De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
∆οχὴ ιʹ, ἐν τῷ φουρνικῷ τῶν Ἀρτοπωλῶν. Ὑποστρεφόμενος ὁ δήμαρχος τῶν Πρασίνων μετὰ τοῦ δήμου τοῦ Ῥουσίου, ποιεῖ ἐκεῖσε δοχήν. ∆οχὴ ιαʹ, ἐν τῷ Φόρῳ. Ὑποστρεφόμενος ὁ δήμαρχος τῶν Πρασίνων μετὰ τοῦ δήμου τοῦ Ῥουσίου ποιεῖ ἐκεῖσε δοχήν. 1.52 ∆οχὴ ιβʹ, ἐν τῷ Πραιτωρίῳ. ∆έχεται ἐκεῖσε ὁ δήμαρχος τῶν Βενέτων μετὰ τοῦ δήμου τοῦ Λευκοῦ. ∆οχὴ ιγʹ, ἐν τῷ φουρνικῷ τοῦ Μιλίου. Ὑποστρεφόμενος ὁ δήμαρχος τῶν Βενέτων μετὰ τοῦ δήμου τοῦ Λευκοῦ, ποιεῖ ἐκεῖσε δοχήν. Καὶ πάλιν μετὰ μικρὸν τῆς τοιαύτης δοχῆς δέχεται ὁ δημοκράτης τῶν Πρασίνων, ἤγουν ὁ ἐκσκούβιτος, μετὰ τοῦ περατικοῦ δήμου τῶν Πρασίνων. Καὶ πάλιν μετὰ μικρὸν ὑποστρεφόμενος ὁ δήμαρχος τῶν Πρασίνων μετὰ τοῦ δήμου τοῦ Ῥουσίου, ποιοῦσιν ἐκεῖσε δοχὴν ἀντικρὺ τοῦ Ἀχιλλέως πρὸς τὴν πύλην τῆς Μελέτης, καὶ πάλιν μετὰ μικρὸν τῆς τοιαύτης δοχῆς δέχεται ὁ δημοκράτης τῶν Βενέτων, ἤγουν ὁ δομέστικος τῶν σχολῶν, μετὰ τοῦ περατικοῦ δήμου τῶν Βενέτων εἰς τὸ κάγκελλον τῆς Χαλκῆς. Χρὴ εἰδέναι ὅτι αἱ ἀκτολογίαι τῶν δοχῶν γίνονται καθὼς καὶ ἐν τῇ δευτέρᾳ τῆς διακαινησίμου. Αἱ φωναὶ τῶν Βενέτων, ἃς λέγουσι δρομικῶς· "Χαίροις, κραταιότατε αὐτόκρατορ," καὶ τὰ ἑξῆς. Οἱ ἀπελατικοί· "Προστασίαν ἀκαθαίρετον καὶ σκέπην τὴν ἀνύμφευτον λαβόντες, θεόστεπτοι εὐεργέται, καὶ ταῖς αὐτῆς ἐγκαυχόμενοι παναχράντοις πρεσβείαις, ἀκαταμάχητοι ὄντες ἔθνεσιν ὑπεναντίοις. Αὐτὴ γὰρ ἐπισκιάζει ἐν ἡμέρᾳ πολέμου ταῖς κορυφαῖς ὑμῶν, καὶ ταῖς νίκαις ὑμᾶς δεικνύει στεφανίτας εἰς εὐτυχίαν καὶ δόξαν τῶν Ῥωμαίων." Ἄλλο, ἦχ. γʹ· "Εὐλογεῖται τὸ ὄρος τῶν Ἐλαιῶν· ἐν αὐτῷ γὰρ εὐλογεῖται ἡ χορεία τῶν ἀποστόλων, καὶ εἶδον δόξαν Ὑψίστου, ἐκεῖθεν πρὸς οὐρανὸν σαρκὶ ἀναφερόμενον Θεὸν καὶ πύλας αἰωνίους ἀνοιγομένας καὶ τὸν ∆εσπότην προσδεχομένας. Στρατιαὶ δὲ τῶν ἀγγέλων ὑμνολογοῦσι καὶ τὸν Πατέρα πρὸς τὸν Υἱὸν εἰπόντα· Κάθου ἐκ δεξιῶν μου, ἕως ἄν σοι κλίνῃ πᾶν ποιημάτων γόνυ." Ἄλλο, ἦχ. πλάγ. δʹ· "Ἐπέστη Χριστὸς τοῖς ἀποστόλοις