ἐκκλησίας ἀπελαύνεται ὁ ἀλιτήριος καὶ κατά τινα μονὴν ἐν τῷ Κλειδίῳ περιορίζεται. ἐν ᾗ ἁγίων εἰκόνας ξέσας, τοῦτον ἡ βασίλισσα μάστιξι διακοσίαις παιδεύει, καὶ κατὰ τὸ προάστειον αὐτοῦ, ὃ λέγεται Ψιχά, ἀποστέλλεται. 2. Οὗτος οὖν ὁ προρρηθεὶς Ἰωάννης πατριάρχης, ὁ δι' οἰκείαν ἀσέβειαν Ἰαννὴς παρὰ τῶν εὐσεβῶν ὀνομασθείς, οὐκ ἔπηλύς τις καὶ ξένος αὐτόχθων δὲ καὶ τῆς βασιλίδος τῶν πόλεων βλάστημα καὶ ἐκ λίαν εὐγενοῦς καταγόμενος σειρᾶς, τῆς οὕτω τῶν Μωροκαρδανίων λεγομένης, καὶ τῆς τῶν ἁγίων μαρτύρων Σεργίου καὶ Βάκχου τῆς ἐν τοῖς Ὁρμίσδου μονῆς ἡγούμενος ἄνωθεν ὢν καὶ τοῦ βασιλέως κληρικοῖς καταριθμούμενος, διαφερόντως παρὰ Μιχαὴλ ἠγαπᾶτο τῷ Τραυλῷ, εἴτε τῷ μόνῳ τούτῳ κοινωνὸς εἶναι τῆς τούτου αἱρέσεως, εἴτε καὶ τῷ διαφέρειν ἐπὶ λογιότητος δόξαν τινὰ ἐσχηκώς· πλὴν ἠγαπᾶτο, καὶ τοῦ Θεοφίλου διδάσκαλος ἐγκαθίσταται. καὶ οὗτος ἐπεὶ τὰς τῆς βασιλείας ἔσχεν ἡνίας, σύγκελλον μὲν πρότερον τοῦτον τιμᾷ, εἶθ' ὕστερον καὶ πατριάρχην καθίστησι Κωνσταντινουπόλεως, προγνώσεις τινὰς διὰ λεκανομαντείας καὶ γοητείας αὐτῷ ἀπαγγέλλοντα. καὶ γοητεία τοιαύτη. ἔθνους ποτὲ τρισὶν ὑφ' ἡγεμόσι στρατηγουμένου, ἀπίστου τε καὶ σκληροῦ, τὴν τῶν Ῥωμαίων χώραν κατέτρεχε καὶ ἐληΐζετο. ὡς εἰκὸς οὖν ἀθυμοῦντος ἐπὶ τούτῳ τοῦ Θεοφίλου καὶ 650 τοῦ ὑπηκόου παντός, ἀποσκευάσασθαί που τὴν ἀθυμίαν οὗτος συμβουλεύει, θάρσους τε πληρωθῆναι καὶ χαρᾶς, εἴ γε μόνον τῇ τούτου ἐπακολουθοίη βουλῇ. ἡ δὲ ἦν τοιαύτη. ἐν τοῖς εἰς τὸν εὔριπον τοῦ ἱπποδρομίου χαλκοῖς ἀνδριᾶσιν ἐλέγετό τις εἶναι ἀνδριὰς τρισὶ διαμορφούμενος κεφαλαῖς, ἃς κατά τινα στοιχείωσιν πρὸς τοὺς τοῦ ἔθνους ἐκείνου ἀρχηγοὺς ἀνῆγεν. σφύρας οὖν μεγίστας σιδηρᾶς τρεῖς προσέταττεν γενέσθαι καὶ ἀνδράσιν ἐγχειρισθῆναι ἰσχυροτάτοις τρισίν. πόρρω δὲ τῶν νυκτῶν ἐπὶ τὸν ἀνδριάντα ἦσαν ἀμφότεροι, ὁ μὲν Ἰαννὴς διὰ λαϊκοῦ ἐνδύματος ἑαυτὸν περισκέπων, οἱ δὲ ἄνδρες μετεώρους τὰς σφύρας ἔχοντες. καὶ αὐτὸς τοὺς στοιχειωτικοὺς λόγους ἐπειπὼν παίειν ἕκαστον ὡς ἔχει δυνάμεως προσεῖπε