18
μὲν οὗν φανερῷ τὰ προειρημένα, τῷ δὲ κρυπτῷ τὰ μέλλοντα λέγεσθαι. Ὁ δὲ οἶκος τοῦ Θεοῦ ἡ ἐξ ἐθνῶν Ἐκκλησία, τεθεμελιωμένη ἐπὶ τὴν ἀῤῥαγῆ καὶ σωτήριον πέτραν. Ἐσχάτας δὲ ἡμέρας καλεῖ, τὰς τῷ τέλει τοῦ παρόντος αἰῶνος ἐγγύς· συγγενεῖς γὰρ τοῖς ὁρωμένοις ὁ χρόνος καὶ φθειρομένοις συμφθείρεται. Συνῳδὰ δὲ τούτοις τεθέσπικεν Ἰακὼβ τὰ ἐπ' ἐσχάτων ἐσόμενα τοῖς παισὶ λέγειν ἐπαγγειλάμενος, "Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως οὗ ἔλθῃ ὃ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν." Καὶ νῦν γὰρ ἥξει, φησὶ, πάντα τὰ ἔθνη ἐπὶ τὸ ὄρος Κυρίου, καὶ ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ, τὴν Χριστοῦ δηλῶν Ἐκκλησίαν, περὶ ἧς αὐτός φησιν· Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη. Τὸ ἐπ' ἄκρου δὲ τῶν ὀρέων ὁ Παῦλος ἡμῖν ἐξηγήσατο φήσας, "Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ τῶν προφητῶν." Τὸ δὲ ὅρος τοῦ Θεοῦ εἴποις ἂν ἴσως σωματικώτερον, ὡς Ἰουδαῖοι, τὸ ἐπὶ χωρὰς αὐτοῖς. Καὶ πῶς ἐμφανὲς ἔσται φησὶν, ὡς λανθάνοντος πρότερον; οὔτε γὰρ ἄλλου ὄρους γένεσιν, οὔτε δευτέρου οἴκου κατασκευὴν ἐπ' ἄλλων ὀρῶν ἐσομένην ὁ σάρκινος Ἰσραὴλ περιμένει· κατὰ δὲ τοὺς Ἡσαίου χρόνους καὶ τὸ Σιὼν ὄρος, καὶ ὁ ναὸς, πᾶσιν ἐφαίνετο κατὰ τὴν νῦν διάνοιαν ὁ ὑψηλὸς καὶ οὐράνιος τοῦ Κυρίου λόγος ὁ εὐαγγελικός. Ἢ, ὡς ὁ μέγας Παῦλος Σιὼν ὄρος ἐπουράνιον εἶναι διδάσκει, καὶ ἄνω Ἱερουσαλὴμ, ἥν τινά φησιν εἶναι μητέρα πάντων ἡμῶν. Οὐκ ἦν δὲ ἄρα τοῖς παλαιοῖς ἀνθρώποις ἐμφανὲς τοῦτο τὸ 1872 ὅρος· ἀλλ' ὅτε Χριστὸς εἰς ἀθέτησιν ἀμαρτίας πεφανέρωται, γενόμενος τοῖς ἐπὶ γῆς πέτρα, ἐφ' ᾗ τὴν ἰδίαν ᾠκοδόμησεν Ἐκκλησίαν. Ἐφάνη γὰρ νῦν ἅπασιν ὁ εὐαγγελικὸς λόγος μετὰ τῆς ὑποκειμένης αὐτῷ πέτρας, ὅτε τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων ἐπὶ συντελείᾳ τῶν χρόνων ἐφανερώθη. ὄρη δὲ ἡ τοῦ Κυρίου κάθοδος ἐπὶ γῆς παρεικάσθη, διότι τὸ ὄρος ἐπὶ γῆς ἐστιν ὑψηλόν· καὶ ἡ σὰρξ δὲ τοῦ Κυρίου, γῆ κατὰ τὴν κοινὴν φύσιν ὑπάρχουσα, διὰ τῆς συναφείας τῆς πρὸς τὸν Θεὸν