εἰς τὴν ἔρημον, ἦν ἐν αὐτῇ, τῷ ἰδιάζοντα εἶναι τὸν λόγον καὶ τὴν διδασκαλίαν αὐτοῦ παρὰ τὰ εἰθισμένα ἐν τοῖς ἔθνεσι γίνεσθαι καὶ νενομισμένα. Καὶ οἱ ἐν τοῖς ἔθνεσιν ὄχλοι ἀκούσαντες λόγον ἐπιδεδημηκέναι τῇ ἐρήμῳ αὐτῶν καὶ τοῦτον κατ' ἰδίαν τυγχάνειν, ὡς προα ποδεδώκαμεν, ἠκολούθησαν αὐτῷ ἀπὸ τῶν ἰδίων πόλεων τῷ ἕκαστον καταλελοιπέναι τὰ πάτρια τῆς δεισιδαιμονίας ἔθη καὶ τῷ τοῦ Χριστοῦ προσεληλυθέναι νόμῳ. Πεζῇ δὲ αὐτῷ καὶ οὐκ ἐν πλοίῳ ἠκολούθησαν, ἅτε μὴ τῷ σώματι, ἀλλὰ γυμνῇ τῇ ψυχῇ καὶ τῇ ἀπὸ τοῦ λόγου πεισθείσῃ προαιρέσει ἠκολουθηκότες τῇ εἰκόνι τοῦ θεοῦ. Καὶ πρὸς τούτους γε ὁ Ἰησοῦς ἐξέρχεται μὴ χωροῦντας προσιέναι πρὸς αὐτόν, ἵνα τοῖς ἔξω γενόμενος, ἔσω τοὺς ἔξω εἰσαγάγῃ. Πολὺς δὲ ὁ ἔξω ὄχλος, εἰς ὃν ἐξέρχεται ὁ τοῦ θεοῦ λόγος, καὶ ἐκχέας τὸ φῶς τῆς ἐπισκοπῆς αὐτοῦ εἰς αὐτὸν εἶδεν αὐτόν, καὶ ἰδὼν τοῦ ἐλεεῖσθαι μᾶλλον αὐτοὺς ἀξίους διὰ τὸ ἐν τοιοῖσδέ τισιν εἶναι, ὡς φιλάνθρωπος πέπονθεν ὁ ἀπαθὴς τῷ σπλαγχνισθῆναι, καὶ οὐ μόνον ἐσπλαγχνίσθη ἀλλὰ καὶ τοὺς ἀρρώστους αὐτῶν ἐθεράπευσεν ἔχοντας ποικίλα καὶ παντοδαπὰ ἀπὸ τῆς κακίας ἀρρωστήματα. 10.24 Εἰ δὲ θέλεις ἰδεῖν ποῖά ἐστι τὰ τῆς ψυχῆς ἀρρωστή ματα, κατανόει μοι τοὺς φιλαργύρους καὶ τοὺς φιλοδόξους καὶ τοὺς φιλόπαιδας καὶ εἴ τίς ἐστι φιλόγυνος· καὶ τούτους γὰρ ἐν τοῖς ὄχλοις ἰδὼν καὶ σπλαγχνισθεὶς ἐπ' αὐτοῖς ἐθεράπευσεν. Οὐ πᾶν δὲ ἁμάρτημα νομιστέον ἀρρωστίαν εἶναι, ἀλλ' ὅπερ ἐναπέσκηψεν ὅλῃ τῇ ψυχῇ. Οὕτω γὰρ ἔστιν ἰδεῖν τοὺς μὲν φιλαργύρους ὅλους τεταμένους ἐπὶ τὸ ἀργύριον καὶ τὴν τούτου φρουρὰν καὶ συναγωγήν, τοὺς δὲ φιλοδόξους ἐπὶ τὸ δοξάριον, κεχήνασι γὰρ περὶ τὸν ἀπὸ τῶν πολλῶν καὶ χυδαιοτέρων ἔπαινον. Καὶ τὸ ἀνάλογον νοήσεις ἐπὶ ὧν ὠνομάσαμεν λοιπῶν, καὶ εἴ τι ἄλλο τούτοις ἐστὶ παραπλήσιον. Ἐπεὶ οὖν διηγούμενοι τὸ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν εἴπομεν μὴ πᾶν ἁμάρτημα εἶναι ἀρρώσ τημα, ἄξιον ἀπὸ τῆς γραφῆς καὶ περὶ τῆς διαφορᾶς τούτων παραμυθήσασθαι. Φησὶ δὴ ὁ ἀπόστολος