ἕως τέλους ἐν τῷ ὑπομένειν προκόψατε, ὅτι «ὁ ὑπομείνας εἰς τέλος, οὗτος σω θήσεται». ἴστε ὅτι κατὰ τὸν Πέτρον ἀγαλλιάσεσθε «ὀλίγον ἄρτι εἰ δέον ἐστὶ λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου καὶ διὰ πυρὸς δεδοκιμασμένου εὑρεθῇ εἰς ἔπαινον καὶ δόξαν καὶ τιμὴν ἐν ἀποκα λύψει Ἰησοῦ Χριστοῦ». ἀλλὰ τοῦ «λυπηθέντες» ἀντὶ τοῦ πονέσαν τες ἀκούσατε, ὡς δῆλον καὶ ἐκ τοῦ· «ἐν λύπαις τέξῃ τέκνα»· οὐ γὰρ πάντως ἐν λύπῃ τῷ πάθει τίκτει γυνὴ ἀλλὰ ἐν πόνῳ. εἰ μὲν χρήσιμον τοῖς Χριστοῦ μαθηταῖς τό· «μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ. ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ· ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ πατρὸς ἀλλ' ἐκ τοῦ κόσμου ἐστίν. καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία»· μὴ οὖν ἀγαπᾶτε τὰ παραγόμενα, ἀλλὰ ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ ἄξιοι γίνεσθε τοῦ ἓν γενέσθαι ἅμα υἱῷ καὶ πατρὶ καὶ ἁγίῳ πνεύματι κατὰ τὴν τοῦ σωτῆρος εὐχὴν λέ γοντος· ὡς ἐγὼ καὶ σὺ ἕν ἐσμεν. «ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι». πόσας δὲ καὶ ἡμέρας ἔστι κερδῆσαι ἀγαπήσαντα «τὸν κόσμον» ἢ «τὰ ἐν τῷ κόσμῳ» καὶ τὴν ἑαυτοῦ ψυχὴν ζημιούμενον ἢ ἀπολλύντα καὶ περι φέροντα συνειδὸς βαρούμενον ὑπὲρ «φορτίον βαρὺ» καὶ βαρούμενον ὑπὸ τοῦ τῆς ἀρνήσεως πτώματος; ὑπομνησθῶμεν ἕκαστος, ὁσάκις ἀπο θανεῖν τὸν κοινὸν θάνατον ἐκινδύνευσε, καὶ λογισώμεθα, μή ποτε διὰ τοῦτο ἐτηρήθημεν, ἵνα βαπτισάμενοι τῷ ἑαυτῶν αἵματι καὶ ἀπολου σάμενοι πᾶσαν ἁμαρτίαν παρὰ τῷ ἐν οὐρανοῖς θυσιαστηρίῳ τὰς δια τριβὰς μετὰ τῶν συναγωνισαμένων ποιησώμεθα. 40 Εἰ δέ τις ἐνδοὺς ἀπὸ πολλῆς φιλοζωΐας ἢ τῆς πρὸς τοὺς πόνους μαλακίας ἢ τῶν νομιζομένων πιθανῶς προσάγεσθαι ὑπὸ τῶν ἀναπειθόντων ἡμᾶς ἐπὶ τὰ χείρονα ἀρνήσαιτο μὲν τὸ εἶναι ἕνα θεὸν καὶ τὸν Χριστὸν αὐτοῦ ὁμολογήσαι δὲ δαιμόνια ἢ τύχας, ἴστω ὁ τοιοῦτος ἑτοιμάζων «τῷ δαιμονίῳ τράπεζαν» καὶ πληρῶν «τῇ τύχῃ κέρασμα», ἐγκαταλιπὼν κύριον καὶ ἐπιλανθανόμενος τοῦ ὄρους τοῦ ἁγίου αὐτοῦ, τούτοις τοῖς ἐλέγχοις ὑποκεισόμενος, ὡς ὁ Ἡσαΐας ἀνέ γραψε τοῦτον τὸν τρόπον· «ὑμεῖς δὲ οἱ ἐγκαταλιπόντες με καὶ ἐπι λανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου καὶ ἑτοιμάζοντες τῷ δαιμονίῳ τράπεζαν καὶ πληροῦντες τῇ τύχῃ κέρασμα, ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν, πάντες ἐν σφαγῇ πεσεῖσθε· ὅτι ἐκάλεσα ὑμᾶς καὶ οὐχ ὑπηκούσατε, ἐλάλησα καὶ παρηκούσατε καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε. διὰ τοῦτο τάδε λέ γει λέγει κύριος κύριος· ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε, ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε, ἰδοὺ οἱ δουλεύοντές μοι εὐφρανθήσονται, ὑμεῖς δὲ αἰσχυνθήσεσθε, ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, ὑμεῖς δὲ κεκράξεσθε διὰ τὸν πόνον τῆς καρδίας καὶ ἀπὸ συντριβῆς πνεύματος ὀλολύξετε. καταλείψετε γὰρ τὸ ὄνομά μου εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς δὲ ἀνελεῖ κύριος». ἀλλὰ καὶ εἴπερ νοοῦντες, τίς ἡ τοῦ κυρίου τράπεζα, μετέχειν αὐτῆς βουλοίμεθα, γινώσκωμεν τό· «οὐ δύνασθε κυρίου τραπέζης μετέχειν καὶ τραπέζης δαιμονίων». ἀλλὰ καὶ εἰ θέλομεν συνιέντες, τί ἐστι τό· «οὐ μὴ πίω ἀπ' ἄρτι ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ταύτης ἕως τῆς ἡμέρας ἐκείνης, ἕως αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν», μετὰ τῶν πινόντων σὺν τῷ Ἰησοῦ εὑρεθῆναι, προσέχω μεν τῷ· «οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαι μονίων». τίς δὲ ἀκούσας τοῦ τῆς βροντῆς υἱοῦ Ἰωάννου λέγοντος· «ὁ ἀρ νούμενος τὸν πατέρα καὶ τὸν υἱὸν, πᾶς ὁ ἀρνούμενος τὸν υἱὸν οὐδὲ τὸν πατέρα ἔχει· ὁ ὁμολογῶν τὸν υἱὸν καὶ τὸν πατέρα ἔχει» οὐ φο βηθήσεται διὰ τοῦ λέγειν μὴ εἶναι Χριστιανὸς ἀρνήσασθαι τὸν υἱὸν, ἐν τῷ ἀρνεῖσθαι αὐτὸν οὐχ ἕξων τὸν πατέρα; καὶ τίς οὐκ ἂν προ τραπείη ὁμολογεῖν τὸ εἶναι Χριστιανὸς ἔργοις καὶ λόγοις, ἵνα καὶ τὸν πατέρα ἔχῃ; οἱ γὰρ ὁμολογοῦντες ἔχουσι τὸν πατέρα. 41 Εἰ μεταβεβήκαμεν «ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν» διὰ τοῦ μεταβεβηκέναι ἀπὸ ἀπιστίας εἰς πίστιν, μὴ