17
καυχάσθω Χριστιανισμῷ. Αἱ γὰρ ἐργασίαι πᾶσι πυρὸς αἴτιαι γίνονται τοῖς μὴ χρυσὸν μηδὲ ἄργυρον, μηδὲ λίθους τιμίους, μόνην δὲ καλάμην οἰκοδομοῦσιν, ὡς περὶ τῶν Ἰουδαίων ὁ λόγος· ὧν τὴν μητρόπολιν καὶ τὸ αἰσθητὸν ἐπενείματο πῦρ παροινησάντων εἰς τὸν Χριστόν. Τινὲς δὲ, διὰ τῶν προκειμένων, τὴν μετὰ τὴν αἰχμαλωσίαν ἔφησαν 1868 δηλοῦσθαι κατάστασιν, τὴν ἀρχαίαν δόξαν ἀπειληφότων, καὶ κριτὰς ἀγαθοὺς, καὶ αἰσχυνομένων ἐφ' οἷς πάλαι κατέλιπον τὸν Θεόν· καὶ ἐν τῇ αἰχμαλωσίᾳ δὲ ταύτην φασὶ, τὴν αἰσχύνην ᾐσχύνθησαν πάντων στερηθέντες, καὶ ματαιωθείσης αὐτοῖς τῆς ἐπὶ τοῖς εἰδώλοις ἐλπίδος, δι' ἣν γεγόνασιν ἀσθενεῖς, καὶ τῆς ὀργῆς τοῦ Θεοῦ τὸ πῦρ ἀνῆψαν ἐφ' ἑαυτούς. Ἀπόφασιν δὲ Θεοῦ τίς δὴ κωλῦσαι δυνήσεται; ΚΕΦΑΛ. Βʹ. αδʹ. 9Λόγος ὁ γενόμενος πρὸς Ἡσαίαν υἱὸν Ἀμὼς περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλήμ9. Ἡ μὴν πρώτη, κατὰ τῆς Ἰουδαίας ὅρασις ἐπεγέγραπτο· ἡ δὲ νῦν, περὶ τῆς Ἰουδαίας· κατὰ δὲ Σύμμαχον, ὑπὲρ τοῦ Ἰσραήλ. Εἰ μὲν περὶ ταύτης ἐπέφερεν ἀγαθὰ, τῆς εἰρημένης ἀπειλῆς ἡνεικα ειν μεταβολήν. Ἐπειδὴ δὲ σκυθρωπὰ περὶ ταύτης πάλιν ἐπήνεγκεν ...νηκε τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ Ἰακὼβ, καὶ τὰ λοιπά. Καὶ πάλιν, Ἰδοὺ δὴ Κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας, καὶ τὰ ἑξῆς· ἀκολούθως ἀποδέδοται καὶ ... κατὰ τῆς Ἰουδαίας ὁράσει καθάπερ ἐκείνης ἐπανάληψιν ὄντα ῥώνης ... Τὰ νῦν κατὰ τῆς Ἰουδαίας ἐπέγραψεν, ἐπειδὴ μετὰ τῶν ἐθνῶν, περὶ ὧν νῦν ὁ λόγος, καὶ τοὺς Ἰουδαίους ἐπὶ τὴν τῆς ἀληθείας γνῶσιν καλεῖ λέγων, Καὶ νῦν, ὁ οἶκος τοῦ Ἰακὼβ, δεῦτε καὶ πορευθῶμεν ἐν τῷ φωτὶ τοῦ Κυρίου. Τάχα δὲ καὶ προηγουμένως τούτους καλεῖ. Καὶ διὰ τῆς προλαβούσης γὰρ ὁράσεως ἱκανῶς αὐτοὺς προετρέψατο, καὶ πλὴν ὀλίγων ἀποδοκιμάσας αὐτοὺς, πρὸς τὰ ἔθνη χωρεῖ. Μεθ' ὧν κἀκείνους οὐδὲν ἧττον καλεῖ. Τοιγαροῦν καὶ Παῦλός φησιν· "Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαλῆσαι τὸν τοῦ Θεοῦ λόγον· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη." Τοῦτο καὶ νῦν ἐν τοῖς τοῦ προφήτου λόγοις γεγένηται. Οὐκ ἀποτρόπου