Cap. IX. Περὶ χοριαμβικοῦ.
.................... Αἰολοσίκων δρᾶμα γέγονε πρῶτον καὶ δεύτερον Ἀριστοφάνους,
ὡς καὶ ὁ Πλοῦτος πρῶτον καὶ δεύτε ρον, ἐν ᾧ κέχρηται τῷ χοριαμβικῷ μέτρῳ οἱονεὶ τρο χιαμβικῷ· ἐκ τροχαίου γὰρ καὶ ἰάμβου σύγκειται. εἴπο μεν δὲ καὶ ἀνωτέρω (230, 12), ὅτι λέγεται παρά τισιν ὁ τροχαῖος καὶ χορεῖος. (30, 5) 9∆εῦτέ νυν ἁβραὶ Χάριτες.9 ἰστέον δὲ ὅτι βραχύ ἐστιν ἐνταῦθα τὸ ˉνˉυˉν ὡς καὶ ἐν τῷ δεῦρό νυν, ἢ τρίποδος περιδώμεθα ἠὲ λέβητος (Ψ 485) 236 καὶ πάλιν πρῶτά νυν Ὀρφῆος μνησώμεθαApoll. Rhod. 123) καὶ ἐγκλίνεται τὸ ˉνˉυˉν. (30, 21) 9Φίλικος δὲ ὁ Κερκυραῖος εἷς ὢν τῆς Πλειά δος·9 καὶ τὰ ἑξῆς. -Ἰστέον ὅτι ἐπὶ τῶν χρόνων Πτο λεμαίου τοῦ Φιλαδέλφου ἑπτὰ ἄριστοι γεγόνασι τρα γικοί, οὓς Πλειάδα ἐκάλεσαν διὰ τὸ λαμπροὺς εἶναι ἐν τῇ τραγικῇ ὡς τὰ ἄστρα τῆς Πλειάδος. εἰσὶ δὲ οὗτοι· Ὅμηρος, οὐχ ὁ ποιητής (περὶ τραγικῶν γὰρ ὁ λόγος), ἀλλ' ὁ Μυροῦς τῆς ποιητρίας υἱὸς τῆς Βυζαν τίας, καὶ Σωσίθεος καὶ Λυκόφρων καὶ Ἀλέξανδρος, Αἰαντιάδης, Σωσιφάνης καὶ οὗτος ὁ Φίλικος. τινὲς ἀντὶ τοῦ Αἰαντιάδου καὶ Σωσιφάνους ∆ιονυσιάδην καὶ Εὐφρόνιον τῇ Πλειάδι συντάττουσιν. -οὗτος δ' ὁ Φίλικος οὐκ ἐφεῦρε πρῶτος τὸ τοιοῦτον μέτρον, ἀλλ', ὥς φησιν ὁ μετρικός, πρῶτος ὅλα, οἱονεὶ ὁλό κληρα, ποιήματα ἐκ τούτου τοῦ μέτρου ἐποίησεν. - αὕτη δ' ἡ χρῆσις ἣν παραφέρει αὐτοῦ οὐκ ἔστι στί χος, ἀλλὰ περίοδος· ὑπερβαίνει γὰρ τὸ δυοκαιτριακον τάσημον· ἡ δὲ Καλλιμάχου πεντάμετρος οὖσα οὐχ ὑπερβαίνει. ἰστέον δ' ὅτι οὐδέποτε τριακονταδύο χρόνους ὑπερβαίνει τὸ μέτρον, ἐπεὶ εἰς περίοδον ἐμ πίπτει. 237
Cap. X. Περὶ ἀντισπαστικοῦ.
9Τὸ δὲ ἀντισπαστικὸν τὴν μὲν πρώτην συζυγίαν ἔχει τρεπομένην κατὰ τὸν
πρότερον πόδα εἰς τὰ τέσσαρα τοῦ δισυλλάβου σχήματα.9 U 9Τὸ ἀντισπαστικὸν ἔχει μὲν τὴν πρώτην συζυγίαν τρεπομένην κατὰ τὸν πρότερον πόδα εἰς τὰ τέσσαρα σχήματα τοῦ δισυλλάβου, τὰς δὲ ἐν μέσῳ καθαρὰς ἀντι σπαστικάς, τὴν δὲ τελευταίαν, ὁπότε ἐστὶν ἀκατάληκτον, ἰαμβικήν.9 -κ ∆οκεῖ μὴ διαλαμβάνειν κατὰ τάξιν, μετὰ τὸ χοριαμβι κὸν διδάσκων τὸ ἀντισπαστικόν, ὅπερ ἐκ βραχείας καὶ δύο μακρῶν καὶ βραχείας σύγκειται. ἐχρῆν γὰρ μετὰ τὸ χοριαμβικὸν διαλαβεῖν περὶ τοῦ ἀπ' ἐλάσσονος ἰωνικοῦ. (εἴπομεν γὰρ εἶναι τὸ χοριαμβικὸν ἐκ μα κρᾶς καὶ δύο βραχειῶν καὶ μακρᾶς, οἱονεὶ τροχαϊκὸν καὶ ἰαμβικόν). ἀφαιρουμένη γὰρ ἡ πρώτη συλλαβὴ τοῦ χοριαμβικοῦ τίκτει τὸ ἰωνικὸν ἀπ' ἐλάσσονος. ἀλλὰ δεῖ λέγειν, ὅτι τὸ ἀντιπαθὲς παρέλαβεν, ἵνα μᾶλλον τὴν τάξιν φυλάξῃ τῷ τὰ ἀντιπαθῆ πλησίον ἀλλήλων κεῖσθαι. ὡς γὰρ ἰάμβῳ τροχαῖος, οὕτω καὶ δακτύλῳ <ἀνάπαιστος ἀντίκειται καὶ χοριάμβῳ> ἀντί σπαστος. 238 Ἰστέον δ' ὅτι παρέλειψέ τινα τοῦ ἀντισπαστικοῦ μέτρου ὁ τεχνικός· ἀλλὰ δεῖ λέγειν, ὡς πολλοὶ τῶν ἄλλων μετρικῶν φασιν, ὅτι δέχεται τὸν πρῶτον πόδα ἀντίσπαστον ἢ ἐπίτριτον τέταρτον, τουτέστιν ἐκ τριῶν μακρῶν καὶ μιᾶς βραχεῖας, ἢ παιῶνα δεύτερον, τουτ έστιν ἐκ βραχείας καὶ μακρᾶς καὶ δύο βραχειῶν, ἢ δι τρόχαιον ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς καὶ βρα χείας, τὰς δὲ μέσας ἀντισπαστικὰς καὶ ἰαμβικάς, τὴν δὲ τελευταίαν ὅτε ἐστὶν ἀκατάληκτον ἰαμβικήν, ὅτε δὲ καταληκτικὸν ... καὶ ταῖς ἰαμβικαῖς ἑπομένην συζυγίαις. Τρέπεται δὲ ὁ πρῶτος ποὺς ἔστιν ὅτε, ὥς φησιν, εἰς τὰ τέσσαρα σχήματα τοῦ δισυλλάβου, οἱονεὶ πυρ ρίχιον καὶ σπονδεῖον καὶ ἴαμβον καὶ τροχαῖον· καθό λου γὰρ ἄλογός ἐστιν ὁ πρῶτος ποὺς καὶ ἄτακτος. ἔστι δ' ὅτε αὐτὸς ὁ πρῶτος ποὺς σπονδεῖος ὢν δυνά μει λύεται εἰς δάκτυλον, τῆς δευτέρας συλλαβῆς τοῦ σπονδείου