ἄγγελος περιφανεστέραν νίκην εἰργάζετο. ἔχω τι πλέον εἰπεῖν τῶν θαυμασίων ἐκείνων· ἐν τύποις ἐκεῖ καὶ εἰκονίσμασιν ὁ σταυρός, ὄφις χαλκοῦς ἐπ' ἰθυτενοῦς στηλιτευόμενος ἐπιδόχμια, καὶ ξῦλον γλυκαῖνον ὕδωρ πικρόν, καὶ αὖθις ἕτερον σίδηρον ἐξ ὕδατος ἀνιμώμενον, ἐνταῦθα δὲ δακτύλῳ θεοῦ γεγραμμένον ἐν οὐρανῷ ὥς που πάλαι τῷ σοι ὁμωνύμῳ καὶ βασιλεῖ, ᾧ σε καὶ παραβάλλω, καὶ φειδοῖ τοῦ ἀνδρὸς οὐχ ὑπερτίθεμαι, ἀλλὰ τὸ ἶσόν σοι δίδωμι, τιμῶν κἀνταῦθα τὸν αὐτοκράτορα· ἀμφοτέρων γὰρ τὴν αὐτὴν δύναμιν ὑπεσήμηνεν ὁ βασιλεύσας θεὸς καὶ ταῖς αὐταῖς παραδοξοποιΐαις ἐλάμπρυνε. Καὶ ταῦτα μὲν τὰ σὰ οὕτως, ὦ βασιλεῦ, πᾶσαν τέχνην καὶ μεγαλοφυΐαν ῥητόρων ὑπερεκπίπτοντα. τὰ δ' ἡμέτερα οἷα; ἀπερρίμμεθα, καταπεφρονήμεθα, μὴ κακίσῃς εἰ καὶ τοῦτο φήσω, οἱ τῆς γνώσεως τρόφιμοι, οἱ τῆς σοφίας ἐθάδες, οἱ τῶν μουσῶν θιασῶται. ὁ μέν τις βέλει τὸν ἐχθρὸν ἔπαισεν, ἢ μόνον τὸ δόρυ ἐπετείνατο καὶ τὰς πρώτας ἔχει τιμάς· ἄλλος τὸ εὔγνωμον μέχρι σχήματος ἐνεδείξατο, καὶ τὸ τοῦ πλούτου ῥεῦμα τούτῳ ἔρρευσεν ἄφθονον. ἡμεῖς δὲ λόγοις κηρύττομεν, εὐφημίαις βάλλομεν, οἷς ἔχομεν θεραπεύομεν, καὶ μόγις που ῥανίδα ἐλέους δεχόμεθα. ἀλλὰ πάλιν τὸν αὐτὸν λόγον ἐρῶ, μὴ κάκιζε τὴν παρρησίαν, ὦ βασιλεῦ, τόκος ἐστὶν ὀδυνωμένης ψυχῆς. πόθεν Ῥωμῦλοι κηρύττονται, πόθεν Βροῦτοι καὶ Αἴλιοι, Ἀντίοχοι τε καὶ Σέλευκοι καὶ Ἀλέξανδροι; οὐκ ἐκ λόγων, οὐκ ἐκ συγγραμμάτων; οἱ δὲ συγγράφοντες πόθεν εἰς συγγραφὰς ἐκινήθησαν; οὐκ ἐξ ὧν εὖ ἔπασχον; οὐχὶ ∆ιόνυσος Ἑλίκῳ τῷ Κυζικηνῷ ἡλίου προειπόντι ἔκλειψιν ἀργυρίου τάλαντον ἐδωρήσατο; ὁ δ' αὐτὸς καὶ Πλάτωνι μικροῦ δεῖν ὡς θεῷ προσεῖχε, τοῖς τῆς φιλοσοφίας τοῦτον ἠθικοῖς προβιβάζοντι; πόσους ἄν μοι δοκῇς, εἴπερ βούλει, ἀπογεννήσειν Πλάτωνας νῦν, πόσους Ὁμήρους; εἰ δὲ μὴ τοιούτους διὰ τὸ τοὺς ἄνδρας πάντων ὑπεξῃρῆσθαι, ἀλλὰ πόσους Μητροδώρους, πόσους Φοιβαμώνας; καὶ οὐ τοῦτο λέγω, βασιλεῦ, παντὶ συγγράφοντι