ποιῆσαι. τοῦτο δὲ ἔλεγον ὡς μὴ δυναμένου αὐτοῦ ποιῆσαί τι τῶν θεοπρεπῶν τυφλώττοντες τῇ διανοίᾳ· τὸ γὰρ ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν καὶ νε κροὺς ἐγεῖραι καὶ θαλάσσῃ καὶ ἀνέμοις ἐπιτιμᾶν μόνης ἐξουσίας θεο πρεποῦς. 161 Mt 12, 39 Πονηροὶ δὲ ὡς τὸ ἐξαίρετον τῆς διανοίας δαπανῶντες οὐ περὶ φιλοθεΐαν, ἀλλὰ περὶ τὸ δρᾶν τι καὶ λέγειν κατὰ θεοῦ. μοιχαλίδα δὲ ἐκάλεσε καὶ τὴν προτέραν καὶ τὴν παροῦσαν ἀπιστίαν δηλῶν· οὔτε γὰρ τῷ πατρὶ ἐπίστευσαν καὶ αὐτοῦ τοῦ Χριστοῦ ἀπέστησαν τοῦ νυμφευσαμέ νου τὴν ἀνθρωπότητα καὶ μνηστευσαμένου κατὰ τὴν ἀνθρωπότητα διὰ τὸ εἰρημένον· "καὶ μνηστεύσομαί σε ἐμαυτῷ εἰς τὸν αἰῶνα", προσεκολ λήθησαν δὲ τῷ σατανᾷ τὸν τῆς νοητῆς πορνείας τρόπον ἀποκαλοῦντες. δείκνυσιν ἑαυτὸν πάλιν τῷ πατρὶ-τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. 162 Mt 12, 41 Ὥστε <εἰ> ὡς τύπος Χριστοῦ Ἰωνᾶς λαμβάνεται, οὐ κατὰ πάντα λαμβάνεται, οἷον ἀπεστάλη τοῖς Νινευίταις κηρῦξαι, ἀλλ' ἐζήτησε φυ γεῖν ἀπὸ προσώπου τοῦ θεοῦ καὶ κατοκνήσας ὁρᾶται πρὸς ἀποστολήν. ἀπέσταλται καὶ παρὰ τοῦ θεοῦ καὶ πατρὸς ὁ υἱὸς κηρύσσων τοῖς ἔθνε σιν, ἀλλ' οὐκ ἀπρόθυμος ἦν εἰς διακονίαν. παρεκάλει τοὺς συμπλέον τας ὁ προφήτης βαλεῖν αὐτὸν εἰς τὴν θάλασσαν, κατεπόθη δὲ καὶ ὑπὸ κήτους, εἶτα καὶ ἐξεδόθη τριήμερος καὶ μετὰ τοῦτο ἀπῆλθεν εἰς Νινευὶ καὶ πεπλήρωκε τὴν διακονίαν, λελύπηται δὲ οὐ μετρίως κατοικτείραντος τοῦ θεοῦ τοὺς Νινευίτας. ὑπέστη καὶ ὁ Χριστὸς ἑκὼν τὸν θάνατον, ἔμεινεν ἐν τῇ καρδίᾳ τῆς γῆς, ἀνεβίω τε ἂν καὶ μετὰ τοῦτο ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν καὶ τοῦ πρὸς τὰ ἔθνη κηρύγματος ἐκέλευε ποιεῖσθαι τὴν ἀρχήν, πλὴν οὐ λελύπηται σῳζομένους ὁρῶν τοὺς κεκλημένους εἰς ἐπί γνωσιν. οὐκοῦν ὥσπερ αἱ μέλιτται λειμῶνας καὶ ἄνθη περιπτάμεναι τὸ χρήσιμον ἀεὶ συναγείρουσιν πρὸς τὴν τῶν κηρίων κατασκευήν, οὕτω χρὴ καὶ ἡμᾶς τὴν θεόπνευστον ἀνερευνωμένους γραφὴν τὸ τελοῦν εἰς διασάφησιν τῶν Χριστοῦ μυστηρίων ἀεὶ συλλέγειν καὶ συνδιατιθέναι καὶ τὸν λόγον ἐπιτελεῖν ἀνεπίπληκτον. 