τῆς θείας μυσταγωγίας τελεσθείσης ἁγνῶς, πάντων τῶν αἱρεσιωτῶν ἐν πάσῃ τῇ ὑφ' ἡλίῳ καθαιρέσει ὑποβληθέντων μετὰ καὶ τοῦ ἀρχιερέως αὐτῶν, ὃς ἦν ὁ προειρημένος Ἰωάννης. 652 4. Οὗτος οὖν μετὰ τῆς αὐτοῦ, ὡς εἴρηται, συμμορίας τῇ καθαιρέσει ὑποβληθεὶς οὐχ εἵλετο ἡσυχῇ διάγειν τὸν ἑαυτοῦ κατάπτυστον βίον, ἀλλ' ἔτι κατὰ τῶν ἁγίων εἰκόνων ἐνεανιεύετο. καὶ γὰρ ὑπερόριος πάλιν ἔν τινι μονῇ γεγονώς, εἰκόνος θείας κατὰ τὸν ὄροφον ἱσταμένης καὶ ἀτενῶς ἀτενιζούσης αὐτῷ, μὴ φέρων οὗτος ὁρᾶν τὴν ἐκείνης πρὸς αὐτὸν ἐπικατιοῦσαν θέαν, καθαιρεῖσθαι ταύτην διά τινος οἰκέτου προστάττει καὶ τοὺς ὀφθαλμοὺς κατορύττεσθαι, τοῦτο μόνον ἐπιλέγων ὡς τὴν αὐτῆς οὐ δύναμαι μορφὴν ἐνορᾶν. ἤκουστο γοῦν ταῦτα τῇ δεσποίνῃ, καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐκείνου τοῦ Ἰαννῆ ἐκτυφλοῖ. ἀλλ' οὐδ' οὕτως ἦν ἀγαπητὸν αὐτῷ τῆς ἡσυχίας ἐρᾶν, μῶμον δέ τινα ἐπειρᾶτο μετὰ τῶν ὁμοίων αὐτοῦ τῷ ἐν ἁγίοις Μεθοδίῳ προσάπτειν, καὶ γυναῖκά τινα φρεναπατήσαντες κρυψιγαμίας ἔγκλημα τούτῳ ἐπεισφέρουσιν. ὁ δὲ μακαριώτατος πατριάρχης μὴ θέλων πέτρα σκανδάλου λογίζεσθαι τὰ κρύφια αἴσχη ἀπογυμνοῖ, καὶ εὕρητο παρὰ τὸ εἰκὸς μεμαρασμένα. καὶ τὸ αἴτιον ἐρωτηθεὶς εἶπεν ὅτι διάγοντός μου ἐν Ῥώμῃ, ἐπεὶ τοῖς γαργαλισμοῖς ἐκινούμην, τῷ ἀποστόλῳ Πέτρῳ προσῆλθον δεόμενος· ὃς τῇ νυκτὶ ἐπιστὰς τῇ δεξιᾷ τὰ αἰδοῖα κατεπίασεν, ἐπιφθεγξάμενος μὴ τοῦ λοιποῦ πτοεῖσθαι φιληδονίαν. ἐγὼ δὲ σφοδρῶς ἀλγήσας διυπνίσθην, καὶ ἔκτοτε ἀβλαβὴς διέμεινα. ἀλλὰ μὴν τὸ γύναιον ἀσφαλῶς κρατηθὲν πάντα ἀφηγήσατο, καὶ τὸ δοθὲν αὐτῷ χρυσίον τοῖς ἀποδέσμοις ἔτι περιειλημμένον καὶ τῇ αὐτῶν βούλλᾳ σεσημασμένον ὑπεδείκνυε. καὶ 653 αὐτοὺς μὲν τιμωρεῖν ἐβούλοντο, τῇ δὲ τοῦ ἁγίου Μεθοδίου παρακλήσει τούτους εἴασαν. 