17
ἐκακουχήθην, ἀποστομοῦντες ἔτι τοῦτο λέγειν, Οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ ἐν ἐμοὶ βοήθεια. Θεὸν γὰρ βοηθὸν ἐφ' οἷς μεγαλαυχεῖν αὐτὸν ποιοῦσιν ὁμολογεῖν οὐκ ἐῶσιν, ἵνα ὡς ἐξ οἰκείας δῆθεν ἰσχύος τὸ πᾶν τῶν ἀγώνων τελέσας, τοὺς ἐπαίνους τῶν ἄθλων ὁλοκλήρως ἀπαιτοίη, ὅπως καὶ εἰς τὸν τῆς βλασφημίας βυθὸν ποντωθείη, αὐτοβόηθον ἑαυτὸν ἀνεπαισθήτως παρεμφαίνων.
ΚΕΦΑΛ. Λ∆ʹ. Οὕτω τοιγαροῦν τῆς καρδίας διὰ τῆς τῶν λογισμῶν δόξης
ἐνηχουμένης, καὶ μὴ ἀντιταττομένης, οὐκ ἐκτὸς ἔσται τῆς ἐν ἀποκρύφῳ τῶν φρενῶν παραπληξίας, τοῦ ἡγεμόνος φρενῶν ἐκτιναχθῆναι κινδυνεύοντος, ἢ δι' ὀνειράτων πιστουμένων, ἢ ἐν ἀγρυπνίαις μεταμορφουμένων, ἢ ἐν μετασχηματισμῷ 79.1140 φωτὸς ὀπτανομένων. Αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτὸς πρὸς ἀπάτην ἡμετέραν, ἴσως χαρίσματα δώσειν ἐνδεικνύμενος, ὡς ἵνα πεσὼν προσκυνήσῃς, ἢ ἀναλαμβάνειν ὡς ἄλλον Ἠλίαν εὐαγγελιζόμενος, ἢ ἁγιάζειν ὑπισχνούμενος, ὧν τινες τὴν πίστιν δεξάμενοι περὶ τὴν ἀλήθειαν ἠστόχησαν, καὶ φρενοβλαβεῖς ἐγενήθησαν. Σὺ οὖν, ὦ τῆς ἁγίας Τριάδος ἱκέτα, εἰδὼς ταῦτα ἐν οἷς φιλοπονεῖς, πάσῃ φυλακῇ τήρει σὴν καρδίαν, μήπως τοῖς ἔξωθεν μόνον πόνοις προσέχων, τοῖς ἔσωθεν δολερῶς βροχισθῇς. Οἱ ἐμοὶ οὖν λόγοι, ὦ τέκνον, εἴρηνται πρὸς σὲ, τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία· μέμνησο Χριστοῦ τοῦ φυλάσσοντός σε, καὶ μὴ ἐπιλάθῃ τῆς προσκυνητῆς καὶ ὁμοουσίου Τριάδος, ᾗ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.