παρὰ τὴν πρώτην διαθήκην ἐστὶν ἡ καινὴ ἡ διὰ Ἰερεμίου προκηρυχθεῖσα, δεῖ πάντως καὶ νόμοις οὐχὶ τοῖς ἀρχαίοις κεχρῆσθαι, ἀλλὰ τοῖς καινοῖς. ἀλλ' οἱ Φαρισαῖοι τοῦτο συνιδεῖν μὴ θελή σαντες ἐφεδρεύουσι τοῖς ἁγίοις ἀποστόλοις καί φασι περὶ αὐτῶν τῷ Χριστῷ· ἰδού, τοῖς νομικοῖς ἐντάλμασι ἐναντιουμένους ὁρῶμεν τοὺς ὑπὸ σοῦ παιδαγωγουμένους· τοῦ γὰρ νόμου κελεύοντος ἀργεῖν ἐν σαβ βάτῳ καὶ μηδενὸς παντάπασιν ἅπτεσθαι πόνου περιτρίβουσι ταῖς χερσὶν ἀστάχυας οἱ μαθηταί. σὺ δὲ αὐτὸς εἰπέ μοι, ὦ Φαρισαῖε, τὴν σαββατι κὴν ἑαυτῷ τράπεζαν παραθεὶς οὐ συνθραύεις τὸν ἄρτον; τί οὖν ἑτέρους αἰτιᾷ; πῶς δὲ καὶ ὁ σωτὴρ περὶ αὐτῶν ἀπολογεῖται; 153 Mt 12, 9- 14 Ἀσεβεῖς ὄντες οἱ Φαρισαῖοι ὑπεκρίνοντο τὴν εὐσέβειαν, ἵνα τοὺς εὐσεβεῖς ἐξολοθρεύσωσι. διὸ καὶ τὸν Χριστὸν διαβάλλειν ἐπεχείρουν καὶ τοὺς αὐτοῦ μαθητὰς ὁρῶντες αὐτοὺς λαμπρυνομένους τοῖς θαύμασιν. 154 Mt 12, 23-28 Ἐπειδή, φησίν, οὐκ ἐν τῷ ἄρχοντι τῶν δαιμόνων ἐκβάλλω τὰ δαιμόνια ὡς ἔδειξεν εἰπών, ὅτι πᾶσα βασιλεία καθ' ἑαυτῆς με ρισθεῖσα διαλύεταί τε καὶ φθείρεται, ἐν τῇ δυνάμει τοῦ πνεύματος ἄρα ἐκβάλλω αὐτὰ καὶ διὰ τοῦτο ἤγγικεν ἡ τοῦ θεοῦ βασιλεία. 155 Mt 12, 29 Ἰσχυρὸν δὲ καλεῖ τὸν διάβολον οὐχ ὡς φύσει τοῦτο ὄντα, ἀλλὰ τὴν αὐτοῦ τυραννίδα δηλοῖ, ἣν ἐκ τῆς ἡμετέρας ῥᾳθυμίας ἐκτήσατο· διαρπάζω δὲ αὐτόν, οὐκ ἐῶν ἔχειν προσκυνητὰς τοὺς ἀνθρώπους, ἀλλ' εἰς ἐπίγνωσιν τοῦ θεοῦ μεταπείθων ἐλθεῖν. πῶς οὖν σύμμαχός μοι γενήσεται καθ' ἑαυτοῦ; 156 Mt 12, 31-32 Ὅταν τις εἰς ἄνθρωπον ἡμάρτανε, δυνατὸν ἦν ὑπὲρ αὐτοῦ παρα καλέσαι τὸν θεόν, ὅταν δὲ εἰς θεὸν οἱ ἄνθρωποι ἐβλασφήμουν, οὐκ ἐξῆν ὑπὲρ αὐτῶν παρακαλέσαι. πλὴν ἐπειδὴ ὡς ἄνθρωπος ὁρώμενος ὁ τοῦ θεοῦ υἱός, εἰ καὶ φύσει θεὸς ἦν, οὐ πάνυ τι τοῖς ἀσυνέτοις ἐγνωρίζετο, δίδωσιν ἔσθ' ὅτε τοῖς ἐξ ἀγνοίας ἁμαρτάνουσιν εἰς αὐτὸν συγγνώμην, τοῖς δὲ εἰς τὸ πνεῦμα διηνεκῆ λέγει τὴν κόλασιν ἐπάγεσθαι. 