βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
συνεχύθησαν, τῶν συν τεθειμένων εἰς οβʹ γλώσσας διαιρεθέντων κατὰ τὸν ἀριθμὸν τῶν ἀρχόντων αὐτῶν. Καὶ εἰς ἀλληλογλωσ σίαν 38 ὑπὸ τοῦ πνεύματος καὶ τῆς δικαίας ὀργῆς ἐλαυνομένων καὶ διασπασθέντων, τοῦτο μόνῳ Θεὸς οὐκ ἐστήρησε τὴν ἀρχαίαν φωνήν. Ὅθεν οἱ ἀπομεί ναντες ἐν τῇ προτέρᾳ γλώσσῃ, Ἑβραῒς αὐτὴν ἐπωνόμασαν κατὰ τὴν τοῦ κρατήσαντος αὐτὴν ἐπωνυμίαν, Ἕβερ εἰς τὸ γένος τῶν Ἑβραίων, οἵτινες πατρωνυμικῶς καὶ φερωνύμως Ἑβραῖοι καλοῦνται.
III. Ὅτι ὁποία ἦν ἡ αʹ γλῶσσα. Ὅτι τῇ τῶν Ἑβραίων γλώσσῃ ἐχρῶντο οἱ ἀπὸ τοῦ Ἀδὰμ, δῆλον μὲν, καὶ ἀπὸ τούτου καὶ τοὺς ἀμφὶ τὸν Ἀβραὰμ καὶ τὸν Νῶε καταγομένους καὶ χρωμένους· δῆλον δὲ καὶ ἀπὸ τοῦ, τὸν δεύτερον Ἀδὰμ τὸν Χριστὸν τῇ τῶν Ἑβραίων φωνῇ κατὰ τὸν πρῶτον πάντως Ἀδὰμ χρώμενον, ὡς τὸ "Ἐφφαθὰ," καὶ "ταλιθὰ κοῦμι" καὶ "λαμὰ σαβαχθανὶ" καὶ τὰ ὅμοια. Καὶ μέντοι πρὸς τούτοις καὶ τὰ τῶν παλαιῶν ὀνόματα ἐναργὲς τεκμήριον τοῦ ταύτην εἶναι. φωνὴν τὴν πρὸ τῆς συγχύσεως. Ἐφ' ὧν γὰρ κατ' οὐδεμίαν ἐστὶ γλῶσσαν τὸ σημαινόμενον ἐπιλύσασθαι, καὶ ταύτῃ τὸ ζητούμενον ἑρμηνεύεται. Οἷον τοῦ Ἀδὰμ καὶ τῶν λοιπῶν αἱ προσηγορίαι, δι' ἑτέρας οὐδεμιᾶς ἑρμηνεύεται εἰ μὴ διὰ τῆς Ἑβραϊκῆς καὶ μόνης. Εἰ δέ τινες ἀμαθῶς ἀντιλέγουσιν, οὐ τὴν Ἑβραϊκὴν, ἀλλὰ τὴν Συριακὴν πρώτην εἶναι γλῶσσαν, ἀκουέ τωσαν τῆς ἑρμηνείας τοῦ σοφωτάτου καὶ πολυμα θοῦς Ὠριγένους εἰς τὴν ἱστορίαν τοῦ Ἰὼβ "ἣ, φησὶν, οὕτως ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου" καὶ ἑξῆς, Συριακὴν εἶπεν τὴν Ἑβραϊκὴν διάλεκτον, ἐπειδὴ γὰρ Συρίαν τὴν Ἰουδαίαν καὶ Σύρους οἱ παλαιοὶ τοὺς Παλαιστινοὺς ὠνόμαζον. ̣2 ̣ Ὁ μὲν οὖν πύργος ᾠκοδο μήθη ἐν ἔτεσι τεσσαράκοντα, ἔμεινεν ἡμιτελὴς μετὰ τὴν σύγχυσιν. Ὁ δέ γε Θεὸς ἀνέμῳ βιαίῳ τοῦτον ἀνα τρέπει, καὶ ἔστιν ἀναμέσον Ἀσσοὺρ καὶ Βαβυ λῶνος εἰσέτι 39 φυλασσόμενα τὰ ἴχνη αὐτοῦ. ̣3̣ Φαλὲκ δὲ γενόμενος ἐτῶν ρλʹ ἐγέννησε τὸν Ῥαγαῦ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη σθʹ καὶ ἀπέθανε, ζήσας τὰ πάντα ἔτη