νεανικῶς τε καὶ ἰσχυρῶς. καὶ οἱ μὲν δύο τὰς δύο τοῦ ἀνδριάντος κεφαλὰς ἀπέκοψαν, ὁ δὲ ἕτερος μικρὸν μὲν κατέκλινεν, οὐ μὴν καὶ ὅλην τοῦ σκηνώματος ἐναπέτεμεν. τούτοις οὖν καὶ τὰ κατὰ τοὺς ἡγεμόνας ἐξηκολούθει· ἔριδος γὰρ κραταιᾶς αὐτοῖς ἐπεισπεσούσης καὶ ἐμφυλίου μάχης, ὑπὸ τοῦ ἑνὸς οἱ δύο τῶν ἡγεμόνων πίπτουσι κατὰ τὴν τῶν κεφαλῶν ἐκτομήν, τοῦ τρίτου μόνου διασωθέντος, οὐχ ὑγιῶς δέ. οὕτως εἰς τὸ μηδὲν εἶναι τὸ ἔθνος χωρῆσαν πρὸς τὰ οἰκεῖα αὖθις μετὰ φυγῆς ἀφορμᾷ καὶ συμφορᾶς. 3. Τῆς δὲ θεοφιλοῦς, ὡς εἴρηται, Θεοδώρας τῇ ἐκκλησίᾳ τὸν ἑαυτῆς κόσμον δούσης (ἀπὸ γὰρ Λέοντος τοῦ Ἀμαληκίτου ἕως τῆς ὀρθοδοξίας ἐπὶ τριάκοντα χρόνους κατεῖχον οἱ εἰκονοκαῦσται τὰς ἐκκλησίας) αἴτησιν ποιεῖται πρὸς τοὺς παρόντας ἁγίους 651 πατέρας, λέγουσα "οἶδα ὅτι δέδωκεν ὑμῖν ὁ θεὸς ἐξουσίαν ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας κατὰ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ. ἐπείπερ οὖν ὁ βασιλεὺς Θεόφιλος, ὡς οἴδατε πάντες, δικαιοκρίτης μὲν εἰ καί τις ἄλλος ἦν, καὶ πάντα καλῶς διοικῶν, ὡς μαρτυρεῖτε, εἶχε δὲ μόνην ταύτην τὴν αἵρεσιν, ἢν καὶ τελευτῶν ἀπηρνήσατο, καὶ μετὰ δακρύων κατ' αὐτὴν τὴν ὥραν τῆς ἐξόδου, ἐμοῦ τούτῳ ταύτας δούσης, τὰς ἁγίας εἰκόνας κατεφίλησε, καὶ οὕτως ἐξέπνευσε, δότε μοι καὶ αὐτοὶ χάριν ἐγγράφως ἀφεθῆναι αὐτῷ τὴν ἁμαρτίαν ταύτην μόνην· περὶ δὲ τῶν λοιπῶν οὐ φροντίζω." πρὸς ἣν οἱ πατέρες τὰ μὲν πρῶτα σιγήσαντες, εἶτα καὶ δακρύσαντες τοῖς αὐτῆς ἐπικαμπτόμενοι δάκρυσι, πρὸς δὲ καὶ τὴν τῶν ἁγίων εἰκόνων ζητοῦντες τιμήν, κοινῇ ψήφῳ καὶ γνώμῃ δι' ἐγγράφου ἀσφαλείας τὴν πίστιν τούτου τῇ δεσποίνῃ ἐδίδοσαν. ἐφ' οἷς τὴν ἐκκλησίαν βεβαίως καταλαβόντες, καὶ Μεθοδίῳ τῷ ἁγιωτάτῳ τὴν τῆς ἀρχιερωσύνης ἀποδεδωκότες τιμήν, τῇ πρώτῃ τῶν ἁγίων νηστειῶν κυριακῇ σὺν τῇ βασιλίσσῃ πάννυχον ὑμνῳδίαν ἐν τῷ τῶν Βλαχερνῶν τῆς θεοτόκου ναῷ ἀφ' ἑσπέρας τετελεκότες, τῇ ἕωθεν μετὰ λιτῆς τῷ μεγάλῳ τοῦ θεοῦ λόγου τεμένει καταλαμβάνουσι, καὶ τὸν κόσμον αὐτῆς αὖθις ἡ ἐκκλησία λαμβάνει