στίχῳ θεραπευόμενος δάκτυλος. καὶ τετράχρονός ἐστιν τῆς κοινῆς, ὡς εἴρηται, ἀντὶ βραχείας οὔσης, οὐ πεντάχρονος· ὁμοίως καὶ ἐπὶ τοῦ παλιμβακχείου. ἀλλὰ καὶ ὁ σπονδεῖος δυνάμει δάκτυλός ἐστι, τῆς δευτέρας μακρᾶς ἀντὶ δύο βραχειῶν παραλαμβανομένης· ὅθεν καὶ ἐν τῷ ἀναπαιστικῷ λαμβάνεται πάλιν δυνάμει ἀνά παιστος, τῆς πρώτης μακρᾶς ἀντὶ δύο βραχειῶν παρα λαμβανομένης. Περὶ δὲ τῆς τελευταίας συλλαβῆς αὐτοῦ σαφῶς δι δάσκει, ποῖον ἐστὶν ἀκατάληκτον καὶ ποῖον καταληκτι κὸν εἰς συλλαβὴν καὶ δισύλλαβον· ἰστέον δ' ὅτι παρά δειγμα τοῦ ἀκαταλήκτου οὐ παραφέρει, οἱονεὶ ἔχοντος τὸν τελευταῖον πόδα τέλειον δάκτυλον. τοῦ δὲ κατα ληκτικοῦ παραφέρει καὶ εἰς δισύλλαβον καὶ πάλιν εἰς συλλαβὴν (22, 1) παραδείγματα. 20Περὶ αἰολικοῦ20· (22, 18) 9Τὰ δὲ Αἰολικὰ καλούμενα τὸν μὲν πρῶτον ἔχει πόδα πάντως ἕνα τῶν δισυλλά βων·9 καὶ τὰ ἑξῆς. U 9Τὰ δ' Αἰολικὰ καλούμενα τὸν μὲν πρῶτον ἔχει πόδα πάντως ἕνα τῶν δισυλλάβων, ἢ σπονδεῖον ἢ τροχαῖον ἢ ἴαμβον ἢ πυρρίχιον· τοὺς δὲ ἐν μέσῳ πάντας δακτύ λους· τὸν δὲ τελευταῖον πρὸς τὴν ἀπόθεσιν δάκτυλον 233 μὲν ἢ κρητικὸν διὰ τὸ τοῦ τέλους ἀδιάφορον·9 καὶ τὰ ἑξῆς. -κ Εἰπὼν περὶ τῶν κοινῶν δακτυλικῶν πάλιν περί τινων εἰδῶν τοῦ δακτυλικοῦ καὶ τέως τοῦ αἰολικοῦ φησί τινα εἴδη, σαφῶς ἀποδεικνὺς αὐτῶν καὶ τὸ μέ τρον καὶ τὰ παραδείγματα. εἶτα ἐν τῷ τέλει φησίν, ὅτι εἰσὶ καί τινα λογαοιδικὰ καλούμενα δακτυλικά, ὧν πάλιν φησὶ τὰ παραδείγματα καὶ τὰ μέτρα, σαφῆ ὄντα καὶ σχεδὸν ἐξηγήσεως μὴ δεόμενα. λογαοιδικὰ δ' ἐκλή θησαν, ἐπειδὴ ἔν τισιν ἴσα ἀμέτροις δοκοῦσιν ὡς ἐπὶ λόγου εἶναι ἄνευ τινὸς μέτρου διὰ τὸ ἄρρυθμον.
Cap. VIII.Περὶ ἀναπαιστικοῦ.