τὰς τοῦ ἐλέους ὑπανοίγειν πηγάς, ἵνα μὴ τῆς αὐτῆς ᾖ τιμῆς ὁ χείρων τῷ κρείττονι, ἀλλὰ δοκιμαζέσθωσαν τὰ συγγράματα ὑπὸ πολλαῖς ἀκοαῖς, καὶ ὅτῳ ἂν δοθῇ τὸ ἐξαίρετον ἐκείνῳ οἱ τῆς σῆς βασιλείας θησαυροὶ ἀνοιγέσθωσαν. Ἔχεις, ὦ βασιλεῦ, κριτὰς λόγων. πολλούς, μούσας αὐτόχρημα, οὗτοι κρινέτωσαν τὰ ἡμέτερα, οἱ δ' ἄλλοι τὸν ἄρνα καθ' ἁρμὸν διαιρείτωσαν. αἰσχύνομαι γὰρ οὐ κανόνι κανονιζόμενος. ἔχε τὰς τῶν τιμῶν ἀμοιβάς, ἔα με καὶ πάλιν πένεσθαι, δίδου τὰς τῶν ἐπαίνων, καλοίμην παρά σοι συγγραφεὺς πρόκριτος, καὶ πάλιν ἐν μοίρᾳ εἴην τῶν δυστυχῶν. ὁ δὲ βασιλεύσας σε καὶ λαμπρύνας θεὸς αὐτός σοι καὶ προσθείη τοῖς ἔτεσι, καὶ τὴν ἐκεῖθεν βασιλείαν χαρίσαιτο τὴν ὄντως ὑψηλήν τε καὶ ἀκατάλυτον. 3 Τῷ αὐτῷ βασιλεῖ Μέγιστε βασιλεῦ, τὸν ὁρατὸν τοῦτον κόσμον, τὸ μέγα τοῦ θεοῦ δημιούργημα, συμπληροῖ μὲν καὶ ἥλιος καὶ ἀστέρων χορὸς καὶ γῆ καὶ θάλασσα, μέρη μέγιστα τυγχάνοντα τοῦ παντός, συμπληροῖ δὲ καὶ θάμνος καὶ πόα καὶ λίθος βραχὺς καὶ εἴ τι ἄλλο τούτων πέφυκεν εὐτελέστερον. οὕτω τοιγαροῦν καὶ τῆς τῶν σῶν ἀρετῶν εὐφημίας μέρος μὲν καὶ μέγιστον καὶ θαυμασιώτατον ὁ τῆς σοφίας καθηγεμών· ἔπειτα δὲ ἄλλος ἐπ' ἄλλῳ συντελεῖ πρὸς τὴν λογικὴν ταύτην ὁλότητα· βραχὺ δέ τι κἀγὼ μέρος τῶν σῶν ἐπαίνων εἰμί, ὥσπερ ὅλου λόγου λέξις ἡ συλλαβή. διὰ τοῦτο οὐδὲ κομπάσας ἐρῶ, οὐδ' ὥσπερ οἱ τὴν ῥητορικὴν τέχνην δεινοὶ ἀπὸ τῶν ἔξωθεν κόσμων τὸ ἐγκώμιόν σοι προσερανίσομαι, ἀλλὰ ταὐτόν σε βλέπων ἐφ' ἑαυτοῦ οὕτω σοι τὸν ἔπαινον πλέξομαι. Σὺ τοιγαροῦν, ὦ βασιλεῦ, ἀπ' αὐτοῦ τοῦ κράτους τὰς βασιλικωτέρας τῶν ἀρετῶν ἐργαζόμενος, ὥσπερ τινὰ πύργον ἀπὸ γῆς εἰς οὐρανὸν οἰκοδομῶν, προσθήκαις ἀεὶ κρείττοσιν ἐπαυξάνεις, καὶ μᾶλλον βασιλικώτερος φαίνῃ καὶ μεγαλοπρεπέστερος. πλούτου γὰρ καὶ εὐτυχίας τοὺς θησαυροὺς ὑπανοίξας, ἐπίσης τε ἡμᾶς κἀκείνους φαίνῃ πληρῶν. ὥσπερ γὰρ ἄπλετος θάλασσα ἐσαεὶ ῥέουσα πλήρης ἀεὶ πέφυκεν, οὕτω δὴ καὶ