ἐγὼ τὴν ἐκείνου ζώνην καλῶ-ὑποσπᾷ δὲ καὶ τῆς παλαιᾶς Ῥώμης οὐκ ὀλίγην ἱππικήν τε καὶ πεζικὴν δύναμιν, συνάπτει τούτοις καὶ τῆς ἑῴας τὸ κράτιστον στράτευμα, καὶ τῆς Ῥωσικῆς μοίρας οὐκ ἐλάχιστον, καὶ ἀνυπόστατος τοῖς πλήθεσι γίνεται καὶ ταῖς εἰς τὸ πολεμεῖν ἐμπειρίαις. ὅθεν κατατολμᾷ τοῦ πελάγους, ἐν τοῖς τῶν Βουλγάρων ὁρίοις γίνεται, καὶ φόρων ἀνέσεις εὐθὺς πρυτανεύεται. συμβάλλει τῷ τῆς δύσεως στρατηγῷ, νικᾷ, τροπαιοφόρος ἐπάνεισι, σοβαρώτερος τῷ εὐτυχήματι γίνεται, καὶ τὰ τοῦ Καπανέως μιμεῖται. τί τὰ ἐπὶ τούτοις; συλλέγεται τὰ ἡμέτερα τάγματα ἐκ παντὸς ἔθνους καὶ πόλεως, ἵσταται εἰς συνασπισμόν, οὐκ Αἴλιον εὐτυχοῦντα στρατηγόν, οὐ Περσέα, οὐ Βροῦτον, ἄνδρας θυμοειδεῖς καὶ θρασεῖς, ἀλλά τινα Γερήνιον Νέστορα ἢ Ὀδυσσέα τὸν ποικιλόφρονα, οἷς ἀντὶ ξίφους ὁ νοῦς, ἀντ' ἀσπίδος ὁ λογισμός, ἀντὶ θυρεοῦ τῶν μηχανῶν αἱ κατασκευαί. ταῦτα δὴ τὰ ὅπλα ἐκεῖνος ὥπλιστο, τούτοις πρὸς τὸ ἀντίπαλον ἀντετάττετο, βουλευόμενος, μηχανώμενος, διεγείρων λόγοις παρακλητικοῖς τὸ στρατόπεδον, ἐλαύνων τὸν ἵππον διὰ παντὸς τοῦ στρατεύματος, αὐτὸς τῶν ὅλων προκινδυνεύων. Εἶτα τί; κλέπτει τὴν ἔφοδον ὁ ἐχθρός, ἀναφαίνεται σὺν μυριάσιν ἱππέων, συρρήγνυται ταῖς ἡμετέραις δυνάμεσιν αὐτὸς καὶ στρατηγῶν καὶ μαχόμενος- καὶ γὰρ ἦν κατ' ἀμφότερα ἀμφιδέξιος-φόνον πλεῖστον εἰργάζετο, νικᾷ τῷ πλείονι μέρει. τί γὰρ δεῖ μηκύνειν δὶς περὶ τῶν αὐτῶν ἐγγράφοντας; κατὰ τοῦ χάρακος ἵεται, ἐπὶ τὸν ἡμέτερον βουληφόρον ὁρμᾷ, οὐ τὴν τοῦ πολέμου ῥοπὴν ὑποπτήξαντα, ἀλλ' ἀπτόητον ἑστηκότα καὶ ἄτρεστον, καὶ τὸν στρατὸν διεγείροντα. γίνεται οὖν πρᾶγμα παράδοξον· πίπτει νεκρὸς ἄβλητος ὁ ἐχθρός, ὥς τινος ὤσαντος ἢ καιριώτατα πλήξαντος. καὶ παρευθὺ κλίνει τὰ τῆς μάχης, συνίσταται τὸ διαρραγέν, θυμοῦται τὸ φοβηθέν, νικᾷ τὸ ἡττώμενον. Ὁρᾷς, ὦ βασιλεῦ, οἷα τὰ σά, οὐκ ἀκολουθίᾳ δουλεύοντα, ἀλλ' ὑπὲρ φύσιν καὶ λόγου τυγχάνοντα