9Τὸ δὲ ἀναπαιστικὸν κατὰ πᾶσαν χώραν δέχεται ἀνάπαιστον καὶ σπονδεῖον,
σπανίως δὲ καὶ προκελευσμα τικόν.9 (προκελευσματικός ἐστιν ὁ ἐκ τεσσάρων βρα χειῶν.)U 9Τὸ ἀναπαιστικὸν κατὰ πᾶσαν χώραν δέχεται ἀνά παιστον καὶ σπονδεῖον, σπανίως δὲ καὶ τὸν προκελευσμα τικόν, παρὰ δὲ τοῖς δραματοποιοῖς καὶ δάκτυλον. κατὰ δὲ συζυγίαν διαιρεῖται, εἰσὶ δὲ αὐτοῦ ἀποθέσεις ἕξ.9 -κ Εἰπὼν δὲ περὶ τοῦ δακτυλικοῦ ἀναλόγῳ τάξει κέ χρηται περὶ τοῦ ἀντιπαθοῦς διαλαμβάνων, λέγω δὴ τοῦ 234 ἀναπαιστικοῦ ἐκ δύο βραχειῶν καὶ μακρᾶς λαμβανο μένου. εἶτα λέγει σαφῶς αὐτός, πόθεν σύγκειται, ὅτι ἓξ ἔχει ἀποθέσεις ἤτοι καταλήξεις, καὶ ἀριθμὸν αὐτῶν παραφέρει καὶ τὰς χρήσεις. -(25, 5) Εἶτα δείκνυσιν, ὅτι τὸ τετράμετρον τὸ καλούμενον Ἀριστοφάνειον οὐκ ἦν αὐτοῦ τοῦ Ἀριστοφάνους εὕρημα, ἀλλ' ἑτέρου τινὸς παλαιοτέρου τοῦ Ἀριστοφάνους. Ἀριστόξενος γάρ φη-σιν πρῶτος αὐτῷ ἐχρήσατο, οὗ μέμνηται Ἐπίχαρμος μεταγενέστερος ὤν. εἶτα ἐχρήσατο τούτῳ τῷ μέτρῳ καὶ αὐτὸς ὁ Ἐπίχαρμος, εἶτα Κρατῖνος, καὶ ὕστερος ὢν Κρατίνου Ἀριστοφάνης. ἐπειδὴ δὲ συνεχῶς αὐτῷ ἐχρήσατο, ἐκλήθη Ἀριστοφάνειον. καὶ φέρει τὴν χρῆ σιν τοῦ Ἀριστοξένου, ὅτι ἔστι τετράμετρον καταληκτι κὸν εἰς συλλαβὴν (25, 19) τίς ἀλαζονίαν πλείσταν παρέχει τῶν ἀνθρώπων; οἱ μάντεις. (τὸ δ' ἀλαζονίαν διὰ τοῦ ἰῶτα παρὰ τῷ Ἀριστοξένῳ ὀφεῖλον εἶναι δίφθογγον ἀπὸ τοῦ ἀλαζονεύω, ὡς τὸ ῥητορεύω ῥητορεία, κολακεύω κολακεία). (25, 22) Λα κωνικὸν δέ φησι κεκλῆσθαι διὰ τὸ τὸν Ἀλκμᾶνα Λάκωνα ὄντα λυρικὸν χρήσασθαι αὐτῷ ἢ πρῶτον ἢ συνεχέστερον μᾶλλον. (26, 17) 9Τὸ δὲ δίμετρον καταληκτικὸν καλεῖται μὲν 235 παροιμιακὸν διὰ τὸ παροιμίας τινὰς ἐν τούτῳ τῷ μέτρῳ εἶναι·9 καὶ τὰ ἑξῆς. Εἰσὶ δὲ διάφοροι παροιμίαι φερόμεναι διαφόρων ἐν διαφόροις μέτροις· καὶ γὰρ ἐν στίχοις καὶ ἐν ἰάμ βοις καὶ ἐν ἐλεγείοις καὶ <ἐν> ἀναπαίστοις, οἷον ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμαSoph. Ai. 665 Paroem. Gr. II p. 69 εἰσὶν οὕτω φερόμεναι καὶ ἀδέσποτοι, οἱονεὶ ἀνεπί γραφοι