Κορινθίοις ποικίλα ἔχουσιν ἁμαρτήματα γράφων· «∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί.» Ἄκουε γὰρ ἐν τούτοις τοῦ «καὶ» συνδέσμου, πλέκοντος καὶ συμπε πλεγμένον ποιοῦντος ἐκ διαφόρων ἁμαρτημάτων, καθὸ οἱ μέν εἰσιν ἀσθενεῖς, ἕτεροι δὲ ἄρρωστοι πλέον ἢ ἀσθενεῖς, καὶ ἄλλοι παρ' ἀμφοτέρους οἱ κοιμώμενοι. Οἱ μὲν γὰρ ὀλισθηρῶς διὰ τὴν τῆς ψυχῆς ἀδυναμίαν πρὸς τὸ ὁτιποτοῦν ἁμαρτάνειν ἔχοντες, κἂν μὴ ὅλοι ὦσιν εἴδους τινὸς ἁμαρτίας ὡς οἱ ἄρρωστοι, ἀσθενεῖς εἰσι μόνον. Οἱ δὲ ὅλῃ ψυχῇ καὶ ὅλῃ καρδίᾳ καὶ ὅλῃ διανοίᾳ, ἀντὶ τοῦ τὸν θεὸν ἀγαπᾶν, ἀγαπῶντες ἀργύρια ἢ δοξάρια ἢ γύναια ἢ παῖδας, οὗτοι πλέον ἢ ἀσθενείας πεπόνθασιν καί εἰσιν ἄρρωστοι. Κοιμῶνται δὲ οἱ, δέον προσέχειν καὶ ἐγρηγορέναι τῇ ψυχῇ, τοῦτο μὲν οὐ ποιοῦντες, ἀπὸ δὲ πολλῆς ἀπροσεξίας νυστάζοντες τὴν προαίρεσιν καὶ ὑπνώττοντες τοῖς λογισμοῖς· οἵτινες «ἐνυ πνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, δόξας δὲ βλασφημοῦσιν». Οὗτοι δὲ διὰ τὸ κοιμᾶσθαι ἐν κεναῖς εἰσι φαντασίαις καὶ παραβαλλομέναις ἐνυπνίοις, ταῖς περὶ τῶν πραγμάτων, τὰ μὲν ὕπαρ καὶ ἀληθῆ οὐκ ἀποδεχόμενοι, ὑπὸ δὲ τῶν ἐν ταῖς κεναῖς φαντασίαις ἀπατώ μενοι. Περὶ ὧν καὶ ἐν τῷ Ἡσαΐᾳ λέγεται τὸ «ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς ὁ πίνων, καὶ ἐξαναστὰς ἔτι διψᾷ, ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν, οὕτως ἔσται ὁ πλοῦτος πάντων τῶν ἐθνῶν ὅσοι ἐπεστράτευσαν ἐν Ἱερουσαλήμ». Εἰ καὶ ἐδόξαμεν οὖν παρεκβεβηκέναι, διηγούμενοι διαφορὰν ἀσθενῶν καὶ ἀρρώστων καὶ κοιμωμένων, διὰ τὸ τὸν ἀπόσ τολον ἐν τῇ πρὸς Κορινθίους εἰρηκέναι ἃ ἐξεθέμεθα, τὴν παρέκβασιν πεποιήμεθα βουληθέντες παραστῆσαι τί σημαίνε ται νοητὸν ἐκ τοῦ καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν. 10.25 Μετὰ τοῦτό φησιν ὁ λόγος ὅτι ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα παρῆλθεν ἤδη· ἀπόλυσον οὖν τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα (14, 15[-21]). Καὶ πρῶτόν γε τήρησον ὅτι μέλλων τοὺς