίοις διδάσκει Σοφίας βρύειν νάματα, ὑπερφυῶς ἡ Σοφία τοῦ Ὑψίστου ἀναφωνῶν· οἱ διψῶντες προσέρχεσθε, καὶ δροσίζεσθε τοῦ Πνεύματος τὴν πόσιν. Ἐκεῖνο τὸ ἀείζωον πόμα τὰ πλήθη ἀγάλλονται πίνοντα, καὶ γεραίρουσι τὸ κράτος ὑμῶν, δεσπόται, εἰς δόξαν, εἰς καύχημα, εἰς ἀνύψωσιν Ῥωμαίων." Οἱ δὲ Πράσινοι λέγουσι τόνδε, ἦχ αʹ· "Ὁ μεσίτης ὢν πλάσματος καὶ Πατρὸς τοῦ ἰδίου, θεῖε Λόγε, τοῦ ναοῦ ἑορτῆς ἐν μέσῳ παρρησιάζει· ὁ μέλλων ἐκ τῆς πλευρᾶς τῆς ἀχράντου ῥεῖθρα προχέειν ἀφθαρσίας ὅλῳ τῷ κόσμῳ, νῦν διψῶντας ποτίζεις ἐκ χειλέων διδασκαλίας νάματα, καὶ ὁ ἀσύνετος δῆμος θαυμάζει μέν, οὐ βούλεται δὲ γνῶναι ὅτι σῇ ἐξείργασται σοφίᾳ πάντα καὶ συνέχεται σῇ κυβερνήσει. Σὺ οὖν 1.49 δοξάσας τῷ στέφει, Θεέ, δεσπότας παλάμῃ σου, φύλαττε εἰς ἀνέργεσιν Ῥωμαίων." Χρὴ εἰδέναι ὅτι ταύτῃ τῇ ἑορτῇ τῆς Μεσοπεντηκοστῆς, ἐπὶ τῆς τραπέζης τῶν δεσποτῶν καθεζομένων, ἡ αὐτὴ τάξις καὶ ἀκολουθία γίνεται, καθὼς καὶ ἐν τῇ δευτέρᾳ τῆς διακαινησίμου.
1.50 Ηʹ Τῇ ἑορτῇ τῆς Ἀναληψίμου.
Ἰστέον ὅτι τῇ ἑορτῇ τῆς Ἀναληψίμου, ὅτε ἀκουμβίσωσιν οἱ δεσπόται ἐπὶ τῆς τραπέζης, ἡ αὐτὴ τάξις καὶ ἀκολουθία γίνεται τῆς δευτέρας τῆς διακαινησίμου, δηλονότι καὶ αἱ ἀκτολογίαι τῶν δύο μερῶν καὶ πάντα, καθὼς προείρηται, πλὴν οἱ μὲν Βένετοι λέγουσι τὴν φωνήν, ἦχ. πλαγ. αʹ· "Ὡς ἀείζων ῥεῖθρον, πηγὴν ἁγίαν Χριστιανοὶ εὑρηκότες μόνην σέ, τὴν παναγίαν τοῦ Θεοῦ Μητέρα, δυσωποῦμεν ὡς Θεοτόκον, καὶ ἐξαιτοῦμεν στόματι ἀσιγήτῳ· πτέρυξι τῆς σῆς πρεσβείας ὁ δεῖνα καὶ ὁ δεῖνα περιφύλαττε μέχρι τέλους." Ὁ ἀπελατικός, ἦχ. δʹ· "Σέ, τὴν παστάδα τοῦ Χριστοῦ, δι' ἧς ἔλαμψε Χριστὸς κατὰ σάρκα τοῖς βροτοῖς, αἰνοῦμεν λαοὶ ἐπαξίως· Θεοτόκε, τοὺς δεσπότας ὡς φωστῆρας περίσωζε