θαυμάζωμεν, εἰ μισεῖ ἡμᾶς ὁ κόσμος. οὐδεὶς γὰρ μὴ μεταβὰς «ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν» ἀλλὰ μένων ἐν τῷ θανάτῳ δύναται ἀγαπᾶν τοὺς μεταβεβηκότας ἀπὸ σκοτεινῆς τῆς τοῦ θανάτου, ἵν' οὕτως ὀνομάσω, οἰκίας ἐπὶ τὰ πε πληρωμένα οἰκοδομήματα ἐκ λίθων ζώντων φωτὸς ζωῆς. «ὑπὲρ ἡμῶν ἔθηκεν» Ἰησοῦς «τὴν ψυχὴν», καὶ ἡμεῖς οὖν θῶμεν αὐτὴν, οὐκ ἐρῶ ὑπὲρ αὐτοῦ ἀλλ' ὑπὲρ ἑαυτῶν, οἶμαι δ' ὅτι κἂν ὑπὲρ τῶν ἐν τῷ μαρτυρίῳ ἡμῶν οἰκοδομηθησομένων. ἐνέστη ἡμῖν καιρὸς Χριστιανοῖς καυχή σεων· «οὐ μόνον», γάρ φησιν, «ἀλλὰ καὶ καυχώμενοι ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει», μόνον «ἡ ἀγάπη τοῦ θεοῦ» ἐκκεχύσθω «ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγίου». Παῦ λος μὲν λεγέτω· «εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ», ἡμεῖς δέ· «εἰ κατὰ ἄνθρωπον» ἀνῃρέθην ἐν Γερμανίᾳ. 42 Εἰ «καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ», «οὕτω διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις», προθυμότατα παρα δεξώμεθα τὰ Χριστοῦ παθήματα, καὶ περισσευσάτω ἐν ἡμῖν, εἴπερ ὀρεγόμεθα περισσῆς παρακλήσεως, ἣν πάντες μὲν οἱ «πενθοῦντες» «παρακληθήσονται», τάχα δὲ οὐκ ἐπ' ἴσης. εἰ γὰρ ἐπ' ἴσης ἦν ἡ παρά κλησις, οὐκ ἂν ἐγέγραπτο τό· «καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτω περισσεύει καὶ ἡ παράκλησις ἡμῶν.» οἱ κοινωνοὶ τῶν παθημάτων κατὰ τὴν ἀναλογίαν τῶν παθημάτων, ὧν εἰσι κοι νωνοὶ πρὸς Χριστὸν, κοινωνοὶ ἔσονται καὶ τῆς παρακλήσεως· ἃ καὶ μανθάνετε ἀπὸ τοῦ πεπιστευμένως τὰ τοιαῦτα λέγοντος· οἴδαμεν γὰρ, «ὡς κοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως.» φησὶ δὲ διὰ προφήτου ὁ θεός· «καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι.» ποῖος οὖν ἄλλος εὐπρόσδεκτος καιρὸς, ἢ ὅτε διὰ τὴν εἰς θεὸν ἐν Χριστῷ εὐσέβειαν ὑπὸ φρουρὰν πομπεύον τες ἐν τῷ κόσμῳ καὶ θριαμβεύοντες μᾶλλον ἤπερ θριαμβευόμενοι ἀπ αγόμεθα; οἱ γὰρ ἐν Χριστῷ μάρτυρες συναπεκδύονται αὐτῷ «τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας» καὶ συνθριαμβεύουσιν ὡς κοινωνοὶ τῶν πα θημάτων αὐτοῦ γινόμενοι οὕτως καὶ τῶν ἐν τοῖς παθήμασιν αὐτοῦ ἀνδραγαθημάτων· ἐξ ὧν ἐστι καὶ τὸ θριαμβεῦσαι «τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας», ἃς μετ' ὀλίγον ὄψεσθε νενικημένας καὶ κατῃσχυμμένας. ποία ἄλλη οὕτως ἡμέρα σωτηρίας ὡς ἡ ἡμέρα τῆς τοιαύτης ἡμῶν ἐντεῦθεν ἀπαλλαγῆς; ἀλλὰ παρακαλῶ· «μηδεμίαν ἐν μηδενὶ» δῶτε «προσκοπὴν, ἵνα μὴ μωμηθῇ» ὑπὸ ὑμῶν τὸ πρεσβυτέριον ἢ «ἡ διακονία, ἀλλὰ ἐν παντὶ ἑαυτοὺς» συστήσασθε «ὡς θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ» λέγοντες· «καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ ὁ κύριος;» «ἐν θλίψεσι» πειθόμενοι ὅτι «πολλαὶ αἱ θλίψεις τῶν δικαίων», «ἐν ἀνάγκαις», ἵν' ὡς ἀναγκαίαν ἡμῖν τὴν μακαριότητα ἀπαιτήσωμεν, «ἐν στενοχωρίαις», ἵν' ὡς τὴν στενὴν καὶ τὴν τεθλιμμένην ἀπαραλείπτως ὁδεύσαντες κατ αντήσωμεν ἐπὶ τὴν ζωήν. ἐὰν δέον ᾖ, συστήσωμεν ἑαυτοὺς καὶ «ἐν πληγαῖς καὶ ἐν φυλακαῖς καὶ ἐν ἀκαταστασίαις καὶ ἐν κόποις καὶ ἐν ἀγρυπνίαις καὶ ἐν νηστείαις.» ἰδοὺ γὰρ κύριος, καὶ «ὁ μισθὸς αὐτοῦ» ἐν χειρὶ «ἀποδοῦναι ἑκάστῳ», ὡς τὰ ἔργα αὐτοῦ ἐστι. 43 Νῦν δείξωμεν ὅτι γνῶσιν διὰ ἔργα πρέποντα τῇ γνώσει ἐποθήσαμεν. πᾶσα ἁγνότης ἡ ἀπὸ παντὸς οὑτινοσοῦν τοῦ ἐν ὁποιω δήποτε ἁμαρτήματι μολυσμοῦ φανερωθήτω ἐν ἡμῖν. ὡς μακροθύμου θεοῦ υἱοὶ καὶ μακροθύμου Χριστοῦ ἀδελφοὶ μακροθυμήσωμεν ἐν πᾶσι τοῖς συμβαίνουσι· «μακρόθυμος γὰρ ἀνὴρ, πολὺς ἐν φρονήσει, ὁ δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων.» εἰ δεῖ ἑαυτὸν συνιστάναι «διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ τῶν ἀριστερῶν», συστήσαν τες ἑαυτοὺς «διὰ δόξης» καὶ μὴ χαυνωθέντες ἐπ' αὐτῇ νῦν καὶ τὴν ἀτιμίαν ὑπομείνωμεν· ἀλλ' εἰ καὶ εὐφημίας ἀξίως ἐπολιτευσάμεθα καὶ εὐφημήθημεν, νῦν καὶ τῆς ἀπὸ τῶν δυσσεβῶν δυσφημίας ἀνα σχώμεθα. ἔτι δὲ εἰ ὡς ἀληθεῖς παρὰ τοῖς φιλαλήθεσιν ἐθαυμάσθημεν, νῦν ἐπὶ τῷ λέγεσθαι ἡμᾶς πλανᾶσθαι γελάσωμεν. ἐπὶ πολλοῖς κιν δύνοις, ἀφ' ὧν ἐῤῥύσθημεν, πολλοὶ εἶπον ἡμᾶς ἀπὸ θεοῦ ἐπιγινώ σκεσθαι· νῦν ὁ βουλόμενος λεγέτω ἡμᾶς