157 Mt 12, 31-32 Πνεῦμα λέγων ὁλόκληρον τὴν τῆς τριάδος θεότητα· πλὴν δίδοται τοῖς μετανοοῦσιν διὰ τῆς τοῦ πνεύ ματος χάριτος συγγνώμη. ἀλλὰ τὸ μέγεθος θέλων δεῖξαι ὁ Χριστὸς τοῦ ἁμαρτήματος, οὕτως εἶπεν, ἐπεὶ οὐκ ἔστιν ἁμαρτία ἀσυγχώρητος παρὰ θεῷ ἐν τοῖς γνησίως καὶ κατ' ἀξίαν μετανοοῦσιν. Πνεῦμα λέγων ὁλόκληρον τὴν τῆς τριάδος θεότητα λέγει· πλὴν δίδοται τοῖς μετανοοῦσιν διὰ τῆς τοῦ πνεύματος χάριτος βαπτιζο μένοις συγγνώμη. ἀλλὰ τὸ μέγεθος θέλων δεῖξαι ὁ Χριστὸς τοῦ ἁμαρ τήματος εἶπεν τοῦτο· εἰ γὰρ καὶ ἔθος τῷ θεῷ πολλάκις ἢ ὧδε μόνον ἀπαιτῆσαι εὐθύνας τοὺς ἁμαρτή σαντας οὐ μὴν κἀκεῖ κατὰ τὸ "οὐκ ἐκδικήσει κύριος δὶς ἐπὶ τὸ αὐτό", ἤτοι ἀνεξικακῆσαι μὲν ἐν τῷ νῦν αἰῶνι, οὐ μὴν κἀκεῖθεν δοῦναι συγ γνώμην, ἀλλ' ἐπὶ τῶν τοιούτων ἀνεξ άλειπτον καὶ ἀσύγγνωστον καὶ ὧδε κἀκεῖ λέγει τὴν κόλασιν. 158 Mt 12, 34-35 Ὅταν λέγῃ θησαυρόν, τὸ πλῆθος ἐνδείκνυται τῶν ἐν τῇ ψυχῇ κειμένων. ἵνα δὲ μὴ εἴπωσί τινες ὅτι φύσει πεφύκασι πονηροὶ οἱ ἄν θρωποι, ἐπὶ τῶν Φαρισαίων τοῦτο ἐδήλωσεν, ὅτι δυνατὸν τὸν αὐτὸν καὶ ἕνα ἄνθρωπόν ποτε μὲν ἀγαθὸν γενέσθαι, ποτὲ δὲ κακόν, λέγων· ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ περισσεύματος τῆς καρδίας αὐτοῦ λαλεῖ, ὁμοίως καὶ ὁ κακός. 159 Mt 12, 35 Εἰ καὶ εἶπεν ὁ κύριος, ὅτι πονηροὶ ὄντες οὐ δύνανται μὴ πονηρὰ λαλεῖν, οὐχ ὡς φύσει ὄν των αὐτῶν πονηρῶν τοῦτο εἶπεν, ἀλλ' ὡς ἐκ πολλῆς τῆς ἀνοίας κατα κρατηθέντων ὑπὸ τοῦ κακοῦ. Εἰ δὲ καὶ εἶπεν ὁ κύριος, ὅτι πονηροὶ ὄντες οὐ δύνανται ἀγα θὰ λαλεῖν, οὐχ ὡς φύσει ὄντων πονηρῶν τοῦτο εἶπεν, ἀλλ' ἐξ αὐτῶν προαιρετοῦ κινήματος. 160 Mt 12, 38 Ἐπειδὴ τὰ γεγονότα σημεῖα, φασίν, δαιμόνων ἦσαν, ἅπερ ἐπὶ μόνης τῆς γῆς ποιεῖ τὰς φαντασίας, ποίησον καὶ σὺ ἀπὸ τῆς σῆς δυνάμεως σημεῖον ἐξ οὐρανοῦ· ἕτερος γὰρ εὐαγγελιστὴς σαφῶς εἶπεν, ὅτι "ἐξ οὐρανοῦ" ᾔτουν αὐτὸν σημεῖον ποιῆσαι, ὅπερ τῇ θείᾳ δυνάμει ἔπρεπεν