μισθωσάμενον ἵππους ἀφικέσθαι ἐς Προῦσαν παρὰ βασιλέα Ἀμουράτην. 1.49 Μετὰ δὲ ταῦτα ἐστρατεύετο ἐπὶ Τριβαλλοὺς καὶ ἐπὶ Ἐλεάζαρον τῶν Τριβαλλῶν ἡγεμόνα, πρός τε τοὺς Παίονας τετραμμένον καὶ ἐξοτρύνοντα ἐκείνους στρατεύεσθαι ἐπ' αὐτόν. ὁ μὲν οὖν Ἐλεάζαρος ὡς ἐπύθετο Ἀμουράτην ἐπιέναι ἐπ' αὐτόν, παρεσκευάζετο στρατιὰν συναγείρων, ᾗ ἐδύνατο, μεγίστην, καί, ᾗ ἐδύνατο, κράτιστα ἀμυνόμενος. Ἐλεάζαρος δὲ θυγατέρας ἔχων ἐπὶ μὲν τῇ μιᾷ τούτων Σούσμανον τὸν τῶν Μυσῶν βασιλέα κηδεστὴν ἐποιήσατο, ἐπὶ δὲ τῇ ἑτέρᾳ Βοῦλκον τὸν τοῦ Πράγκου τοῦ Μλαδένεω υἱόν, Καστορίας τε καὶ Ὀχρίδος τῆς ἐν Μακεδονίᾳ ἡγεμόνος. ἐπικτησάμενος δὲ μετὰ ταῦτα τὴν ἐν Μακεδονίᾳ χώραν Νικόλεω τοῦ ζουπάνου ἐπὶ τῇ τελευτῇ Οὐγγλέση τε καὶ Κράλεω τῶν ἡγεμόνων, τό τε Πρίστινον καὶ Νήσιον οὕτω καλουμένην χώραν ὑπαγόμενον ἄχρι ποταμοῦ Ἰλλυριῶν, Σάβα δὲ τὰ νῦν καλουμένου, προεληλυθέναι. ἐπὶ τοῦτον ὡς ἐστρατεύετο Ἀμουράτης ὁ Ὀρχάνεω, κατέλαβε στρατοπεδευόμενον ἐν πεδίῳ Κοσόβῳ οὕτω καλουμένῳ τῆς Πριστίνου χώρας. καὶ ὡς ἐνταῦθα παρῆν, ἐς πόλεμον παρετάσσετο, ἔχων μεθ' ἑαυτοῦ καὶ τὼ παῖδε ἀμφοτέρω, Παιαζήτην τε καὶ Ἰαγούπην. τὸ δὲ ἐντεῦθεν Τοῦρκοι μὲν οὖν φασιν Ἀμουράτην μαχεσάμενόν γε καὶ τρεψάμενον τοὺς περὶ Ἐλεάζαρον διώκειν ἀνὰ κράτος, διώκοντα δὲ καταλαβεῖν ἄνδρα Τριβαλλόν, καὶ ἐπικαταβάντα, τὸν δὲ ἐπιστρέψαντα πεζῇ 1.50 ἀκοντίσαι κατὰ τοῦ στήθους, καὶ οὕτω ἀνελεῖν βασιλέα Ἀμουράτην. Ἕλληνες δὲ οὔ φασι μαχεσάμενον καὶ ἐπεξελθόντα, ὡς ἐτρέψατο τοὺς ἐναντίους, ἀποθανεῖν, ἀλλ' ἐν τῇ παρατάξει ἔτι μένοντος αὐτοῦ λέγουσιν ἄνδρα γενναιότατον ἐθελῆσαι ἑκόντα ὑποστῆναι ἀγῶνα κάλλιστον τῶν πώποτε γενομένων. τοὔνομα δὲ εἶναι τἀνδρὶ τῷδε Μηλόην. τοῦτον δὴ τὸν Μηλόην φασίν, αἰτησάμενον, ὅσα ἐβούλετό οἱ γενέσθαι ὑπὸ Ἐλεαζάρου τοῦ ἡγεμόνος, ὡπλισμένον ἐλαύνειν σὺν τῷ ἵππῳ ἐπὶ τὸ Ἀμουράτεω στρατόπεδον, ὡς ἂν αὐτομολοῦντα ἀπὸ τῶν ἐναντίων. Ἀμουράτην δὲ λέγουσιν, ἐλπίζοντα