τλθʹ. ̣4 ̣ Γίνονται οὖν ἀπὸ τοῦ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτη βσμβʹ, καὶ ἀπὸ τοῦ 110.97 κατακλυσμοῦ ἕως τῆς συγχύσεως τῆς πυργοποΐας καὶ τῆς τελευτῆς Φαλὲκ, ὅ ἐστι μερισμὸς, ἔτη ωξηʹ, καὶ γίνεται διαμερισμὸς ἤτοι διασπορὰ τῶν υἱῶν Νῶε καὶ τῶν ἐξ αὐτῶν γεννηθέντων. ∆ιὸ καὶ μέροπες ἐκλήθησαν ἀπό τε τῆς μεμερισμένης φωνῆς, ἀπό τε τοῦ μερισμοῦ τῆς γῆς. ̣5 ̣ Ὁ μέν τοι Σὴμ ἐγέννησε τὸν Ἐλὰμ καὶ τὸν Ἀσοὺρ καὶ τὸν Ἀρφαξὰδ καὶ τὸν Λουδί· ὁ δὲ Χὰμ τὸν Χοῦς καὶ τὸν Μεσρὲμ καὶ τὸν Χαναάν· ὁ δὲ Ἰάφεθ τὸν Χάμερ, τὸν Μαγὼγ καὶ τὸν Θήραν καὶ τὸν Ἰυωυίαν καὶ τὸν Ἐλισσὰν καὶ τὸν Θόβελ καὶ τὸν Μοσὸχ καὶ τὸν Μαδαὶ, ἀφ' οὗ Μῆδοι γενόμε νοι καὶ τῶν Βαβυλωνίων κρατήσαντες, ἡ χώρα Μηδία προσηγορεύθη κυρίως καὶ φερωνύμως. ̣6 ̣ Μετὰ γοῦν τὴν σύγχυσιν καὶ τὴν τοῦ πύργου διάλυσιν μεταστέλλονται οἱ γʹ υἱοὶ τοῦ Νῶε πάντας τοὺς ἐξ αὐτῶν γενομένους, καὶ διδοάσιν αὐτοῖς ἔγγραφον τῶν τόπων τὴν κατανέμησιν, ὅπερ ἐκ τοῦ πατρὸς Νῶε παρειλήφασι, καὶ λαγχάνουσιν ἑκάστῳ καὶ ταῖς ἑκάστου φυλαῖς καὶ πατριαῖς τόπον καὶ κλίματα καὶ χώρας καὶ νήσους καὶ ποταμοὺς κατὰ τὴν ὑποκειμένην ἔκθεσιν.
∆ʹ. Περὶ τοῦ τῆς γῆς διαμερισμοῦ. Καὶ κατακληροῦται τῷ μὲν πρωτοτόκῳ υἱῷ Νῶε Σὴμ ἀπὸ Περσίδος καὶ Βάκτρων ἕως Ἰνδικῆς καὶ Ῥινοκουρούρων τὰ πρὸς ἀνατολήν· τῷ δὲ Χὰμ ἀπὸ Ῥινοκουρούρων ἕως Γαδείρων τὰ πρὸς νῶτον· τῷ δὲ Ἰάφεθ ἀπὸ Μηδίας ἕως Γαδείρων τὰ πρὸς βοῤῥᾶν. ̣2 ̣ Αἱ δὲ λαχοῦσαι χῶραι τῷ μὲν Σὴμ εἰσὶν αὗται· Περσὶς, Βακτριανὴ, Ὑρκανία, Βαβυ λωνία, Κόρδυνα, Ἀσσυρία, Μεσοποταμία, Ἀραβία ἡ ἀρχαία, 40 Ἐλυμαῒς, Ἰνδικὴ, Ἀραβίἡ Εὐδαίμων, Κοιλησυρία, Κομμαγήνη καὶ Φοινίκη πᾶσα καὶ ποταμὸς Εὐφράτης. ̣3 ̣ Τῷ δὲ Χὰμ Αἴγυπτος, Αἰθιοπία ἡ βλέπουσα κατ' Ἰνδοὺς, ἑτέρα Αἰθιοπία, ὅθεν ἐκπορεύεται ὁ ποταμὸς τῶν Αἰθιόπων, Ἐρυθρὰ βλέπουσα κατὰ ἀνατολὰς, Θηβαῒς, Λιβύη ἡ παρεκτείνουσα μέχρι Κυρήνης, Μαρμαρὶς, Σύρτις, Λιβύη ἄλλη, Νου μιδία, Μασσυρὶς, Μαυριτανία ἡ κατέναντι Γαδεί ρων. Ἐν δὲ τοῖς κατὰ βοῤῥᾶν τὰ παραθαλάσσια ἔχει, Κιλικίαν,