καὶ ὤφθη αὐτοῖς 1.53 εἰρήνην λέγων, καὶ τὰς ῥήσεις τῶν προφητῶν αὐτοῖς ἑρμηνεύων, πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν πάντας ἐξήγαγεν ἄρδην, καὶ τὰς χεῖρας εἰς ὕψος ἄρας, εὐλογήσας αὐτούς, εἰς οὐρανοὺς ἀνελήφθη, ἐπαγγειλάμενος αὐτοῖς καὶ τὴν τοῦ ἁγίου Πνεύματος παρουσίαν, χαρᾶς αὐτοὺς ἐμπλήσας. ∆ιὸ αὐτὸς ὁ Θεὸς ἡμῶν, εὐεργέται, εὐλογήσῃ ὑμᾶς ἐν πᾶσι καὶ χαρᾶς ἐμπλήσῃ τὴν ὑμῶν βασιλείαν." Αἱ φωναὶ τῶν Πρασίνων, ἃς λέγουσιν, ἦχ. δʹ· "Καταφυγῆς ἐλπίδα καὶ σωτηρίας", καὶ τὰ ἑξῆς. Ἄλλο, ἦχ. γʹ· "Προσκυνήσαντες πάντες οἱ ἀπόστολοι ὁμοῦ Χριστὸν εἰς οὐρανοὺς ἀναληφθέντα, κατέλαβον τὴν Ἰερουσαλὴμ μετὰ χαρᾶς, ὅτι εὕροσαν Χριστὸν Ἰησοῦν, τὸν Υἱὸν τοῦ Θεοῦ, ὃν ἔγραψε Μωσῆς καὶ οἱ λοιποὶ τῶν προφητῶν, καὶ ἐθεάσαντο τὴν δόξαν αὐτοῦ μετὰ σταυροῦ ἐκ δεξιῶν καθημένου τοῦ Πατρός· αὐτὸς ὑμᾶς φυλάξῃ, εὐεργέται, εἰς εὐτυχίαν Ῥωμαίων." Ἄλλο, ἦχ. βαρ. "Ξένον θαῦμα· ὡς γὰρ ὑετὸς ἐπὶ πόκον, λόγος τοῦ Πατρός· καὶ νῦν ὁρᾶτε, εἰς οὐρανοὺς ἀνιὼν σαρκοφόρος, ὅτι ἐπλήρωσε τὸ θέλημα τοῦ Πατρός, συγκαλέσας τὰ ἔθνη πάντα τῇ ἀληθείᾳ λατρεύειν, ὅθεν καὶ πληρώσας τὴν καθ' ἡμᾶς οἰκονομίαν ἐκ δεξιῶν ἐκάθισε τῆς δυνάμεως Κυρίου· αὐτὸς ὑμᾶς φυλάξῃ, εὐεργέται, εἰς εὐτυχίαν Ῥωμαίων."
1.54 Θʹ Τῇ ἑορτῇ τῆς Πεντηκοστῆς.
Τῶν Βενέτων, φωνή, ἦχ. πλαγ. δʹ· "Ἡ τοῦ θείου Πνεύματος παρουσία τοῖς ἐν γῇ ἐπέλαμψε θεογνωσίᾳ." Ἄλλο, ἦχος ὁ αὐτός. "Ὁ Παράκλητος σήμερον οὐρανόθεν, ὡς ἐν πυρίναις γλώσσαις ἐπιφοιτήσας τοῖς ἀποστόλοις, ἐδίδασκεν κηρύττειν τὴν ὁμοούσιον πίστιν τῆς Τριάδος, τὰ ἔθνη ἐφώτισεν, τὴν πλανὴν κατέφλεξε, τοὺς εὐεργέτας ταῖς νίκαις ὡραΐζει, καὶ τῷ βραχίονι αὐτῶν βαρβάρους καθυποτάσσει· ἀγαλλιάσθω πᾶσα ἡ οἰκουμένη, ὅτι νίκη βασιλεύει καὶ χαρὰ ἐν τοῖς Ῥωμαίοις." ∆οχὴ βʹ, τῶν Πρασίνων, φωνή, ἦχ. δʹ· "Τῇ τετραπλῇ τριάδι τῶν ἀποστόλων ἡ τῆς Τριάδος ὤφθη πυρσοφαΐα." Ἄλλο, ἀπελατικὸς πλάγ. δʹ· "Ὁ ἐν πυρίναις γλώσσαις Χριστὸς τὰ ἔθνη εἰς ἐπίγνωσιν ἀγαγὼν ἀληθείας, αὐτὸς ὑμᾶς, θεόστεπτοι εὐσεβεῖς