δὲ πάλιν ὑπὲρ τῆς Ἰουδαίας εἶναι νῦν εἰπεῖν τὴν ἐπιγραφὴν, διὰ τὸ τὴν εὐαγγελικὴν ἐντεῦθεν ἄρξασθαι χάριν, καθ' ἣν τὸ κήρυγμα, καὶ τὰς θεραπείας ὁ Χριστὸς ἐπεποίητο. Τὸ γὰρ αὐτοὺς ἠπειληκέναι, τὴν τοῦ Θεοῦ χάριν οὐκ ἀθετεῖ πρῶτον εἰς αὐτοὺς γενομένην. Τοιγαροῦν καὶ Ζαχαρίας ταύτην εὐηγγελίζετο· "Χαῖρε σφόδρα, θύγατερ Σιὼν," καὶ τὰ αὐτὰ ταῦτα. Τῷ δὲ πρὸς νοῦν ὁρῶντι περὶ ἑτέρας δόξειεν λέγεσθαι νῦν Ἰουδαίας· καὶ Ἱερουσαλὴμ, καὶ ὑπὲρ Ἰουδαίας, κατὰ τὸν Σύμμαχον. Εἰσάγει γὰρ νόμον παρὰ τὸν Μωσέως καινὸν, καὶ Λόγον ἕτερον, καὶ ὄρος ἄλλο καινὸν, τὸ πάλαι μὲν ἀφανὲς, νῦν δὲ γεγονὸς ἐμφανὲς, οἶκόν τε Θεοῦ τοῖς ἔθνεσιν ἐγνωσμένων, 1869 οὐκ Ἰουδαίοις. Ἀκολούθως οὖν καὶ Ἰουδαίαν καὶἹερουσαλὴμ ἐκληπτέον ἐπηγγελμένας τοῖς ἔθνεσιν. Περὶ ἧς φησι, "Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός." Εἴη δ' ἂν ἡ τὴν Θεοῦ γνῶσιν ἀνειληφυῖα ψυχὴ, ἣν οὐκ ἔσχεν ὁ πρῶτος λαός. Ἔφη γὰρ, "Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν." ∆ιὸ λαὸς Γομόῤῥας καὶ Σοδόμων ἄρχοντες ἐχρημάτισαν. Ἀκολούθως τοίνυν κλήσεως ἐθνῶν θεσπιζομένης, τὸν τοῦ Θεοῦ Λόγον προτάττειν ἐχρῆν συμφώνως Ἰωάννῃ τὴν τοῦ Εὐαγγελίου ἀρχὴν ἀπὸ τούτου ποιήσαντι," Ἐν ἀρχῇ ἦν ὁ Λόγος." Αὐτὸν γὰρ καὶ νῦν ὁ προφήτης εὐαγγελίζεται. Ταὐτὸν δὲ ὅρασίς τε καὶ Λόγος. Οὐδέτερον γὰρ αἰσθητόν. Ἃ γάρ τις ἀκούει, βλέπει τῷ νῷ. Καὶ ὧν αὖθις ὁρᾷ, φέρει τοὺς λόγους ἐν ἑαυτῷ. Καὶ πάλιν, μία μὲν ἡ τοῦ Πνεύματος χάρις δύναμιν ἐκ Θεοῦ τοῖς ἁγίοις παρέχουσα πρὸς τὴν τῶν ἀγνοουμένων διάγνωσιν δι' ἀποκαλύψεώς τε καὶ φωτισμοῦ τῆς καρδίας· κατὰ δὲ τὴν τῶν πραγμάτων διαφορὰν, περὶ ἃ ἡ γνῶσις, ὅρασις, ἢ λόγος εἰκότως ἂν λέγοιτο. Ἀνωτέρω μὲν οὖν τὰ παρόντα ἐβλέπετο, ἡ κακία τοῦ λαοῦ, ὁ ἀπὸ τοῦ Θεοῦ χωρισμὸς, τὸ περὶ τὸν εὐεργέτην ἀχάριστον· ἐνταῦθα τὸ μέλλον προαγορεύεται. ∆ιὰ τοῦτο Λόγος περὶ τῶν ἐθνῶν τονῦν προαγορεύεται. Οὐ γὰρ Ἰουδαίων μόνον ὁ Θεὸς, ἀλλὰ καὶ ἐθνῶν. Καὶ κατὰ τὸν θεῖον Ἀπόστολον, "Οὐχ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἔστιν, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ." Τῷ