αὐτομολεῖν παρ' ἑαυτὸν τὸν ἄνδρα, κελεύειν ὑποχωρεῖν αὐτῷ ἐπιτρέπειν, ὥστε ἐλθόντα ἐπειπεῖν, ἃ βούλοιτο. γενομένου δὲ ἀγχοῦ τῶν θυρῶν βασιλέως, ᾗ ἔμενε, παραταξάμενος ἄρασθαι τὸ δόρυ, καὶ ἐπιόντα ὁρμήσασθαι ὁρμὴν πασῶν δὴ καλλίστην, ὧν ἡμεῖς ἴσμεν, καὶ ἀνελόντα βασιλέα Ἀμουράτην αὐτόν τε ἅμα αὐτοῦ ἀποθανεῖν γενναιότατα. Ἕλληνες μὲν οὖν οὕτω λέγουσι γενέσθαι, Τοῦρκοι δὲ ἐπεξερχόμενον μετὰ τὴν νίκην ἀποθανεῖν ὑπ' ἀνδρὸς Τριβαλλοῦ. ἐτελεύτησε δὲ Ἀμουράτης ἐνταῦθα ἐν Κοσόβῳ. καὶ τὸ μὲν σῶμα αὐτοῦ ἀπήγαγον ἐς Προύσην, ἐν ᾗ οἱ πρῴην τάφοι τῶν Ὀτουμανίδων πλὴν Σουλαϊμάνεω ἀποκεκλήρωνται, τὰ δὲ ἐντόσθια Ἀμουράτεω ἐν πεδίῳ Κοσόβῳ κείμενα ἐν τάφῳ αὐτοῦ βασιλικῷ. Ἐτελεύτησε δὲ βασιλεύσας ἔτη ἕν τε καὶ τριάκοντα, ὑπ' 1.51 ἀνδρὸς Τριβαλλοῦ, τελευτὴν οὐ κατὰ βασιλέα τοσαῦτα δὲ ἔτη διαπολεμοῦντα καὶ ἔργα μεγάλα ἀποδειξάμενον, ὃς τοὺς μεγάλους ἐν τῇ Ἀσίᾳ πολέμους καὶ ἐν τῇ Εὐρώπῃ διαπολεμήσας ἔτη ἕν τε καὶ τριάκοντα, ἐς τοσοῦτον αὐτῷ μετῆν τύχης τε ἅμα καὶ ἀρετῆς, ὥστε μηδέποτε ἡττηθῆναι ἐν μάχῃ, δύναμιν δὲ καὶ χώραν ἀξιόχρεων ὑπαγόμενος, κατ' ἄμφω δὲ τὼ ἠπείρω, γῆρας ἤδη βαθὺ ἀφικόμενος μὴ μεθίεσθαι τῶν πολεμίων μάχης, ἀλλ' αἰεὶ λυττῶντι ἐοικέναι ἐπὶ τὴν μάχην, ἄπληστον δὲ αἱμάτων γενόμενον ἁπανταχῇ. ἦν δὲ αὐτῷ παῦλα τῶν πολεμίων ἡ τῶν κυνηγεσίων ἄγρα, μελέτη τε ἅμα καὶ τριβή. καθῆστο δὲ οὐδαμῇ οὐδέποτε, ἀλλ' ὁπότε μὴ μάχοιτο, κυνηγῶν διετέλει. πλεῖστα δὲ ἐς τοῦτο τῶν πρὸ αὐτοῦ βασιλέων δόξαντος αὐτοῦ ἐνευδοκιμεῖν, σπουδήν τε ἅμα καὶ ταχυτῆτα ἐνδεικνύμενος οὐδαμῇ ἐλάσσονα ἐπὶ γήρως ἢ ἐπὶ νεότητος. ἦν δὲ πρὸ πολλῶν ἐπιφανῶν ἡγεμόνων τε καὶ βασιλέων, καὶ πάντῃ ἀοκνότατός τε καὶ σπουδαιότατος ἐς πάντα. πάντων δὲ ἐφαπτόμενος οὐδ' ὁτιοῦν παρίει ὑπόλοιπον τῶν πράττεσθαι δεομένων. καὶ ἐπὶ φόνον ἐλάσαι μέγιστον δὴ τῶν πρὸ αὐτοῦ βασιλέων ἀκοῇ παρειλήφαμεν, λόγου μέντοι ἐπιεικείᾳ χρώμενον ἐς τὰ μάλιστα προσφέρεσθαι τοῖς