παρόντος ἔδει † γενέσθαι τοιοῦτον εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ. κατεγνώσθη ὁ καταγνωσθείς, ὁ δεῖνα † καθεζόμενος ἐποίει τὰ τοιάδε· ἔδει γενέσθαι ἐκκλη σιαστικὴν ἐκδικίαν, καὶ γέγονεν· πεποίηκεν ὁ ἐγκεχειρισμένος τὸ ἔργον ὃ ἔδει αὐτὸν πεποιηκέναι. περιέρχεται ἐκεῖνος λέγων κακῶς τὸν ἐκδικήσαντα τὴν ἀλήθειαν. ἀλλ' ἡμεῖς τοῦτο μὴ ποιῶμεν, μὴ παρέχωμεν τὰς ἀκοὰς τοῖς διὰ τὸ ἐκβεβλῆσθαι λέγουσι κακῶς τὸν ἐκβαλόντα ἢ τὸν σύμψηφον γενόμενον. οἱ καὶ ἀδικίας γε ἐλεγχο μένης καὶ γεγενημένης †. οἱ θαυμάσιοι ἀπόστολοι μυρία ὑβριζόμενοι διὰ τὴν ἀλήθειαν λέγουσιν· «εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσι καὶ ἀνάγκαις, ἐν διωγμοῖς καὶ στενοχωρίαις, ὑπὲρ Χριστοῦ». μόνον εἴη με ὑβριζόμενον εἰδέναι ὅτι οὐ δι' ἄλλο τι ὑβρίζομαι ἢ διὰ Χριστόν, ἐν ἀνάγκαις γενόμενον εἰδέναι ὅτι ἡ ὑπόθεσις τῶν ἀναγκαίων ὁ Χριστός ἐστιν. εἴη με λοιδορούμενον εἰδέναι ὅτι ἡ πρόφασις τῆς λοιδορίας οὐκ ἔστιν ἄλλη, ἢ ὅτι ἐκδικῶ τὴν ἀλήθειαν καὶ πρεσβεύω ὑπὲρ τῶν γεγραμμένων, ἵνα κατὰ λόγον θεοῦ πάντα γίνηται, διὰ τοῦτο βλασφημοῦμαι. καὶ ἡμεῖς οὖν πάντες, ὅση δύναμις, σπεύσωμεν ἐπὶ τὸν βίον τὸν προφητικόν, ἐπὶ τὸν βίον τὸν ἀποστολικόν, τὸ ὀχληρὸν μὴ φεύγοντες· ἀθλητὴς <γὰρ> ἐὰν φύγῃ τὸ τῆς ἀθλήσεως ὀχληρόν, τὸ ἡδὺ τοῦ στεφάνου οὐκ ἀπολήψεται. 14.15 «Καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην». οὐκ ἔστι νῦν, ἀλλ' «ἔσται»· ἐπεὶ γὰρ ἐπὶ τοῦ παρόντος ὁ λόγος σου ἐμοὶ εἰς φυλα κάς, εἰς δίκας, εἰς πράγματα, εἰς δυσφημίας, εἰς πόνους, ἀλλὰ τὸ τέλος τούτων εὐφροσύνη ἔσται. «καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου, ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπ' ἐμέ, κύριε παντοκράτορ». κἂν Χριστὸς λέγῃ, τὸ ὄνομα τοῦ πατρὸς ἐπικέκληται ἐπ' αὐτόν. «οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων». εἴ ποτε ἑώρακε τὸ συνέδριον ὁ προφήτης οὐ σπουδαζόντων ἀλλὰ παιζόντων, ἔφευγε μᾶλλον τὸ συνάγεσθαι ἤπερ ἔσπευδεν ἐπὶ συναγωγὴν παιζόν των. νοῆσαί σε οὖν δεῖ διαφορὰν συνεδρίου παιζόντων καὶ [μὴ] σπουδαζόντων. τὸ συνέδριον τοῦτο σπουδαῖόν ἐστι καὶ πάντα ποιεῖ μετὰ σπουδῆς καὶ σπουδῆς ἄξια καὶ κατὰ τὸ λεγόμενον· σπουδὴ ὁ λόγος, σπουδὴ ὁ βίος, καὶ πάντῃ ἐστὶ τὸ συνέδριον οὐ παιζόντων, ἀλλὰ σπουδαζόντων. ὅταν δὲ τὸ συνέδριον καταλιπὸν τὴν σπουδὴν τὴν περὶ τὰ ἀναγκαῖα σχολάζῃ τοῖς παιγνίοις τοῦ αἰῶνος τούτου καὶ παιγνίοις τοῖς ἀπὸ τῆς κακίας, γίνεται συνέδριον παιζόντων. φησὶν οὖν οὗτος· «οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, ἀλλ' εὐλαβούμην ἀπὸ προσώπου <χειρός> σου». δύο προκειμένων, καθέζεσθαι ἐν συνεδρίῳ παιζόντων καὶ σοὶ τῷ θεῷ προσκόπτειν καὶ σοὶ μὴ ἀρέσκειν, ἢ ἐγείρεσθαι ἀπὸ συνεδρίου παιζόν των καὶ ποιεῖν ταῦτα ἃ σοὶ φίλον ἦν, εἱλόμην μᾶλλον ἀνίστασθαι ἀπὸ τοῦ συνεδρίου τῶν παιζόντων καὶ σοὶ φίλος εἶναι, ἤπερ τὸ ἐναντίον ποιῶν ἐχθρὸς γενέσθαι τῇ μακαριότητί σου. «οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, ἀλλ' εὐλαβούμην ἀπὸ προσώπου χειρός σου». καὶ ὁ σωτὴρ ἡμῶν οὐκ ἐκάθισεν «ἐν συνεδρίῳ αὐτῶν παιζόντων», ἀλλ' ἀπανέστη ἀπ' αὐτῶν. καὶ σημεῖόν ἐστι τοῦ ἐγη γέρθαι τὸν σωτῆρα ἀπὸ συνεδρίου παιζόντων, τὸ εἰρηκέναι αὐτόν· «ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος». καταλέλοιπε γὰρ ὁ λόγος τοῦ θεοῦ τὸ Ἰουδαίων συνέδριον καὶ ἄλλο συνέδριον καὶ ἐκκλησίαν ἑαυτῷ πεποίηκε τὴν ἀπὸ τῶν ἐθνῶν. 14.16 «Κατὰ μόνας ἐκαθήμην». καὶ τὰ ῥήματα ἐνταῦθα οἰκοδομεῖ. ὅταν πλῆθος ᾖ ἁμαρτωλῶν καὶ μὴ φέρωσι τὸν δίκαιον βιοῦντα <δι>καίως, οὐδὲν ἄτοπόν ἐστι φεύγοντα τὸ συνέδριον τῆς κακίας μιμήσασθαι τὸν εἰπόντα· «κατὰ μόνας ἐκαθήμην», μιμήσασθαι καὶ τὸν λέγοντα Ἠλίαν· «κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν». τάχα δὲ κἂν βαθύτερον ἐξετάσῃς τὸ «κατὰ μόνας ἐκαθήμην», εὑρήσεις τινὰ ἄξιον νοῦν βάθους προφητικοῦ. ὅταν τὸν τῶν πολλῶν βίον μιμώμεθα, ὥστε μὴ εἶναι ἀνακεχωρηκότα αὐτὸν καὶ κρείττονα καὶ ἐξαίρετον παρὰ τοὺς πολλούς, οὐ δύναμαι λέγειν· «κατὰ μόνας ἐκαθήμην», ἀλλά· μετὰ πολλῶν ἐκαθήμην. ἐπὰν δὲ ὁ βίος μου