εἰς ἀνέγερσιν κόσμου καὶ Βενέτων ἀεί σε κεκτημένων κραταίωμα βοηθείας." Οἱ δὲ Πράσινοι λέγουσι τὴν φωνὴν πλαγ. δʹ· "Ἡ πηγὴ τῆς ζωῆς Ῥωμαίων, Παρθένε, Μῆτερ Θεοῦ τοῦ Λόγου, συστρατήγησον μόνη τοῖς δεσπόταις ἐν τῇ πορφύρᾳ, τοῖς λαβοῦσιν ἐκ σοῦ τὸ στέφος, ὅτι αὐτοί σε κέκτηνται κατὰ πάντα θυρεὸν ἀπροσμάχητον ἐν τῇ πορφύρᾳ." Ἄλλο, ἦχ. δʹ. "Καταφυγῆς ἐλπίδα καὶ σωτηρίας καὶ ἀντιλήψεως 1.51 κλέος σὲ τὴν πάναγνον Χριστιανοὶ κεκτημένοι, ἐξαιτοῦμεν ὡς σκέπην, πρεσβευτικαῖς περίεπε πτέρυξι· σὲ γὰρ κέκτηνται ἰσχὺν κατ' ἐχθρῶν τροπαιοφόρον." Ἰστέον ὅτι ταύτῃ τῇ ἑορτῇ γίνονται αἱ δοχαὶ οὕτως· ∆οχὴ αʹ, ἔξωθεν τῆς καμάρας τοῦ ἐμβόλου, ἐν ᾧ καὶ ὁ κίων ἵσταται. ∆έχεται ἐκεῖσε ὁ δημοκράτης τῶν Βενέτων, ἤγουν ὁ δομέστικος τῶν σχολῶν, μετὰ τοῦ περατικοῦ δήμου τῶν Βενέτων. ∆οχὴ βʹ, εἰς τὸν ἀγωγόν, ἐν ᾧ τὸ ὕδωρ ἐκρεῖ. ∆έχεται ἐκεῖσε ὁ δημοκράτης τῶν Πρασίνων, ἤγουν ὁ ἐκσκούβιτος. ∆οχὴ γʹ, εἰς τὸν Ἅγιον Μώκιον. ∆έχεται ἐκεῖσε ὁ δήμαρχος τῶν Βενέτων μετὰ τοῦ δήμου τοῦ Λευκοῦ. ∆οχὴ δʹ, ἐν τῷ Ἑξακιονίῳ. ∆έχεται ἐκεῖσε ὁ δήμαρχος τῶν Πρασίνων μετὰ τοῦ δήμου τοῦ Ῥουσίου. ∆οχὴ εʹ, εἰς τὸν Ξηρόλοφον, ἀντικρὺ τοῦ εὐκτηρίου τοῦ Ἁγίου Καλλινίκου. ∆έχεται κἀκεῖσε ὁ δήμαρχος τῶν Βενέτων μετὰ καὶ τοῦ δήμου τοῦ Λευκοῦ. ∆οχὴ ςϛʹ, εἰς τὸν Βοῦν. ∆έχεται ἐκεῖσε ὁ δημοκράτης τῶν Πρασίνων, ἤγουν ὁ δομέστικος τῶν ἐκσκουβίτων. ∆οχὴ ζʹ, εἰς τὰ Ἀμαστριανοῦ. ∆έχεται ἐκεῖσε ὁ δημοκράτης τῶν Βενέτων, ἤγουν ὁ δομέστικος τῶν σχολῶν. ∆οχὴ ηʹ, εἰς τὸ Φιλαδέλφιον. Ὑποστρεφόμενος ὁ δήμαρχος τῶν Βενέτων μετὰ τοῦ δήμου τοῦ Λευκοῦ, ποιεῖ ἐκεῖσε δοχήν. ∆οχὴ θʹ, εἰς τὸν Ταῦρον. ∆έχεται ἐκεῖσε ὁ δήμαρχος τῶν Πρασίνων μετὰ τοῦ δήμου τοῦ Ῥουσίου.