ἀνυψώθη, ὃν οἱ μιμούμενοι χρηματίζουσιν ὄρη, καὶ πέτραι τὸν οἶκον ἀνέχοντες τοῦ θεοῦ, οἷος ἦν ὁ Πέτρος πρὸς ὃν εἴρηται. "Καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν," καὶ πᾶς ὅς τις ὑψηλὸν καὶ ἐπηρμένον ἔχει τὸ φρόνημα τῶν γηΐνων ὑπερανεστηκὸς, χωροῦν τε τὴν θείαν γνῶσιν διὰ μέγεθος νοῦ καὶ καθαρότητα πράξεων. Οἱ δὲ τοιοῦτοι ἄκρα εἰσὶ τῶν ὀρέων, ἐφ' ὧν ᾠκοδόμηται ὁ τοῦ Θεοῦ οἶκος ὑπερυψούμενος τῶν βουνῶν, οἵ τινες γήλοφοί τινές εἰσιν εὐπερίγραπτον ἔχοντες τὴν ἀπὸ γῆς ἐπανάστασιν, τῶν μὲν ταπεινῶν ὑπερέχοντες, τῶν δὲ ὑψηλοτάτων ἀπολιπόμενοι. Ἐπεὶ οὖν ἀνείκαστος ἡ κατὰ τὸ ἀνθρώπινον τοῦ Κυρίου ὑπεροχὴ πρὸς πάντας ὁμοῦ τοὺς ἐν οἵοις δήποτε διαφανεστάτους κατορθώμασιν, διὰ τοῦτο καὶ τῶν βουνῶν ὑπερανέστηκε. Μείζονος γὰρ δόξης παρὰ Μωϋσὴν ἠξιώθη, καθ' ὅσον μείζονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν· καὶ παρὰ τὸν Ἀβραὰμ, ὃς ἠγαλλιάσατο τὴν ἡμέραν ἰδεῖν τῆς ἐνανθρωπήσεως, καὶ ἴδεν, καὶ ἐχάρη, καὶ δεκάτας δέδωκε τῷ Μελχισεδὲκ, ὃς ἦν τύπος τοῦ Κυρίου. Ἡ μὲν οὖν ἔνσαρκος τοῦ Κυρίου οἰκονομία τοιαύτη. "Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ." Μὴ γὰρ εἴη τὴν θεότητα δοξάζειν ἐκ τῆς πρὸς τὰ δοῦλα ὑπεροχῆς, ἧς ἐπήρθη ἡ μεγαλοπρέπεια ὑπὲρ ἄνω τῶν οὐρανῶν. Ἐπὶ οὖν τοῦ Κυρίου πᾶν ἔθνος ἥξει, φησίν. Ἥξει γὰρ ἐπὶ τὴν πίστιν πάντα κληθέντα τῷ σωτηρίῳ κηρύγματι· "Κηρυχθήσεται γὰρ τὸ Εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ." Καὶ τῶν ἀποστόλων ἐξῆλθεν ὁ φθόγγος εἰς πᾶσαν τὴν γῆν. Ἀλλὰ πῶς ἐν μὲν τῷ, ἥξειν πάντα ἔφη τὰ ἔθνη· ἐν δὲ τῷ, πορεύεσθαι πολλά; ὅτι τὸ μὲν, ἐπὶ τοῦ πιστεύειν τέτακται· τὸ δὲ πορεύεσθαι, ἐπὶ τοῦ πολιτεύεσθαι. Πάντες γὰρ ὁμολογοῦμεν τὴν πίστιν. Πάντες δὲ, κατὰ τὰς ἐντολὰς [οὐ] πορευόμεθα. Ἐπὶ γὰρ πολιτείας καὶ ὁ θεῖος ἔφη ∆αβὶδ, "Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. "Πῶς οὖν ἔθνη πολλὰ, φησὶ, τοῦ Κυρίου λέγοντος ὀλίγους εἶναι τοὺς εὑρίσκοντας τὴν ὁδόν; ὅτι ἄλλο ἔθνος, ἡ ὁλότης· ἄλλο δὲ τὸ πλῆθος τὸ ὑπ' αὐτό.