5. Ὡς οὖν κατὰ τὴν ἑορτὴν ταύτην, ἤγουν τὴν τῆς ὀρθοδοξίας λεγομένην κυριακήν, ἐν τοῖς τοῦ Καριανοῦ παλατίοις, ἅπερ ἕνεκεν τῶν ἑαυτοῦ θυγατέρων ὁ Θεόφιλος ἀνῳκοδόμησεν, ὑπὸ Μαυρικίου τοῦ βασιλέως ὡς τὸ πρῶτον κατασκευασθέντα, ἡ βασιλὶς Θεοδώρα ἅπαν τὸ τῆς ἐκκλησίας πλήρωμα εἱστία, καὶ οὐκ ἦν ὅστις μὴ παρῆν ἐκεῖ τῶν ἱερέων καὶ ὁμολογητῶν· μεθ' ὧν καὶ ὁ Νικαίας Θεοφάνης ἦν. ἐπεὶ δὲ τὰ τῆς εὐωχίας παρήκμασε καὶ τὰ τραγήματα μετὰ τῶν πλακούντων παρέκειντο, συνεχῶς ἀτενιζούσης τῆς βασιλίδος καὶ τὰ ἐν τῷ μετώπῳ γράμματα τοῦ ὁσίου Θεοφάνους καθορώσης καὶ στεναζούσης συνέβη καὶ τοῦτον ὡς ἐξ ὁμολόγου ἀντοφθαλμῆσαι καὶ ταύτην ἐνιδεῖν ἀτενίζουσαν αὐτῷ. φήσαντος γοῦν "τίς ἄρα ἡ αἰτία τῆς πρὸς ἐμέ σου ἀτενοῦς ὁράσεως;" ἡ δὲ ἔφη τὴν ἐκ τῶν γραμμάτων θαυμάζειν καρτερίαν σου καὶ τὴν τοῦ ταῦτα δράσαντος ἀπήνειαν. καὶ ὁ μακάριος Θεοφάνης μηδὲν εὐλαβηθεὶς ἢ τῶν προησφαλισμένων διανοηθεὶς "ὑπὲρ ταύτης τῆς γραφῆς" ἔφησεν εὖ μάλα τρανῶς "ἐν τῷ τοῦ θεοῦ ἀδεκάστῳ δικαστηρίῳ σφοδρότερον διαδικάσομαι τῷ ἀνδρί σου." τοῦτο ἀκούσασα ἡ βασίλισσα, καὶ περίλυπος γενομένη καὶ σύνδακρυς, ἔφη πρὸς τὸν ὅσιον "αὗται αἱ δι' ἐγγράφων ὑποσχέσεις ὑμῶν καὶ ὁμολογίαι, ὡς μὴ μόνον οὐ συγκεχωρηκέναι ἀλλὰ καὶ 654 πρὸς ἀγῶνας ἄγειν αὐτόν;" "οὔ" φησιν ὁ πατριάρχης αὐθωρὸν ἀναστὰς καὶ οἱ λοιποὶ τῶν ἱερέων, "βασίλισσα, οὔ· ἀλλ' ἕξει βεβαίως τὰ ἡμέτερα, τῆς ὀλιγωρίας τούτου λογιζομένης εἰς οὐδέν." οὕτω μὲν οὖν ἐσιγάσθη ταῦτα, καὶ τὰ τῆς ἐκκλησίας ἔθη ἀκύμαντα διέμεινεν. 6. Ἀνεφάνη δέ τις καὶ ἑτέρα αἵρεσις ἡ οὕτω τῶν Ζηλίκων λεγομένη, σὺν τῷ ἑαυτῆς ἀρχηγῷ, Ζήλικι μὲν ὀνομαζομένῳ, φέροντι δὲ τὴν τῶν σηκρῆτις ἐν πρώτοις τιμήν. ἐθεραπεύθη δὲ καὶ πρὸς θεοσέβειαν μετηνέχθη ἐν προόδῳ βασιλικῇ, τῆς τοῦ μύρου μόνου μετὰ καινῶν ἐμφωτίων τε καὶ ἐσθημάτων καταξιωθέντων χρίσεως τῶν ἀντιποιουμένων αὐτῆς, καὶ τελειωθέντων λαμπρῶς. 7. Τῷ βʹ αὐτῆς ἔτει ἀπέστειλε Θεοδώρα Θεόκτιστον τὸν λογοθέτην κατὰ τῆς Κρήτης, καὶ κακῶς τοῖς ὑπὸ χεῖρα χρησάμενος αὐτὸς μὲν τὴν φυγαδείαν ἠσπάσατο, ὁ δὲ στρατὸς μαχαίρας ἔργον τοῖς ἐν Κρήτῃ γέγονεν. 8. Τῷ γʹ αὐτῆς ἔτει Ἄμερ κατὰ Ῥωμαίων στρατεύσαντος αὐτὸν πάλιν Θεοδώρα ἀπέστειλε μετὰ πολλῆς δυνάμεως·