δύναμιν. τί οὐκ ἂν εἶπεν εἰ παρῆν Ὅμηρος νῦν; πόσας ἄν μοι δοκῇς Ἰλιάδας συνθεῖναι καὶ παραδοξότερον φθέγξασθαι τὰ παράδοξα; ὃς γὰρ Ἀχιλλέως τὸν Ἕκτορα τρώσαντός τε καὶ κτείναντος, ὡς αὐτὸς διαρρήδην βοᾷ, τῇ Ἀθηνᾷ τὸν φόνον χαρίσασθαι οὐκ ἐφείσατο, ποίαν οὐκ ἂν ἐντεῦθεν παραδοξολογίαν ἐκίνησεν; ἀλλ' ἡμεῖς γε οὐκ οἴκοθεν ἀναπλάττειν βουλόμεθα, οὐδ' Ἀθηνᾶς τινας προσάγειν τῷ λόγῳ καὶ πλάνας ἐπικυκλεῖν τοῖς συγγράμμασιν, ἀλλ' αὐτὰ δή που φθεγγόμεθα ἃ πάντες ἤκουσάν τε καὶ ἐθεάσαντο. οἱ μὲν γὰρ ἄστρον τι τῶν ἀσυνήθων ἐπὶ τὴν κεφαλὴν εἶδον χυθὲν τοῦ ἐχθροῦ καὶ θροῆσαν αὐτόν, τοῦ φωστῆρος ἀκμὴν τὸν δυτικὸν οὐχ ὑπελθόντος ὁρίζοντα· οἱ δ' αὐτοῦ βοῶντος ἐπῄσθοντο, "1ὑφ' ἱππότου τέτρωμαι, ἱππότης με ἀναιρεῖ, ἱππότης με πλήξας καιρίως ἀπῆλθεν· ἵππος αὐτῷ καὶ ἐσθὴς τὰ πάντα λευκά."2 ἐγὼ δὲ οὐκ ἄλλο παρὰ τὸν ἱππότην τὸ ἄστρον φημί, ἀλλ' ἄγγελον μὲν εἶναι τὸ φανὲν τίθεμαι, διττὴν δὲ παρασχεῖν φαντασίαν, ἵνα καὶ τὸ λαμπρὸν παραστήσῃ τῆς φύσεως καὶ τὸ οἰκεῖον σχῆμα τῷ πολέμῳ ἐνδείξηται. τοῦτό σοι τάχα τὸ ἄστρον καὶ πάλαι ἐθεᾶτο ἐν οὐρανῷ καὶ διστάζοντί σοι ἐπιστοῦτο τὸν λογισμόν, τοῦτο καὶ αὖθις κατ' εὐθεῖαν τοῦ δυσμενοῦς ἔστη τῆς κεφαλῆς, διαπρυσίως τὴν κρείττω συμμαχίαν φθεγγόμενον. Γεγόνασι πολλάκις, ὦ βασιλεῦ, ἀνελπίστων πραγμάτων μεταβολαί, ἀλλ' οὐκ ἐπισημήναντος οὕτω τοῦ κρείττονος, εἰ μή πού τις τὰ Ἰσραηλιτικὰ φήσειε κατορθώματα, οἷς ἐγὼ τὰ σὰ ἀντιθεῖναι οὐκ ἂν ὀκνήσαιμι. διέστη τοῖς Ἰσραηλίταις ἡ Ἐρυθρά, καὶ ποσὶν ἀβρόχοις ἐπεζεύθη ἡ ἄβατος, ἐταράχθη καὶ διά σε κύμασιν ἀνελπίστοις ἡ θάλασσα, καὶ ἄνεμος ἐσχεδιάσθη μὴ προσδοκώμενος. συνεκαλύφθη τοῖς <τοῦ βυθοῦ> κύμασι τὸ Αἰγύπτιον αὐτοῖς ἵπποις καὶ ἅρμασι καὶ ὅπλοις πολεμικοῖς {βυθοῦ}, κἀνταῦθα γέγονεν ἀνὴρ διὰ σοῦ τιμωρὸς παρανάλωμα. στῦλος ἐκεῖ πυρός, ἄστρον ὧδε ἐξ οὐρανοῦ. χειρὸς ἐκεῖ ἔκτασις μυριάδας ἐτρέπετο, καὶ ὧδε ἱππεύων