163 Mt 12, 43-45 Καὶ μάλα εἰκότως· ὅταν γὰρ ἅπαξ τις ἐλευθερωθεὶς τῶν κακῶν μὴ σωφρονισθῇ, πολλῷ χαλεπώτερα πείσεται τῶν προτέρων· διὰ γὰρ τοῦτο εἶπεν· οὐχ εὑρίσκει ἀνάπαυσιν, ἵνα δείξῃ, ὅτι πάντως καὶ ἐξ ἀνάγκης λήψεται τὸν τοιοῦτον ἡ τῶν δαιμόνων ἐπιβουλή· καὶ γὰρ ἀπὸ δύο τούτων τὸν τοιοῦτον σωφρονισθῆναι ἔδει, ἀπό τε τοῦ παθεῖν πρό τερον, ἀπό τε τοῦ ἀπαλλαγῆναι. μᾶλλον δὲ καὶ τρίτον πρόσεστιν ἡ τοῦ χείρονα πείσεσθαι ἀπειλή, ἀλλ' ὅμως οὐδενὶ τούτων ἐγένοντο βελτίους. ἦν μὲν αὐτοῖς ἔνοικον τὸ πονηρὸν πνεῦμα καὶ ὅτε ἐν Αἰγύπτῳ ἐθήτευον καὶ τοῖς Αἰγυπτίοις διαζῶντες ἔθεσί τε καὶ νόμοις μεστοὶ ἦσαν πάσης ἀκα θαρσίας. ἐπειδὴ διὰ Μωσέως λελύτρωνται καὶ νόμον ἐσχήκασι παιδα γωγὸν πρὸς τὸ τῆς ἀληθοῦς θεογνωσίας καλοῦντα φῶς, ἀπελήλατο τὸ βέβηλον καὶ ἀκάθαρτον πνεῦμα. ἐπειδὴ δὲ οὐ πεπιστεύκασιν εἰς Χριστόν, πάλιν αὐτοῖς ἐπεδήμησε τὸ δαιμόνιον· εὗρε γὰρ αὐτῶν τὴν καρδίαν γυμνὴν καὶ σχολάζουσαν ἀπὸ πάσης εὐσεβείας καὶ οἱονεὶ σεσαρω μένην καὶ κατῴκησεν ἐν αὐτοῖς· ὥσπερ γὰρ τὸ πνεῦμα τὸ ἅγιον ὅταν ἴδῃ καρδίαν ἀνθρώπου σχολάζουσαν ἀπὸ πάσης ἀκαθαρσίας καὶ ἐναυ λίζεται καὶ κατοικεῖ καὶ ἐπαναπαύεται ἐν αὐτῷ, οὕτω καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ψυχαῖς ἀνόμων ἐνδιαιτᾶσθαι φιλεῖ. 164 Mt 13, 3 ∆ιὰ τοῦτο ἐν παραβολαῖς λαλεῖ ὁ Χριστός, ἵνα καὶ διὰ τούτων δείξῃ, ὅτι αὐτός ἐστιν ὁ προφητευθείς, περὶ οὗ εἶπεν ∆αυίδ· "ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου" καὶ πάλιν· "καὶ ἔσται ὁ ἄνθρωπος κρύ πτων τοὺς λόγους αὐτοῦ καὶ κρυβήσεται ὡς ἀφ' ὕδατος φερομένου". 165 Mt 13, 12-13 Τοῖς ἐπιεικέσι καὶ φιλομαθέ σιν ἔχουσι γνῶσιν ἐνοικισθήσεται τὸ θεῖον φῶς πλουσιώτερον ἢ πά λαι, τοῖς δὲ